Oratio 55

Libanius

Libanius, Oratio 55, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

110
[*](R III 185)

ὁρῶν σε πρὸς τὰς παρὰ τοῦ πατρός, ὦ φίλτατε, τεταραγμένον ἐπιστολὰς καὶ ἄμα τῶν ἐνταυθοῖ τινας αἰσθανόμενος ταὐτὰ ποιοῦντας τοῖς γράμμασιν οἶμαι δεῖν ποιεῖν ὰφ’ ὧν ἔση βέλτιον βεβουλευμένος. ἴσως μέν γάρ ἔσται τι καὶ τῷ συμβούλῳ, πολὺ μέντοι τῷ πεισθέντι μεῖζον ἢ τῷ πεπεικότι τὸ κέρδος.

2. Τὰ μὲν οὑν ἀγγελλόμενα περὶ τὸν σὸν εἶναι [*](R III 186) νυνὶ πατέρα διὰ | τὴν σὴν ὧς ἡμᾶς ὁδόν, τά μὲν ἔργοις, τὰ δὲ λόγοις, τῷ πάσχοντι λύπην οὐ μικρὰν ἔχοντα ἑκάτερα καὶ ἡμᾶς ἂν εἰκότως λυποίη. μὴ γάρ με ὑπολάβῃς ἐθίζειν σε τοῦ γεννήσαντος ὀλι- γωρεῖν. ἅ τε γὰρ οἱ νόμοι λέγουσιν οἶδα καὶ πρὸς

  • C = codex Chisianus
  • Α = Monacensis gr. 483 (Augustanus)
  • Ρ = Palatinus gr. 282
  • Ι = Marcianus append. XCI 2
  • Β = Barberinus II 41
  • Par = Parisinus gr. 3016
  • [*](1 νη ante πρὸς C 2 Α in marg ξθ΄ C 2 λόγος κε΄ Ι λς rubr Β πρὸς ἀναξέντιον om Par τοῦ πρὸς αὐξέντιον: λόγ. λγ Macar Chrys fol. 92 cf. p. 107 not. 1 2 παρά om Β) [*](4 τινὰς αἰσθανόμενος τῶν ἐνταῦθα Par | ταῦτα IPar | ποι- οῦντα Β 6 τί Ι 7 πεποιηκότι 1 Bong qui πεπεικότι coni) [*](9 et 10 τα Ρ)
    111
    τοῖς ὐπ’ ἀνθρώπων κειμένοις τούτοις τὸν τῆς φύσεως οὐκ ἀγνοῶ καὶ ὅτι μετὰ τούς θεοὺς τοῦτο τίμιον καὶ ὅτι τούτῳ τά μέγιστα τῶν χρεῶν ὀφείλομεν καὶ οὐκ ἐλάττω γε ἡ πατρί·σι καὶ ὅτι χείρων τῶν θηρίων ὁ περὶ ταῦτα ἁμαρτάνων. πᾶν γὰρ ἀδίκημα τοῦδε με- τριώτερον, καὶ πολεμίων ἐπιόντων δεῖ γονεῦσιν ἀμύ- νοντα δέχεσθαι μεθ’ ἡδονῆς πληγήν, ἀφ’ ἧς ἔστιν ἀπελθόντα θαυμάζεσθαι καί, τό γε ἐπὶ τὴν δόξαν ἧκον, ζῆν τε ἀεὶ καὶ εἶναι. πατρὸς δὲ προδότῃ καὶ κακῷ περὶ τἀς τοιαύτας ἀμοιβὰς μήθ’ ὁμωρόφιός ποτε γενοί- μὴν μήτε ὁμοτράπεζος μήθ’ ἑκὼν μήτ’ ἄκων.

    καὶ ταῦτα οὐκ ἄλλῳ παραινεῖν ἄμεινον ἢ ἐμαυτῷ. δυοῖν τε γάρ ἐπιδειξέοιν, τῆς μὲν περὶ τὸν πατέρα, τῆς δὲ περὶ τὴν μητέρα, τὴν μὲν ὑπὸ τοῦ ταχέως ἐκεῖνον ἀποθανεῖν ἀφῃρέθην, τὴν δέ οὐ φαύλην οἶμαι πεποι- ἧσθαι, ὥστε μοι καὶ μιμητὰς γενέσθαι τινὰς τῆς οὔσης μοι δόξης ἐπὶ τοῦτο ἀγούσης.

    4. Καὶ νῦν εἰ ἐπανήκων παύσεις μὲν τοῦ κακῶς | ποιεῖν τοὺς ἐπιβουλεύοντας, ἀνελῶν δὲ τὰ δυσ- R III 187 χερῆ λεῖον αὖθις καὶ ἀπράγμονα τῷ πατρὶ καταστή- 20 σεῖς τὸν βίον, σπεῦδε, μὴ μέλλε, πορεύου, καὶ τοῦτό [*](8 cf. t. Ι 272,11 10 cf. ad t. III 261,20. Plat. Leg. IX p. 868 Ε; Euthyphr. 4 Β 14 cf. t. Ι 81,16; t. III 366,4 R) [*](4 γ’ Re | χείρων — 11 ἄκων praemisso titulo (vide ad p. 110,1) citat Macar | χείρω Par | καὶ αὐτῶν ante τῶν Macar) [*](5 ταῦτα] γονέας Macar 6 πολεμίων γάρ ἐπιόντων Macar | δεῖ] τὰ Par | πατράσιν Macar 7 ἐστιν libri Macar edd) [*](8 τε Macar 10 ὁμορώφιός Β ὀμορόφιός Bong 11 μήτε (2) Β 13 γὰρ om Par | ἐπιδειξέοιν CAP sed in hoc οι in ῳ corr m 2 ἐπιδείξεων ΙΒ Bong | τῆς (2) Ρ sed add m 4) [*](14 τὴν (1) Ρ sed ν in ras m 2 16 μοί inser Par 2 18 εἰ om Par 20 ἀκύμονα Cobet Coll. 258 at cf. Dem. p. 150,8 βίον ἀσφαλῆ καὶ ἀπράγμονα καὶ ἀκίνδυνον)

    112
    γε οὐκ ἂν οἶμαι τὸν Ἑρμῆν οὐκ ἐπαινέσαι· εἰ δὲ τὸν μὶν ὔ ἐχθρὸν οὐδὲν ἂν μεταβ·άλοι οὐδ’ εἴσεται χά- ριν ὧν αὐτὸς ἠνάγκασεν, οὐδὲν ἑκὼν ἔπραξας, ἃ <δὲ> μὴ βουλόμενος ἧξας, ἰσχυρότερα ποιήσεται, τί τὸ κέρδος τοῖς οὖσι οὖσι δυσκόλοις προσθεῖναι τὴν περὶ τοὺς λόγους ζημίαν; ὅτι μὲν γάρ ὧς ἐπὶ τὸ βέλτιον ἧκες, αὐτὸς ἥκων ὡμολόγησας. οὐ γὰρ ὅπως ἴδοις τὴν πόλιν, ἀφῖξαι, ἀλλ’ ἣν αἴτιον οἱ λόγοι. εἶναι δέ ὁμοῦ πὰρ ἄλλοις καὶ τῶν τῇδε μετέχειν οὐχ οἷόν τε.

    [*](R III 188)

    5. Ἀλλὰ μὴν οὐδεὶς ἐγγυητής, ὧς | ὁ δυσμενὴς ἐκεῖνος καὶ πικρὸς καὶ χαλεπὸς ἐκβαλεῖ μέν ἐκ τῆς ψυχῆς τὴν ἀπέχθειαν, σπείσεται δέ πρὸς τὸν λελυπη- κότα, ἀντὶ δὲ τοῦ κακὰ παρέχειν τῶν εἴ τις ἐπ’ αὐτὸν ἴοι συμμαχησόντων ἔσται. ἀλλὰ ἀνιάσει μέν ἐκεῖνον οἷσπερ νῦν ἢ καὶ ἔτι πλείοσι, προσθήσει δὲ σὲ τῷ πατρὶ νομίζων αὑτῷ δίκην ὀφείλεσθαι παρ’ ἀμφοῖν, σοῦ μὲν τὴν τοῦ τῶν ἐμῶν ἐπιθυμῆσαι, τοῦ πατρὸς δὲ τὴν τοῦ συγκεχωρηκέναι.

    καίτοι μὴ νόμιζε τὸν μὲν ἔμπειρον πραγμάτων ἐλαύνεσθαι καὶ πάσχειν κακῶς, πατέρα τὸν σόν, σὲ δ᾿ ἂν τὴν ἐκείνου δύναμιν διαφυγεῖν, ἥν ἐκ τοῦ μόνος κατειληφέναι τὴν πόλιν [*](8 cf. t. II 41, 17 10 cf. p. 120, 1 sq. 12 cf. Dem. p. 237, 16) [*](1 οὐκ (2) om Par 2 οἴσεται Ι Bong 3 οὐδὲ ? | ἥκων coni Re | ἑ inserui „malim καὶ ἃ“ Re 4 scripsi coll. t. IV 828, 36 R ἧξας CAPI edd εἴξας BPar an ἀφῖξαι ? | τι Par 5 τούς om Β 6 ἐπὶ τὸ scripsi e Par coll. Thuc. VII 50,3; Dinarch. Ι § 65 | ἧκες scripsi auctore Re „malim aut ἥκοις aut ἧκες“) coll. p. 116,4 ἥκεις libri edd 7 τὴν πόλιν ἴδης C 8 δέ μοι ὁμοῦ Par 11 ἐκβάλλει Par 12 πείσεται Par | πρὸς om Bong 14 άλλ’ CIB edd 15 ἐπὶ Β 16 αὐτῷ scripsi αὐτῷ libri edd 17 τοῦ om CABPar inser P 5 19 γραμμάτων Par)

    113
    ἔχει. ἐὰν οὖν ἐξ αἰτίας ψευδοῦς ἐπιστήσας σοι συκο- φάντην ἢ ὅλως ἀναρπάσῃ ἢ δήσῃ, πολλοὺς δέ ἴσμεν πολλοῖς τοιαῦτα ἄρχοντας κεχαρισμένους, πότερον τῷ πατρὶ λελυκὼς ἔσῃ συμφορὰς ἢ τῶν οὐσῶν ἐκείνῳ κεκοινωνηκώς; οἶδα δὲ ἔγωγέ τισι τὸν δεσμὸν ἐξ ἐπι- βουλῆς ἐνεγκόντα θάνατον, ὃ σύ γε μηδ’ ὄναρ πάθοις.

    7. Ἐρεῖς, νὴ | Δία, χρηστὸς ἔσεσθαι περὶ αὐ- [*](R III 189) τὸν καὶ δίκαιος καὶ ποιήσειν οὐδὲν ἔτι τοιοῦτον. καὶ τίς ὅρκος οὕτως εἶναι δόξει φοβερός, ὃς τῆς ἀπιστίας ἐκείνου περιέσται; ἡγήσεται γὰρ ἀναβολὴν εἶναι τῆς γνώμης τὸν ὅρκον, καιροῦ δὲ διδόντος πάλιν σε τὸν αὐτὸν ἔσεσθαι καὶ τῶν αὐτῶν ἀντιλήψεσθαι διατριβῶν καὶ λόγων. οὐκοῦν μισήσει μὲν ταῦτα λογιζόμενος, μισοῦντα δὲ ἕξει σὲ τὸν ὑπ’ αὐτοῦ μισούμενον.

    οὕτω δὲ πρὸς ἀλλήλους ἔχοντας ἒν ποιμαίνειν ποί- μνίον καὶ χαίρειν μὲν τοῖς ἀλλήλων κακοῖς, προσ- ποιεῖσθαι δὲ τοῖς ἀγαθοῖς, εἰ καὶ μὴ ’κείνῳ δεινόν, σοί γ᾿ ἂν εἴη βελτίστῳ γε ὄντι καὶ δικαίῳ καὶ ὡς ἀληθῶς ἐλευθέρῳ. ζῆν γὰρ ἀνάγκη σὺν ἀηδίᾳ γε καὶ [*](1 οὑν in marg A 2 | ψεύδους CAPI sed in hoc in ψευδοῦς corr m 3 2 ὅλως ἀναρπάσῃ] „malim σ’ “ Re ὀδῷ σε ἀναρπάσῃ „in via te “) Iacobs Lectt. 206 | δῆσαι Par 3 ἄρχουσι Β 4 ἔση ex ἴη corr I 3 | συμφορὰς Ρ sed e corr m 2 5 δ’ Re 6 ἐπενεγκόντα Bong | μὴ δ’ APIBPar | πάθης C 8 τοιοῦτο Ι sed post ο ras 1 litt, Bong) [*](9 ὅρκοσ Ρ sed in ras m 4 | οὕτως om Re | δόξη C 10 τῆς γνώμης τὸν Ὅρκον καιροῦ in ras P 2 12 καὶ διατριβῶν καὶ Β) [*](13 καὶ λόγων in ras I 2 14 ὐπ’ αὐτοῦ Ρ sed ὐ]φ’ ἑ[αυτ]οῦ in marg m 3, Ι sed π in ras m 2, Bong ὐφ’ ἑαυτοῦ CA sed in hoc γρ ὐπ’ αὐτοῦ in marg, BPar Re 17 ἀγαθοῖς des fol. 251 in Α post quod unum folium excisum est quo continebantur quae sequuntur usque ad p. 118,17 διὰ τῆς μνήμης | κείνω Ρ sed eras 18 τε Β 19 ἀνάγκη σὺν] ἀνάγκης ἣν C Ι γε Ρ sed in τε corr m 2, Ι sed e τε ras corr τε reliqui libri)

    114
    τῷ μοχθηρὸν ἑαυτὸν ὑπολαμβάνειν καὶ τῷ κατεγνω- [*](R III 190) κεναὶ μὲν ὧν ποιεῖς, | φυγεῖν δὲ αὐτὰ μὴ δύνα- σθαι.

    ὁριεῖ δὲ ὑμῖν οὐ τὰ χωρία τῶν λόγων τὰς ὁμιλίας οὐδὲ λουτρά τε καὶ ἐργαστήρια καὶ αἰ τῶν ἀρχόντων ὁδοὶ χωρούντων τε ἄλλοσε καὶ ἐπανερχο- μένων. ἀλλὰ καλεῖ μὲν κἀπὶ τράπεζαν ἐκεῖνος, πολλοὶ δὲ οἶ τοῦτο ποιοῦντες καιροὶ καὶ ἄνευ γε τῶν καιρῶν [*](R III 191) πολλάκις ὁ τρόπος. πολλοῖς γε ἥδιον ἑστιᾶν | ἢ τισιν ἑστιᾶσθαι. τί οὖν τότε ποιήσεις; τὸ μέν γὰρ οὐχ ὑπακούειν χαλεπὸν ἂν εἴη ποιοῦντος, τὸ δ’ ὑπ- ακούειν ἀναισθήτου τε καὶ οὐ βουλομένου τὰ πεπραγ- μένα εἰδέναι καὶ ὂν καὶ γράψαιτ’ ἄν τις τὸν πατέρα τε λέγων καὶ οἶά ἠδικημένος οἷα ποιοῦντα τὸν παῖδα ὁρᾷ τὸν ἑαυτοῦ.

    καὶ μὴν εἰ μέν ἐκείνου προ- ἀπέλθοις, ἀλγῶν ἂν ἀποθνήσκοις οὐ τυχὼν ὧν ἐπι- θυμεῖς· εἰ δὲ ἐκδέξαιο τεθνεῶτος αὐτοῦ τὴν ἀρχήν, [*](R III 192) ζητῶν ἃ λαβεῖν ἐκωλύθης | αὑτὸν ἂν κατεσθίοις.

    [*](10 cf. p. 40, 20. Xen. Anab. II 6, 11 et 12 17 cf. t. III 78, 8)[*](1 σεαυτὸν Ρ sed σε in ras m 4, Β cf. 1 17 2 ποιεῖς Ρ sed εἰ in ras m 2 | αὐτὸ Par 4 τε inserui e libris om edd 6 κἀπὶ scripsi ἐπὶ libri edd | πολλοὶ δὲ Ρ sed οἱ δὲ in ras 2 litt m 3 8 ἡδίων Par ἥδιστον coni Iacobs Lectt. 206 Ι ἑστιᾶν reposui e Β cum Cobeto Mnem. Ν. S. II 407 (Coll. 258) ἐστιν ἔστιν Ι) ἂν libri edd | ἡ τισιν Par ἂν ἡ τισι coni Re ἐναντίοις Iacobs 9 ἑστιᾶσθαι scripsi cum Cobeto αἰτιᾶσθαι libri edd συνεστιᾶσθαι coni Re et Iacobs 10 „ante ποιοῦν- τος videtur aliquid deesse, e. c. ἀπάνθρωπα vek tak quid“ Re Anim, sed „malim omisso ποιοῦντος legi χαλεποῦ“ in edit. at cf. p. 40,20 12 καὶ γράψαιτ᾿ ἄν] καὶ γράψαιταν CI κατα- μέμψαιτ’ ἄν Iacobs Lectt. 207. Adv. Pors. 306 13 τε λέγων) ἐλεῶν Iacobs et Cobet Coll. 258 et Misc. 157 καὶ del Cobet 14 προαπέλθοις scripsi e PBPar προαπἐλθης CI edd 16 δ’ Re | ἐκλέξαιο Par 17 σαυτὸν Ρ sed σ antepos m 5 et spir supra α eras, Β αὐτόν C | κατεσθίης C)
    115

    11. Ὁ πατὴρ γὰρ ἀδικεῖται παρὰ τοῦ κρι- θέντος ὑπὸ σοῦ μὴ σπουδαίου διδάσκειν. πόσοι δὲ ἄλλοι πατέρες ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐξωρ- γισμένων τῶν διδασκόντων ὑβρίσθαι λεγόντων, χω- ρούντων δὲ ἐπὶ τὰς τιμωρίας τῶν παρόντων οὐκ ἐχόν- τῶν τοὺς ἀπ·ηρκότας λαβεῖν; οὐχ αἰ μητέρες τεθνεώτων τῶν πατέρων εἱλκύσθησαν εἰς ἀγορὰν ἀήθεις οὖσαι τοῦ πράγματος καὶ κλύδωνί τε καὶ χερσὶ στρατιωτῶν παρεδόθησαν; οἷς δὲ οὐδέτερον‚ οὔτε πατέρες οὔτε μητέρες, ἐπί τε τοὺς οἰκέτας καὶ τοὺς ἀγροὺς ἧκον τοὺς αὐτῶν καὶ οἷς τούτων ἔμελεν ἄγχοντες καὶ ἀπο- πνίγοντες ἀναγκάζοντες τῶν ἄλλοσε δεσποτῶν πεπορευ- μένων καταβοᾶν.

    12. Εἶδον δὲ ἔγωγέ τινας | δρασμῷ μὲν ἐπὶ [*](R III 193) τοῖς λόγοις χρησαμένους ἐν ἀγνοίᾳ γονέων τοῦτο πε- ποιηκότα̣ς, οὐ μὴν ὀνήσαντάς γε τοὺς γονέας τῷ μαθεῖν οὐδέ ἀπηλλαχότας παρὰ τοῦτο τῶν παρὰ τῶν σοφιστῶν αὐτοῖς κακῶν, ἀλλ᾿ οἱ μὲν ἐμάνθανον, οἱ δὲ ἐπολε- μοῦντο. καὶ οὐδένα τούτων οὐδὲν πρὶν ἢ προσήκειν ἐπανήγαγεν. οὔτε γάρ οἱ πατέρες τοιαύτας κλήσεις ἐκάλουν οὔθ᾿ αὑτόν τις τῶν νέων τοιαῦτα ἠδίκησεν, [*](1 γὰρ reposui e libris sed in δὲ corr I 3 δέ edd | παρὰ e περὶ corr I 3 2 num σπουδαίως? | διδάσκειν; ΡΙ sed in hoc; in ras m 2 3 post αὐτῆς 5—6 litt ras Ι | ἐξωργισμένων reposui e Par ἐξοργιζομένων reliqui libri edd 4 χωρούντων — 5 παρόντων om C 6 δὲ reposui e BPar om in ras 2 — 3 litt P1 τ᾿ edd 6 ἀπηρτηκότας Par | post μητέρες ras 2 — 3 litt τῶν?) ΡΙ | τεθνεώτων τῶν] τῶν τεθνεώτων CPar) [*](7 τῶν inser P 2 9 δέ] οὐδὲ Par | οὐδ’ ἕτερον Β 11 αὐ- τῶν C Re | ἔμελλεν CPar 14 ἐγώ Β 16 ὀνήσαντές C | μαθεῖν scripsi λαθεῖν libri edd cf. l. 18; p. 116, 6; 117,16) [*](17 τῶν (1)] τὸ Par 18 αὐτοῖς inserui e CPIB αὐτοὺς Par om edd Ι κακὸν Par | ἐλάνθανον Iacobs Lectt. 207 19 προσήκειν scripsi coll. p. 56,18 προσῆκεν libri edd 21 οὔτ᾿ αὐτῶν Par)

    116
    ἀλλ’ οἱ μὲν ἐν τοῖς αὑτῶν καμάτοις παρεῖχον τοῖς ἐξ ἑαυτῶν κτᾶσθαι λόγους, οἱ δὲ οὐκ ἐποίουν κακῶς ῥιπτοῦντες ἃ διώκοντες ἧκον.

    ἐνοχλεῖται νῦν ὁ σὸς πατήρ; καινὸν οὐδέν. ἵξῃ μένων αὐτὸς τῶν [*](R III 194) λόγων; καὶ τοῦτο | τῶν εἰωθότων. ἢ δεῖξόν μοι παῖδας ἐκ μέσου τοῦ μανθάνειν ἀνασπωμένους, ἔπειτα ἐλθόντας οἴκαδε παρεστηκότας τοῖς φύσασιν ἀτιμίᾳ μόνη τὴν βοήθειαν πορίζοντας. τί γὰρ ἂν καὶ προσ- ετίθεσαν; ἀλλ’ οὔτε Ῥώμη ταῦτα ἐπεῖδεν οὔτε τῶν αὐτοχθόνων ἡ πόλις οὔθ’ ἡ τέρπειν πεφυκυῖα Βηρυτὸς οὔθ’ ᾗ τὰς ἀρχὰς Ἀλέξανδρος ὁ Φιλίππου δέδωκεν ἡ, εἰ βούλει γε, ὁ τοῦ Δῖός.

    14. ὒ τοίνυν οὐδ’ ἐνθάδε ἴσμεν γεγονὸς ἀπὸ τοι- αύτης προφάσεως, ἐπ’ ὀρφανίᾳ γέ τινες τοῦτ᾿ ἐποίησαν, μᾶλλον δὲ οἱ ταῖς ὀρφανίαις εἰς ῥᾳθυμίαν χρησάμενοι. [*](R III 195) οἷς | γὰρ αὖ ἔρως παιδείας, τὰ μὲν ἀφεῖσαν ἐπι- τρόποις καὶ νόμοις, αὐτοὶ δὲ ἔπινον, οἷα δὴ τῶν Μου- σῶν αἰ πηγαί. σοὶ δ’ ὁ πατήρ, εἰ καὶ ἀνθρώπῳ δυσ- χερεῖ συμπέπλεκται, ἀλλὰ ζῇ γε καὶ φωνὴν ἔχει καὶ [*](10 Athenae; cf. Isocr. Pan. § 24 sq.; Pac. § 49; Panath. § 124; Dem. p. 424,30; 1370,14; 13 Harpocr. s. v. αὐτόχθονες) [*](1 αὐτῶν scripsi ἄλλων libri edd | τούς Par 2 δ’ Re 4 πατήρ· Par | ἕξῃ μένων scripsi auctore Re coll. t. Ι 191,13 ἔξω μένων CPIB edd sed ἔσω τῶν λόγων δὲ μένων coni Bong p. 266 ἐξημμένων Par 6 λόγων Par 6 ἀνασπωμένους scripsi e Β coll. t. II 247, 6 ἀναπτομένους reliqui libri edd quod ut aoristum defendit Cobetus Misc. 147 8 πορίζοντας scripsi ὁρίζοντας libri edd | προσέθεσαν C 9 ταῦτ’ Re 11 οἱ Par 13 ὃ Ρ sed add m 4 | τοίνυν om Par | ἐνθάδε τοῦτο ἴσμεν Par | ἴσμεν Ρ sed ἴ in ras m 4 14 τοῦτο C 15 δ᾿ Re 16 τὰ om Par τὰ Ρ 17 δ᾿ Re παρεῖχον vel simile verbum post δὴ inserendum videtur 18 δὲ Re)

    117
    φθέγγεται καὶ οὐκ ἀκούει τι μᾶλλον τῶν ἀηδεστέρων ἢ λέγει. ἴσως δ’ ἄν τι καὶ παιόμενος ποιοῖ παρα- πλήσιον πύκταις ἐκείνοις οἱ τᾷ δύνασθαι πληττόμενοι φέρειν τοὺς πλήττοντας ἀπειπεῖν ἠνάγκασαν. καὶ μὴν εἰ μὲν πλουτεῖτε, κατὰ τοῦτ᾿ ἂν ἀντέχοιτε· εἰ δ’ ὀλίγα τὰ ὄντα ὑμῖν, οὐδὲν ἂν ὑμῖν ἐν ταῖς προσβολαῖς ἀπολλύοιτο μέγα.

    15. Γῇ μητρὶ τἠμῇ συμμάχων μὲν ἴδει ποτέ, ἐβοήθει δὲ οὐδείς. ἀπεδήμουν δὲ αὐτός, ἐν οἷς δὲ ἣν, ἤκουον. ἀλλ’ ὅμως οὔτε ἀνεκαλούμην οὔτε ἄκλητος ἀνιστάμην. οὐδετέρῳ γὰρ τοῦτ᾿ ἐφαίνετο πρέπειν. ἀλλὰ τὰ μὲν τῆς οὐσίας ὑπέρρει καὶ τῶν πωλούντων ἣν ἀγρούς, πολλὴν γῆν ἀπὸ πολλῶν ἐργαζομένην. ὅμως δὲ ἦν οὗπερ ἦν, νομίζων οὐ τὸ τὴν ἐν τῇ μάχη τάξιν λιπεῖν εἷναι μόνον κακόν, ἀλλὰ καὶ τὸ τὴν τοῦ μανθάνειν, εἴτε τις ὑπὸ τοῦ πατρὸς εἴη ταχθεὶς εἴτε αὐτὸς ὐφ’ ἑαυτοῦ. πρὸς μὲν | οὖν τὰς ἀγγελίας [*](R III 196) ἔκυπτον εἰς γῆν ἀπὸ λύπης καὶ τῆς λύπης μὲν οὐ περιῄειν ζητῶν φάρμακον, ἀλλ’ εἶχον ἐγγὺς ἐπ’ αὐτῶν τῶν χειρῶν αὐτὰ τά βιβλία, καὶ τῶν ἐξιόντων ἀγρῶν ἃ παρὰ τούτων ἦν ἀντιλαβεῖν ἐφαίνετό μοι καλλίω καὶ τιμιώτερα.

    [*](9 cf t. I 95,13 sq. 17 cf. t. I 96,2 21 cf. t. II 67,9; 11 107,5)[*](1 τί Β 2 λέγειν Par | ποιεῖ BPar edd 4 ἠνάγκασεν Ρ sed ὲν corr in ἃς m 3, hoc in ἂν m 5 6 ὄλωλε Par)[*](7 ἀπολλύοιτο Re ἀπολαύοιτο libri Bong 8 τἠμῇ scripsi e Ρ sed in ras m 5 τῆ μῆ CI sed in hoc ante μ pos m 3 τῆ μῆ BPar μῇ τῇ ἐμὴ Re 9 ἦν. om Par οὔτ᾿ (bis) Re | ἀνεκαλούμην Re ἐνεκαλούμην libri edd 12 ὑπέρρει Ρ sed ὒ in ras m 2 ἀπέρρει Par 13 ἠὺ scripsi ἦμεν CPB et coni Bong ἦ μὲν Ι edd εἰ μὲν Par cf. t I 95,14 τὸ om Β 16 τὸν inserui e Par om reliqui libri edd 18 καὶ om οὐ περιρεῖν om in lac 8 litt Par 21 μοι inser Par2)
    118

    16. Ἀλλ’ οὐδὲ Δημοσθένης ὁ Παιανιεὺς ἐν τῇ τῶν ἐπιτρόπων ἀδικίᾳ καὶ ταῖς κλοπαὶ καὶ ταῖς ἁρπαγαῖς τῇ μητρὶ παρεστηκὼς ἐθρήνει, ἀλλά καίτοι νοσήμασι τῶν περὶ τοὺς λόγους ἱδρώτων εἰργόμενος ὅμως ἣν ἐν τοῖς πόνοις, ἀφ’ ὧν ἔμελλεν εἰς ἄνδρας ἥκων δείξειν Ἀφόβῳ καὶ τοῖς ἄλλοις, ὧς οὐκ ἀκίνδυνα ἐτρύφων.

    17. Πόσα μὲν ἤκουεν Ὀρέστης ἐν Φωκεῦσι τρεφό- μενος περὶ τῶν ἐν Μυκήναις Αἰγίσθῳ τολμωμένων, ὃς οὕτω γήμας κακῶς οὐδὲ τὰς θυγατέρας εἴα τοῦ μετὰ Τροίαν έν δείπνῳ πεσόντος ἀναπνεῖν, ἀλλ’ ὅμως ἀνέμενε τῆς καθόδου τὸν καιρόν. εἰ δὲ προηπείχθη, τὸν μὲν βουλόμενον δίκην λαβεῖν ἐδείκνυεν ἂν, τού- του δέ οὐδὲν ἂν εἶχε πλέον.

    18. Ἀναμιμνήσκου δὲ καὶ τοῦ μετὰ λύτρων ἐπὶ τὸν νεκρὸν τὸν Ἕκτορος ἥκοντος. ὁ τοίνυν Πρίαμος ἄγων εἰς ἔλεον Ἀχιλλέα διὰ τῆς μνήμης τοῦ Πηλέως καὶ τῶν λόγων ταύτην ἀρχὴν ποιησάμενος κἀκεῖνον [*](3 cf. Lib. vit. Dem. § 2 p. 2,19 6 LIb. vit. Dem. § 3 p. 3,6 9 cf. t. II 219,9 10 cf. t. II 396,10 12 cf. Soph. El. 169. 305. 1154 | cf. t. IV 150,8 R 14 cf. Isocr. p. 315 d) [*](17 sq. II ὢ 486 sq.) [*](3 καίτοι] καὶ τοῖς Β 4 εἰργόμενος Ι Bong cf. p. 40, 8 6 Ἀφόβῳ scripsi e Ρ sed ι subscr in ras m 4 cum Cobeto Coll. 258 ἀφόβως reliqui libri edd | ἀκίνδυνον C 9 παρά C | τετολμημένων Par 11 τροίας C | ἀναπνεῖν Ρ sed ει in ras m 2, ν in ras m 5 12 ἀνέμενε scripsi e Par ἀνέμεινε reliqui libri edd 13 ἐδείκνυεν ἄν ex ἐδείκνυεν corr τούτου P sed οὐ in ras m 2, Ι sed οὐ ex ὢ corr m 2 τούτω C τούτε Par) [*](14 οὐδ’ ἂν Β 15 ἀναμιμνήσκω C 16 τὸν (2)] τοῦ Par 17 τοῦ πηλέως rursus inc fol. 252 in Α 18 ποιησάμενος des fol. 203 in Ι et Bong, κἀκεῖνον inc fol. 211 in Ι | κἀκείνω Par num ἐκεῖνον?)

    119
    ἔφη βαρυτάτων πειρᾶσθαι τῶν περιχώρων. καὶ οὐκ ἀντεῖπεν Ἀχιλλεὺς ἀκούων τούτῳ τῷ μέρει τῶν λόγων, ὧς ἄν τις εἰδώς, ὅτι ταῦθ’ οὕτως ἔχει. ἀλλ’ οὐ διά τοῦτο τὸν πόλεμον καὶ τὰ τοῦ πολέμου πράγματα ἀφεὶς καθελκύσας τὰς ναῦς ἧκεν εἰς Φθίαν κουφό- [*](5) τερον τῷ Πηλεῖ ποιήσων τὸν βίον, ἀλλά τοὺς μὲν ἐμίσει, τῶν δὲ οὐκ ἀφίστατο.

    | οἶμαι δ᾿ ἐν [*](R III 197) οἷς Πήλευς, καὶ πολλοὺς ἑτέρους εἶναι συγγενεῖς τῶν τῇ Τροίᾳ προσεδρευσάντων. μάρτυς δὲ ἱκανὸς τῶν τοιούτων κακῶν ὁ Θουκυδίδης λέγων· ἥ τε γὰρ ἀνα- χώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενο- μένη πολλὰ ἐνεόχμωσεν, ὥστε μὴ εἶναι τοῖς ἐπαν- ήκουσιν ἡσυχίαν εὑρεῖν. ἀλλ᾿ οὔτε τῶν ἄλλων οὐδεὶς τῶν οἴκοι φροντίζειν μᾶλλον ἠξίωσεν οὔθ’ ᾧ τοσαύτη πρόφασις ἀποπλεῖν ὑπῆν τὰ περὶ τὸ γέρας καὶ τὴν ὕβριν. ὁ δὲ οὐδὲ τῶν ὀμωμοκότων εἷς ἦν. ἔτι τοίνυν οἷ μὲν ἔμενον ἐν τῷ πολεμεῖν, ὅπως εἷς τὴν αὑτοῦ γυναῖκα κομίσαιτο. μόνος γὰρ ὁ Μενέλαος ἠδίκητο καὶ σῶμα ἔν ἥρπαστο, ἡ Ἑλένη. σὺ δὲ οὐκ ἄλλῳ πονήσεις, ἀλλὰ σὸν τοῦτο ἔστιν. ὥσπερ ἐκεῖνος ἐκεί- νῆν, οὕτως αὐτὸς τοῦθ’ ἔξεις.

    [*](5 II. ἁ 169 10 Thuc. Ι 12 15 II. ἁ 186. 203 16 Eur. Iph. A. 68. 78 18 II. ἁ 159)[*](1 βαρυτάτων scripsi βαρυτέρων libri Re 3 διατοῦτο PIBPar 6 τῆ πόλει ποιῆσαν Par 7 οἶμαι scripsi coll. p. 127,3 οἶδ' οἷδ’ libri οἷδ’ οἷδ’ Β οἵδ᾿ οὐδ' Par) Re οἴου δέ Cobet Coll. 259 8 ἑταίρους Ι 12 ἐνεώχμωσεν AIPar Re | ὥστε scripsi auctore Re coll. Thuc. 1. 1. ὥστε μὴ ἡσυχάσασα αὐξηθῆναι ἔτι τε Β ἔτι reliqui libri sed τε add P 2 I 2, Re 15 ὑπῆν τὰ scripsi (Mus. Rhen. ΧΧΧΙΙ 95) cum Cobeto Coll. 259 coll. Dem. p. 801, 26 ὑπήντα libri Re 17 εἷς αὐ- τοῦ CI 19 ἄλλω C 20 „malim καὶ ὥσπερ“ Re)
    120

    20. Ἐδείκνυον μὲν οὖν ἄνω που τῶν ἀμηχάνων ὂν τῷ σοφιστῇ πρὸς ὑμᾶς ἐπὶ τοῖς πεπραγμένοις γενέ- σθαι ποτ’ ἂν φιλίιαν, δῶμεν δὲ πολλὴν καὶ μεγάλην καὶ οἴαν ταῖς ὑμνουμέναις παραβάλλεσθαι γενήσεσθαι. ὑμεῖς δέ μὴ τοῦτο λογίζεσθε μόνον, ἀλλά καὶ τὴν [*](R III 198) ἐντεῦθεν ἐσομένην ζημίαν. ἢ θησαυροῦ μὲν | κω- λυόμενοι τυχεῖν οὐ πρᾴως οἰστὸν ἡγεῖσθε, λόγων δὲ κωλυόμενοι τυχεῖν πρᾴως ἀξιώσετε φέρειν;

    καίτοι τί τοσοῦτον ὁ Μίδας ὁπόσον ὁ Δημοσθένης; τί τοσ- οῦτον ὁ Κινύρας ὁπόσον Ἰσοκράτης; τί τοσοῦτον ὁ Λυδὸς ὁπόσον ὁ Λυσίας; τίς ἐγγὺς τῶν Ἀθηνῶν θή- σεται τὰς Αἰγυπτίας Θήβας; τίς ἴσον κρινεῖ τὸν έκα- τέρας πλοῦτον, χρήματα καὶ σοφίαν; οὗτος γὰρ δὴ τῶν Ἀθηνῶν ὁ πλοῦτός ἐστι. φέρ’ εἰ σοῦ τις δεῦρο βαδίζοντος λαβόμενος ἤρετο· σὺ δὲ δὴ τί μαθὼν ταύτην ποιῇ τὴν ὁδὸν καὶ διὰ τί τῶν παρόντων ἀμελῶν τά ἀπόντα ζητεῖς; οὐκ εἰς μέτρον ἂν ἐκατέρων καταστὰς πλέον ἂν ἐπειρῶ τι δεικνύειν ἐν [*](1 cf. p. 120,1 sq. 11 Her. Ι 80,4 cf. p. 38,19; t. Ι 631,8; t. II 268,12; 540,17; 648,2) [*](3 δῶμεν scripsi coll. t. III 361,19; t. III 213, 7 R ἐῶμεν libri Re θῶμεν Cobet 4 παραβάλλεσθαι scripsi coll. t. Ι 534,9 παραβαλέσθαι libri Re 7 πράως ΡΙΒ ῥᾳδίως coni FW Schmidt Verisimilia (Neu-Strelitz 1886) p. 16, sed πρᾴως post- modo (p. 22) tuetur coll. Plut. Mor. p. 787 c | οἰστὸν scripsi τοῦτ’ ἂν libri Re qui δεῖν φέρειν excidisse coni | ἡγεῖσθε] ἂν ἠνέγκατε Cobet ἂν ἠνείχεσθε Schmidt 8 κωλυόμενοι τυχεῖν cancellaverunt Cobet et Schmidt at cf. p. 32,3 Ι πράως ΡΙΒ 10 ὁ — τοσοῦτον in marg I 2 | ὁ Σωκράτης Par 11 ἀθηναίων Par 12 ἴσον κρινεῖ τὸν] ἢ συγκρίνει τἀς Par 13 οὕτω Par) [*](14 πλοῦτός ἐστι scripsi πλοῦτος εἰ libri Re adnotans: „locum hunc non “ | φέρ’ εἰ σοῦ scripsi auctore φέρ’ εἴ σού) Mnem. N. S. II 407 (Coll. 259) φέρεις οὕτος libri Re 15 παθὼν Cobet 16 ποιεῖ Cobet | διατί ΡΙΒ 18 τί API)

    121
    τοῖς δευτέροις;

    ἔγωγε ᾑρούμην ἂν πρᾶγμα δὴ πωλῆσαι πᾶν τῆς τοιαύτης οὐσίας ἥ λαμπροτέρους ποιεῖ τοὺς ἔχοντας οὐ μόνον τῶν ἐν λειτουργίαις δει- ξάντων αὐτούς, ἀλλὰ καὶ τῶν ἐν μάχαις καὶ πολέμοις καὶ στρατηγίαις. τίς γάρ ἀριστεύς, τίς ἡγεμὼν στρα- τεύματος οὐκ ἐλάττων ῥήτορος περὶ πολέμου καὶ εἰ- ρήνης λέγοντος ἐν ἐκκλησίαις ἄγοντος ἐφ’ ἑκάτερον, ὁπότε βέλτιον;

    23. τἄλλα | τοίνυν ἀφεὶς ἐξετάσω τὸν ῥητορι- κῆς διδάσκαλον. καὶ τὴν μέν πρόσοδον ἐῶ τὴν ὑπὸ τῶν ἐν ταῖς ὥραις περὶ γῆν νοσημάτων ἐμποδιζομένην, ἀλλὰ τὸ ἄρχειν εὐγενοῦς νεότητος πόσον τι; τὸ δὲ περὶ τοὺς λόγους ἐπιδιδοῦσαν ὁρᾶν; τὸ δὲ χωροῦσαν ἐπὶ βίων ὀδούς; τιμὰς δὲ τὰς παρὰ τούτων, τὰς παρὰ τῶν πατέρων, τὰς παρά τῶν πολιτῶν, τὰς παρὰ τῶν ξένων; οὗτοι καὶ τοῖς ἄρχουσιν αἰδέσιμοι τοῖς τε ἐλάττοσι τοῖς τε μείζοσι, κἂν αὐτούς τοὺς ἐν βασιλείᾳ λέγῃς.

