Oratio 56

Libanius

Libanius, Oratio 56, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

νῦν δ’ ὁμοῦ περί τε τῶν | οὕτως [*](R III 223) ἀπελθόντων ἐν τῷ θεάτρῳ πρὸς ἀλλήλους λέγουσι καὶ τὰ πρότερα κρύπτεται τοῖς δευτέροις τῶν ὀρχηστῶν αὐτοὺς τὸ φρονεῖν ἀφαιρουμένων πλέον τι τῶν προ- τέρων δυνηθέντων ἐχόντων πολλοὺς ἑτοίμους ὑπὲρ αὐτῶν τελευτᾶν.

[*](10 cf. p. 139, 6 11 cf. Soph. fr. 344, 2 N2)[*](1 δι’] δ’ Ferr | ἔνεστι Ρ sed ε (1) in ras m 4, Ferr ἄν ἐστι reliqui libri Re ἄν ἔνεστι Mor 2 γλώττης Ι καὶ inserui coll 1. 4 3 διακρίναι Ι cf. t. III 186, 16 4 τῶν (2) Ι 6 ἐλευθερούντων Mor 10 ἀπάντων om Ferr 11 κελεῦσαι Mor sed γρ κελεύειν in marg | αὐτοῖς Re αὐτοῖς libri Ferr Mor 14 τούς τρόπους Ρ sed οὑς τ in ras m 2 17 εἴπερ — 18 θανάτοις ut glossema marginale delenda censet Cobetus Coll. 261 18 δέ Re 21 τε ante τὸ Mor qui γε coni 23 αὑτῶν AP Ferr)
144

26. Τὴν μὲν οὖν τήμερον ὀργὴν ὑμῶν ἐπαινῶ καὶ τὸ φάσκειν οὐκ οἴσειν, εἰ μὴ λάβοιτε δίκην· ἢν δ’ ὑπὲρ τοῦ μέλλοντος ἔχω γνώμην, ἐγὼ πιστεύω οὐ λειφθή- σεσθαι τῶν μάντεων. οὗτοι γάρ οἱ χαλεποὶ καὶ ὦ Γῆ τε καὶ Ἥλιε βοῶντες λουσάμενοί τε ἑ καὶ δειπνήσαντες καὶ πολύν τοῖς ἐκπώμασιν ἐπισπασάμενοι τὸν ὕπνον καὶ μόλις ἐγερθέντες οὔτε πρὸς ἑαυτὸν ἕκαστος οὔτε πρὸς | [*](R III 224) ἄλλον ἐρεῖ τι περὶ τούτων, ἀλλά καὶ τῶν τε πε- πραγμένων τῶν πολλῶν οὐδὲν εἴρηται οὔτ᾿ εἶπέ τις οὐδένα κακῶς οὐδὲ ἤκουσεν, ἡκούσης δὲ ἤδη τῆς φλο- γὸς ἢ τῆς νεφέλης ἢ τῶν κυμάτων πολὺ τὸ τοῦ Δη- μοσθένους ἐν στόμασι· νὴ τὸν Δία, ἔδει γάρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι.