Oratio 56

Libanius

Libanius, Oratio 56, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

τὰ δὲ τῶν ἔμπροσθεν οὐ τοιαῦτα, ἀλλ’ | ὁμοθυμαδὸν ἐπὶ τὰς πράξεις ᾔεσαν [*](R III 225) καὶ ὁ τι φαίνοιτο συμφέρειν, ταῖς ἁπάντων ψήφοις κύριον ἣν ὅ τε παροινῶν ἄρχων εἰς ὁντινοῦν εἰς ὅλην ἐδόκει τοῦτο ποιεῖν, καὶ τὸ κοινὸν σχῆμα πλέον εἶχε τῶν πρὸς ἀλλήλους ἐγκλημάτων εἰπόντες τέ τι δράσειν ἔδρων μὴ ποιήσειν τε οὐκ ἐποίουν.