    λέγω δὲ αἰδεσίμους τοὺς κεκλημένους τε καὶ ὄντας, οὐ κατ’ ἔρωτα καὶ αὐτὸς ἡμῖν ἀφῖξαι. ὧς ὅστις ὄνος ἐστὶ λεοντῇ κεκαλυμμένος, ἀθλιώτερος ἐν ἐλέγχῳ καὶ γέλωτι ζῶν ἢ εἰ σιγᾶν ἐγνώκει καὶ ποιεῖσθαι τὸν βὰ,ν ἀπὸ τοῦ λίθους τοῖς οἰκοδομοῦσι φέρειν ἤ τινος ἑτέρας [*](11 cf. t. p. 79,16 sq. 20 cf. t. II 245,6. Aesop. fab. 333) [*](1 ἔγωγε ᾑρούμην ἂν scripsi ἔγωγε ἡγοῦμαι libri Re ἔγωγ’ ἂν ᾑρούμην Iacobs Lectt. 207 | πρᾶγμα] ἅπαντα Iacobs 2 πω- λῆσαι om in lac 4 litt Β | πᾶν scripsi ἂν libri sed om in lac 2 litt Β, Re ἀντὶ Iacobs | οὐδίας ἣ scripsi auctore Iacobsio αἰτίας ὃ libri Re 4 αὐτοὺς Par 5 ante ἡγεμὼν ras 1 litt Ρ 6 ἔλαττον Par 8 ὁποτέρωσε? 9 τᾶλλα Α 12 τίσ Par sed σ eras τί Re | δὴ Β 14 τῶν inser Re om libri) [*](15 τῶν (1) om C 16 τοῖς τε — 19 κατ’ ἔ inser Par 2 18 καὶ om C 19 οὐ Par 20 λέοντι Par)

    122
    τοιαύτης ταλαιπωρίας. τοὺς μέν γε κἂν ἐλεήσαι τις, τοῖς δέ οὐκ ἂν συγγνοίη, οὐδέ γὰρ τῷ Φαέθοντι, ᾧ βέλτιον ἣν μὴ πεπεικέναι τὸν πατέρα μηδὲ χάριν εἰ- ληφέναι τοιαύτην ἧς τὸ πέρας ἐκπεσόντα κεῖσθαι τὸν ἡνίοχον.

    25. Ἀλλ᾿ ἐκεῖσε ἐπάνειμι, ὅτι οὐδὲν φαιδρότερον ἐν θεάτρῳ σοφιστοῦ τὰ πρέποντα κινουμένου τε καὶ σχηματιζομένου, ὅτε δὴ καὶ τοῖς κρατοῦσιν αὐτοῖς ἐκεῖνον ἐπέρχεται μᾶλλον ἡ σφᾶς αὐτοὺς εὐδαιμονίζειν, ὧς αὐτοῖς μὲν ἐν τοῖς ἑτέρων σώμασι τῆς ἰσχύος, τῷ σοφιστῇ δὶ ἐν τῇ ψυχὴ κειμένης.

    διὰ τοῦτο πα- τρὸς ἂν ἀκούσαις λέγοντος, ὧς ὑπέρ τοῦ τῷ παιδὶ τοῦτο ἐγγενέσθαι τὸ κτῆμα πάντα ἂν ἡδέως τά ὄντα εἴσενέγκαι, κἂν εἴ τί ποθεν ἕτερον γένοιτο. τό τε γάρ [*](R III 200) ἀντὶ τούτων ἐσόμενον εἶναι πολὺ κάλλιον | δύνα- σθαί τε ἀντὶ τῶν προειμένων ἀντεισενεγκεῖν ἴσα, ἔστι δὲ οὐ καὶ πλείω. καὶ τεθν·αίη δ’ ἂν ὑπὲρ τοῦ τοι- οῦδε πατὴρ ἥδιον τῷ τῆς φύσεως δικαίῳ προστιθε- μένων τῶν ἀπὸ τῶν λόγων.

    σκόπει τοίνυν πηλέ- [*](2 cf. t. II 218,2; 316,1 6 cf. Dem. p. 281,26 8 cf. p. 40,6; t. III 233, 2 R) [*](1 τούς Ρ sed e corr m 3 | ἐλεῆσαι τίς Par 2 τὼς Ρ | ᾧ Ρ sed et ι subscr m 4 et supra ὡ ras 3 μὴ δὲ ΑΡΙΒΡar 8 ὅν γε Iacobs Lectt. 207. Not. crit. in Apol. Socr. 5. App. Pors. Adv. 289 | κροτοῦσιν Β | αὐτοῖς reposui e CAPI αὐτούς Β αὐτοῖν Par αὐτῶν Re adnotans: „non video quorsum “ ἀγῶνας Iacobs 9 ἐκεῖνον scripsi auctore Re ἐκείνους libri Re 10 ἑτέρων Ρ sed in ras m 2 et inter ε et τ ras 2 litt „poterat “ Re 11 δ᾿ Re | διατοῦτο ΡΙΒ 14 „malim προσγένοιτό“ Re quod probat Cobetus Coll. 259. Misc. 158 | τότε IPar 16 προειρημένων CIB sed in hoc ῥῆ inser m 2, Par Ι εἰσενεγκεῖν Β | ἴσα in ἶσα corr Β 17 δὲ des fol. 211, οὗ inc fol. 205 in Ι | οὐ Par 18 ἡδίων Par)

    123
    κου πηλίκον καταθήσεις τὸν μισθόν, χάριτος ἀνονήτου δόξαν ἀθάνατον. εἰ δὲ καὶ τῆς οἰκείας τοῦτ᾿ ἔφερε τῷ πατρί σου χρόνον τινὰ στέρησιν, οὐκ ἂν εὑ φρο- νεῖν ἐδόκει παρ’ ἑτέροις μετοικῶν τοῦτον τὸν χρόνον ἢ σοὶ φθονῶν τοσαύτης δυνάμεως; πόνον ἔχει τὸ πρᾶγμα αὐτῷ. τί δ’ οὐ τῶν καλῶν τοιοῦτον; τοῦτο καὶ ἀθλητὴν στεφανοῖ καὶ στρατιώτην, τοῦτο καὶ κυβερνήτῃ παρέχει διασῶσαι τὸ σκάφος, τοῦτο καὶ ἰατρῷ τὸν νόσῳ δαπανώμενον, τοῦτο καὶ γεωργῷ τὰ διά τῆς γῆς. λόγος δὲ καὶ τοὺς θεοὺς ταύτην τῶν ἀγαθῶν ζητεῖν παρὰ τῶν ἀνθρώπων τιμήν, ἀντ’ ἀργυ- ῥίου κα·ὶ χρυσίου τοὺς πόνους.

