Oratio 59
Libanius
Libanius, Oratio 59, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καὶ τί ἄν τις ἄμεινον ζητήσειεν; οὐ γὰρ ἔχων οἷστισι πολεμίοις συμβάλοι, κατὰ τῶν θηρίων ὁπλίζεται καὶ τῆς ἐν πολέμοις ἀνδραγαθίας οὐχ εὑρίσκων τὸν καιρὸν ἐπὶ τῶν εἰδώλων τὴν ἀρετὴν ἐπιδείκνυται ἐν ἡλίῳ μὲν καθαρῷ τὸ σῶμα γυμνάζων, τὴν δὲ συμμιγῆ σκιὰν εἰς θρύψιν ὑποφέρειν τοὺς χρωμένους ἡγοῦ μένος. ὅλως τε βασιλεὺς ἐθέλει κεκλῆσθαι τῷ τῆς ἀρετῆς ὑπερ- βάλλοντι μᾶλλον ἢ τῷ τῆς τύχης βελτίονι.
150. Ἀμφοτέρων δ’ ἄν τις ἐκεῖνο θαυμάσειεν ὅτι τὴν τῆς ψυχῆς ἁρμονίαν σύμφωνον πρὸς τὸν τῶν ὑπηκόων τρόπον ἡρμόσαντο. καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἀγαθοὶ καὶ τὴν προσηγορίαν τῇ τέχνη βεβαι- [*](1 Plat. Prot. p. 338 Α | Thuc. VII 44,3 5 Plat. Apol. p. 40 Ε 7 Plat. Phaedr. p. 251 C; 255 D 8 Od. η 35; Η. in Apoll. 186; II. o 80 sq. 12 sq. Plat. Phaedr. p. 239 C) [*](5 οἶς Mor 6 ἡ Β sed οἷ suprascr m 2 8 ἵεται ΜοΡ sed in hoc ’ in ‘ corr m 3, UICaBM Mor 10 συμβάλοι re- posui e libris συμβάλλοι edd sed γρ συμβάλοι in marg Mor 11 τῆς Ρ sed ης ex η corr m 2, Ι sed ῆς in ras m 2 | πολεμίοις Ρ sed in πολέμοις corr m 3, UCaM 12 κνωδάλων coni Mor2 ) [*](13 δέ om La | συμμυχῆ coni Re at cf. Plat. 1. 1. 14 ὑπο- φέρειν Ι ἀποφέρειν UM ἐπιφέρειν La 16 ψυχῆς La 17 αὖ La 19 τρόπον Ρ sed o (2) in ras P 3 M 2 | γάρ inser P 2 B 2 om CMoLa)
151. Ἔοικα δέ τά μέγιστα δοκῶν λέγειν μηδέπω καὶ νῦν εἰρηκέναι τὸ μέγιστον. πρότερον μὲν γὰρ ταῖς βασιλείαις ἀπάσαις ὁ φθόνος παρεπεπήγει καὶ οἴ τε τὰς ἐλάττους ἔχοντες τοῖς τὰ μείζω κεκτημένοις ἐπεβούλευον οἴ τε τῶν μειζόνων ἀπολαύοντες τοῖς τὰ μικρὰ καρπουμένοις καὶ τῶν ἐλαττόνων ἐφθόνουν. ἀλλὰ μὴν αἴ γε τῶν δυναστειῶν ἰσότητες καὶ πολὺ μειζό- νως ἔτρεφον τὸ νόσημα, καὶ φύσεως μὲν θεσμὸς τυ- [*](6 Plat. Pol. p. 301 D 14 [Isocr.] ad Dem. § 46 p. 12 b) [*](1 καθ’ Ι sed θ᾿ in ras m 2 2 ὁρῶντες δέ scripsi e PI sed in hoc ες δέ in ras m 3, CaM ὀρῶν cum ras 3 litt U ὁρῶντες La καὶ γὰρ ὁρῶντες CMo ἀλλ᾿ ὁρῶντες Β edd Ι τὸ om CMoPUICa | διάφορα I sed α (2) ex ον corr m 3 | ἐκεῖθεν Μ sed ν add m 2 ἐκεῖ ε cum ras 1 litt ante et post ε (2) U ἐκεῖσε Ca τὰ νοσήματα, ἐκεῖθεν in ras 5 litt 1 3 4 τά inser P 2 I 3 B 2 om UCaM | τῆς ὑγείας inser B 2 | ἡνίκα Ρ sed α in ras m 2 Ι ἂν om CMo 5 ἀμφοῖν ἡ in ras P 2 ἀμφοῖν om La 8 καὶ ante πρᾳοτέρων edd delevi | πραοτέρων Mo PIB 11 ἀντέλαβον om Re 14 παρεπεπήγει I sed παρε in ras m 2 προσεπεπήγει U | οἵ τε Mor sed γρ οἵ γε in marg) [*](19 ἕτερον Μο sed ἔτρεφον in μὲν] δὲ Μο et γρ in marg Mor)
