Oratio 57
Libanius
Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καὶ νῦν τοίνυν τὴν αὐτὴν ὁρῶμεν οὖσαν τὴν θεόν. καὶ τὸ τῶν ἐπιδείξεων τούτων εἶδος οὐ πέπαυται, ἀλλ’ ἄνθρωποι καὶ τοῖς γείτοσιν ἀγνῶτες καὶ δικαίως ἂν αἰπολοῦντες ἢ ποιμαίνοντες ἢ βουκολοῦντες ἢ ἐν συ- βώταις ὄντες μετέωροι φέρονται τοῖς παρὰ τῆς Τύχης δεδομένοις πτεροῖς. ἡ δ’ ἀκούει μὲν κακῶς ἐν ἅπασι τόποις ὡς οὐ ταῖς ἀρεταῖς ταῦτα τηροῦσα μόναις, ποιήσει δέ, μέχρις ἂν ἡ γένος ἀνθρώπων, ἃ δὴ πολ- λάκις πεποίηκε. κἂν ἴδῃς συβώτην ὑσὶν ἑπόμενον, μὴ διαπτύσῃς λογιζόμενος, ὧς τάχ’ ἂν καὶ οὗτος κοσμη- θείη τῇ Τύχῃ.
54. Δεῖνόν μὲν οὖν καὶ αὐτὸ τοῦτο καὶ οὐδαμῆ φορητὸν ἀπὸ μυλώνων καὶ τῶν ἐν αὐτοῖς ἀγρυπνιῶν ἄγεσθαί τινας ἐπὶ δυνάμεις τε καὶ ἀρχῶν λαμπρότητας, πολὺ δέ γίγνεται καὶ δεινότερον καὶ ἀφορητότερον, ὅταν οἱ ἐπὶ τοιαῦτα μετενεχθέντες ἀπὸ τοιούτων μὴ θέλωσιν εἰδέναι, τίνες ἐκ τίνων γεγένηνται, μηδὲ [*](9 [Men.] Mon. 624. 625. Thuc. III 59, 1) [*](1 Βάρδυλιν ὃν scripsi auctoribus Valesio et Re Anim βαρδυλῖνον libri sed in βάρδυλιν ὃν corr P 4, edd 2 προσεκἰ- νουν Ι 9 ἢ ΑΡ sed in hoc 'in' corr m4 | κακῶς Ρ sed κ (2) in ras m 3 10 τηροῦσα om C 11 μέχρι ΑΡ sed in hoc in ras m 3, I Bong Re Cobet; cf. t. II 524,11; t. III 179, 22; 464, 19 | ἂν Ρ sed α in ras m 3 | ᾖ scripsi cum Cobeto Coll. 263 εἴη libri edd 12 πεποίηκεν ΑΡ | ἴδοις I Bong 13 ὧς Ρ sed ω ex ἁ corr m 2 15 δεινὸν — p. 174,2 δευτέρων citat Macar | οὑν καὶ αὐτὸ τοῦτο om Macar | οὐδαμῆι Α 16 καὶ τὸ ante ἀπὸ Macar 18 γίνεται CI Bong Re 19 οἱ om I Bong 20 μὴ δέ ΑΡΙ)
οἷος ἡμῖν καὶ οὗτος. ὂν ἔδει μὲν περὶ τὸν Τίγριν πανδο- κεῦσιν ὑπὲρ κόπρου μάχεσθαι, γέγονε δὲ κύριος τοῦ πολὺ μέρος τῆς οἰκουμένης κυκᾶν.
Ἀλλά, ὦ θεοὶ καὶ θεαί, πείσατε τὴν Τύχην ἃ περὶ Σευήρου προσήκει <ποιῆσαι> > καὶ τῆς ἀλόγου σπουδῆς αὐτὸν τῆς παρ’ ἐκείνης ἐκβαλόντες δείξατε τὸν κολοιὸν τὸν ἐν τῷ μύθῳ.
[*](8 Aesop. fab. 200 b et 201 b)[*](1 παρασχῶσι Macar 2 ἐξελάσαντες] „aut addendum aut certe subaudiendum ταῦτα vel ἐκεῖνα“ Re 6 ἀλλ’ Bong Re 7 Σευήρου reposui e CA σεβήρου ΡΙ edd | ποιῆσα inserui „post προσήκει deest aut ἐνθυμεῖσθαι aut ἐννοεῖσθαι aut tale “ Re 9 τέλος κατὰ σευήρου subscr A, κατά σεβήρου Ρ)