Oratio 56
Libanius
Libanius, Oratio 56, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
εἰμὶ μὲν τῶν ἀπηντηκότων Λουκιανῷ οὐ διὰ τὸ μηδὲν ἔχειν ἐγκαλεῖν, ἀλλ’ ὅτι πάντα διαγέγονα τὸν χρόνον πρᾴως μᾶλλον τὰ τοιαῦτα φέρειν ἀξιῶν ἢ τιμωρίας ἐπιθυμῶν· ἐπεὶ δὲ ᾐσθόμην τινῶν αἰτιωμέ- νων τὸ μὴ καὶ πάντας εἷναι τοὺς ἀπηντηκότας τῷδε, [*](R III 206) τὸ οὕτως ὀλίγους | οἶμαι δεῖν ἐπιδεῖξαι τοῦτο δικαίως γεγενημένον καὶ μὴ τοῖς ἡδέως τινὰς ἐξαπα- τῶσι δεδόσθαι τινὰ κατὰ τῆς πόλεως ἀφορμήν.
2. οἱ μὲν οὖν ἐπὶ ταῖς εὐφημί·αις οὗτοι τεταγμένοι καὶ τοῦτ’ ἔχοντες τέχνην ἀπήντησάν τε καὶ τὸν εἰω- θότα κατειλήφεσαν τόπον μείζους ἢ χρῆν ὑπ᾿ αὐτοῦ γεγενημένοι καὶ τιμαῖς ταῖς κατὰ τῆς βουλῆς τετιμη- μένοι, ὥστε ὑφ’ ὧν εἶχον ἐπὶ τὴν ἀντίδοσιν παρεκέ-