ἀλλὰ νῦν ἅπας μὲν ὁ παλαιὸς χρόνος ἥττηται, ἅπας δὲ φθόνου χαλεπὸς ὀφθαλμὸς ὑπερώρισται, φιλίας δὲ σύνδεσμος ἀρραγὴς τὰς τῶν βασιλέων συνέχει ψυχάς. ἡ δὲ ἀρχὴ τοῖς μὲν τόποις διήρηται, ταῖς δὲ εὐνοίαις [*](RIII 326) συνάπτεται, καὶ τὸ τῆς οἰκειότητος Ι ὄνομα πι- στοῦται τοῖς ἔργοις. τοσοῦτον γὰρ ἀπέχουσι τοῦ τοῖς ἀλλήλων ἀγαθοῖς ἀλγεῖν, ὥστε ἑκάτερος θατέρῳ τῶν πρωτείων ἀφίσταται. ἵπποι δὲ καὶ τέτρωρα παρ’ ἡμέ- ραν ταῖς διαδοχαῖς τὸ τάχος ἐπιτείνοντα τὰς ἐκατέρων παρ’ ἀλλήλους διαπορθμεύει γνώμας. καὶ τῶν ἐκ- πεμπομένων ἕκαστος δι᾿ ἴσης τῆς ἐξουσίας ἑκατέραν ἀρχὴν ἐπέρχεται. τὸν δὲ χῶρον ἐν ᾧ τὰ τῶν βασι- λειῶν τμήματα συγκεράννυται οὐ στρατοπέδων φρουρεῖ καθέδρα συνεχής, ἀλλ’ ἀδόλου πίστεως ἰσχὺς ἀκίνητος.
153. Καὶ τί δεῖ πόρρωθεν ζητεῖν τὴν ἀπόδειξιν τοῦ πάντα τε ἐκείνους κοινὰ κεκτῆσθαι καὶ κοινοὺς [*](5 cf. p. 235, 7 7 Isocr. Archid. § 32 p. 122 c 15 Her. IX 4. Plat. Symp. p. 202 Ε) [*](1 δ’ ΜοΡ sed in hoc ’ in ras m 3, Β Mor 1 5 ἀψῖδος scripsi e Ρ ἀψῖδος CUBM ἀψῖδος Μο ἀψῖδος La ἀψῖδος reliqui libri edd cf. ad p. 235,7 | ἐνεγκεῖν C 6 μέν ὁ παλαιὸς ἅπας Β 7 δέ Ρ sed δ' in ras m 3 τε IBM 8 ras 3—4 litt litt ante ψυχὰς Ι 10 συνῆπται? 11 τοσοῦτο 12 ὥσθ’ CMo ὅσω Ca 15 ἀλλήλους Ρ sed ους in οις corr m 3, Ι sed υ in ras m 2 ἀλλήλοις UCaM Mor sed in hoc γρ ἀλ- λήλους in marg | γνώμας Ι sed ας in ras m 2 17 βασιλειῶν scripsi auctore Re βασιλέων libri edd 19 ἀλλὰ PUICaLaM) [*](21 ἐκείνοις CaM)
ἆρ’ οὖν αὐτοὶ μὲν ἀντὶ τοῦ φθονεῖν ταῖς ἀλλήλων εὐπρα- ξίαις ἀλλήλους δορυφοροῦσιν, οἷς δὲ δυνάμεις ἐνεχεί- ρισαν, ὑπὸ τούτων εἰς κινδύνους κατέστησαν, οἷα τὰ πρόσθεν λέγεται συμπεσεῖν πολλάκις τῶν μὲν μεγέθει χρημάτων, τῶν δὲ ταῖς στρατηγίαις εἰς ἐπανάστασιν χρησαμένων; ἀλλὰ καὶ τοῦτο τῶν παρόντων ἐξαίρετον. οὐδεὶς γὰρ ἔστιν ὅστις οὐκ ἂν δέξαιτο τεθνάναι πρό- τερον ἢ περὶ τὸν πιστεύσαντα γενέσθαι πονηρός, οὐ- δεὶς δέ ὅστις οὐκ ἂν ἕλοιτο καταποντίσαι τὰ ὄντα πρότερον ἢ νεωτέρων πραγμάτων χορηγίαν ποιήσασθαι.
καίτοι πρότερον μὲν οἱ βοηθέντες ἐπὶ χρήμασι τῶν νῦν μέσως ἐχόντων εἰς εὐπορίαν καταδεέστερον ἐπλούτουν, νῦν δὲ οἱ μέσως ἔχοντες τῶν πρότερον [*](12 cf. p. 296, 2. Lys. or. X p. 116,25 18 Dem. p. 1182, 28) [*](1 ὐφ’ Ρ sed φ in ras m 3 2 γινόμενον CMo 3 δ’ CMoB edd 5 ἐξ ἴσης Re | θαυμάσειεν ἐξίσης Μορ 1 | θαυμά- σειεν La | δ’ Ρ sed in ras m 3 δὲ UICaM | ὄν om CP sed in hoc ras 2 litt, Β 6 θαυμάσειεν ἀμφοτέρους reposui e libris ἀμφοτέρους θαυμάσειεν edd 8 ἐνεχείρησαν Ρ sed η in ι corr m 2, CaLa Mor et inser B 2 10 πρῶτα Ρ sed γρ πρόσθεν suprascr m 3, UCaM | τῶν Ρ sed ~ add m 3 11 των Ρ | ταῖς om La 12 χρησαμένων Ι sed ρησα in ras m 2 κεχρημένων Ρ sed γρ χρησαμένων suprascr m 3, UCaM et in marg Μο signum interrogationis reposui e ΡΒΜ, punctum reliqui libri edd 15 δ’ CMoP sed in hoc ’ in ras m 3, Β 16 ras 2 litt ante χορηγίαν Ι 17 βοηθέντες Μο sed in marg βοηθοῦντες, σι UI sed in his ras 2 litt post η | χρήμασιν La χρήματα Β 19 πρότερον Ι sed o (2) in ras m 2 προτέρων UB)
τί ποτ᾿ οὖν τὸ αἴτιον τῆς τε προτέρας ἀγνωμοσύνης καὶ τῆς νῦν εὐγνωμοσύνης; ὅτι τότε μέν τὸ τοῦ Δημοσθένους συνέβαινε καὶ μεί- ζων ἣν ὁ τοῦ μέλλοντος φόβος τῆς παρούσης χάριτος καὶ τὰς δόσεις αἰ δημεύσεις κατελάμβανον. ἐῴκει δὴ τὸ γιγνόμενον Εὐρίπου στροφαῖς. εἰς γὰρ τὸν δεδω- κότα τὸ δῶρον ἐπανήρχετο μετά τοῦ προστρίψασθαι τῷ λαβόντι συμφοράν. οὔκουν εἴα τοῦ μέλλοντος τὸ δέος ἠρεμεῖν τὸν δεξάμενον, ἀλλὰ μία σωτηρίας ἐλπὶς ὑπέκειτο τὸν δεδωκότα διαφθεῖραι. νῦν δέ γε πολὺς μὲν ἐκ βασιλέων πλοῦτος εἰς τοὺς ὑπηκόους μεταρρεῖ, πανταχοῦ δέ τὸ βέβαιον τῇ φιλοτιμίᾳ συνέζευκται καὶ τοῖς λαμβάνουσιν οὐ μείζων ἡδονὴ τοῦ λαβεῖν ἢ τοῦ μετ᾿ ἀσφαλείας ἔχειν.
157. Ἕτερον δέ γε πολὺ τούτου σεμνότερον καὶ τὸ κέρδος εἰς ἅπαντας ἐκτεῖνον. εἰ γάρ τις ἔροιτο ὁντινοῦν, τί μάλιστα βαρύτατον ἀνθρώποις τῶν εἰω- θότων λυπεῖν ἐν αἰχμαλώτῳ τύχη, εὐθὺς ἂν οὐδὲν [*](5 Dem. Phil. III § 73 p. 129, 24 sq. 8 cf. ad t. II 566, 13 10 Dem. p. 786, 5 20 Diod. Sic. XXVII 6, 2 t. IV p. 367, 22 ed. Dind.) [*](3 τὸ om Re Ι τε om Β 7 τἀς δημεύσεις αἰ δόσεις La δημεύσεις κατελάμβανον Ι sed εις κατ in ras m 2 δημεύσ cum ras 2 litt ἐλάμβανον U | ἐῴκει — 8 στροφαῖς ad versum comoe- diae Atticae ἔοικεν Εὐρίπου στροφαῖς revocavit Kockius Fr. Com Att. III p. 524 n. 653 | δέ La 8 γινόμενον CMo 14 φιλονεικία 16 Ca Ca 15 μείζων P sed ~ supra ι eras et ων in ras m 3 μεῖζον U Ι τοῦ (1) 1 sed ου in ras m 2 τὸ U 17 πολύ Μο β sed πολλῶν in marg 18 ἐκτείνειν Ca 19 ἀνθρώποις βαρύ- τατον π Ρ sed β et α eras 20 αἰχμαλώτων)