    28. Παῖδας ἤδη μοί τις ἑαυτοῦ παραδοὺς ξένος οὐκ ἀνέστρεφεν, ἀλλ’ εἰσιὼν ἐκαθέζετο καὶ παιδαγωγὸς οὐδαμοῦ τῶν παίδων ἐφαίνετο. ἐρομένου δή μου ποῦ δ᾿ οὗτος καὶ τίς; οὐ γὰρ δὴ δώσεις, ἔφην, ταύ- την τοῖς υἱέσι τὴν ἐλευθερίαν, αὑτὸν ἔφησεν εἶναι τῶν αὐτοῦ τὸν παιδαγωγόν. καὶ οὕτως ἐποίησε καὶ τοῦτο | οὐκ ἐν ὀλίγοις ἔτεσιν. οὐ πραττο- [*](R III 201) μένου τῶν οἴκοι δήπουθεν ἠμέλει καὶ τοῖς μοχθηρο- τέροις τῶν οἰκετῶν ὑπῆρχεν ἄδεια κακουργεῖν. καὶ [*](5 cf. ad t. III 464,13 10 Epicharm. fr. 287 (ed. Kaibel) apud Xenophontem Mem. II 1,20) [*](1 ἀνονήτου Ρ sed νή in ras m 3, Ι sed ν (2) in ras m 3 2 δέ inserui e Β om reliqui libri Re | οἰκείας scripsi auctore Re οἰκίας libri Re 3 χρόνον Ρ sed οὐ supra ὂν pos m 5 χρόνου ΙΒ | φρονεῖν Ρ sed εἰ in ras m 2 4 παρ’ ἑτέροις in marg A 2 5 σὺ Par | φθονῶν; ΑΙ φθονῶν Par | δυνάμεως πόνον AIPar 7 καὶ (1) om Β | τούτω C 11 ἀνταργυρίου IPar 13 μοῖ τίς Β 14 ἐκαθέζετο reposui e ἐκα- θίζετο Re 16 ἔφη Par 17 αὐτὸν Par 18 αὐτοῦ Par ἑαυτοῦ Re | τόν om Β 19 οὐκ ἐν reposui e libris ἐν οὐκ Re)

    124
    ὁπότε τις πρὸς αὐτὸν ταῦτα λέγοι, πρὸς εἰδότα μὲν μᾶλλον ἔφασκε λέγεσθαι, πάνυ δὲ φαῦλον πρὸς τοῦτο τὸ κέρδος ἡγούμενον τὴν περὶ ἐκεῖνα βλάβην.

    ἥγη- σαι δὴ καὶ αὐτὸς παρεῖναί τέ σοι τὸν πατέρα καὶ παρέχειν αὐτὸν εἰς θεραπείαν τὴν σήν, εὐχὴ δέ, οἶμαι, πατρὶ νοῦν ἔχοντι παιδὶ παιδευομένῳ καὶ τὰ τῶν οἰ- κετῶν εἰσφέρειν, ἃ δ’ ἀπὼν ἐβλάπτετ’ ἄν, καὶ] οὐκ ἂν ἣν ἐλάττω δήπου τῶν νυνὶ γιγνομένων. οἶμαι δὲ καὶ θεῶν τινας αὐτῷ παρέσεσθαι καὶ βοηθήσειν καὶ οὐχ ἤκιστά γε τοὺς λογίους ἀμειβομένους ὑμῶν τὴν σπουδὴν τὴν περὶ τά παρ’ ἐκείνων δοθέντα.

    οἶμαι δὲ καὶ ἀνθρώπων τινὰς φανεῖσθαι τοὺς οὐκ αἰτιασο- μένους τὰ πραττόμενα μόνον, ἀλλὰ καὶ διακωλύσοντας λέγοντας, ὧς οὐ ταύτῃ ἐκεῖνον προσήκει τοῦ θρόνου ποιεῖσθαι φυλακὴν μᾶλλον ἢ τῷ δεικνύειν, ὡς ἀμεί- νοσιν ἑτέραις οὐκ ἐντεύξονται πηγαῖς. δεῖν γὰρ νι- κῶντα λόγοις κατέχειν τοὺς μαθητάς, ἀλλ’ οὐ φόβῳ τῶν τοὺς πατέρας αὐτοῖς περιστησομένων δεινῶν, εἰ μὴ μένοιεν αὐτοί. λυθείη δ᾿ ἂν καὶ τὰ νῦν ἐπικεί- μένα ταῦτα παύσαντος διαδοχῇ τὸν νῦν ταῦτα χαριζό- [*](R III 202) μένον ἀνδρὸς δικαιοτέρου. τάχα δ᾿ ἂν | εἴη μοι πρὸς αὐτὸν καὶ φιλία.

    [*](1 τίς ΙΒ 2 λέγεσθαι Ρ sed γε in ras m 2 4 τέ Ρ sed ἑ in ras m 4 τέ σοι e τόσον corr I 2 5 αὐτὸν Par ἑαυτὸν Re 7 καὶ cancellavi „videtur h. l aliquid “ Re)[*](9 παραγενέσθαι Par 10 οὐχήκιστά Ρ sed supra ἡ spir. asper eras et m 4, Par | λογίους scripsi e Ρ sed ἴου in ras m 5, Ι sed ίουσ in ras m 2 auctore Re λόγους reliqui libris Re)[*](12 αἰτιασαμένους Β ἐασομένους Par 14 ταύτῃ scripsi auctore Iacobsio Lectt. 208 ταύτην libri Re 15 ποιεῖσθαι scripsi auctoribus Re et Iacobsio προέσθαι libri Re | τῷ scripsi auctore Iacobsio τὸ libri Re adnotans: „malim “ δεικνύναι Iacobs 16 ἐντεύξεται Β 20 παύσαντος scripsi e Ρ sed ἁ ex ὁ corr m 4, Β παύσοντος reliqui libri Re)
    125

    31. Μὴ τοίνυν ἀπείπῃς μήτε σὺ μήτ’ ἐκεῖνος μήτ’ ἀμείνονος θελήσης εἶναι φαυλότερος μηδὲ ὧν κατη- γορήσεις ὕστερον, ταῦθ’ ὡς καλά ποίει νῦν μηδ’ ἀπελ- θόντα πόθει τὸν χρόνον ἀντὶ τοῦ παρόντι χρήσασθαι μηδὲ τίς ἂν ἧσθα τοῦτ᾿ οὐχ ἁμαρτών, λέγε πρὸς τοὺς συνόντας ἀντὶ τοῦ συνήδεσθαι σαυτῷ τῆς παρού- σης ἰσχύος.

    Ὀδυσσεὺς μὲν οὖν αἰσχρόν φησιν εἷναι δηρόν τε μένειν κενεόν τε νέεσθαι, σοὶ δέ οὐ· καλὸν πρὶν ὅσον ἄξιον διατρίψαι πὰρ ἡμῖν, Γαζαίοις φανῆναι. οὐδὲ γὰρ ἡδέως ὄψονται τὸν οὕ- τὼς ἐπανήίκοντα οὐδ’ ὡς ἔχοντα τὸ πᾶν ἀσπάσονται Μου ἐννοήσουσι συλλόγους καὶ τὴν ἐν αὐτοῖς δοκι- μασἰαν, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ τῆς ἀποδημίας χρόνου τὴν σὴν ἐπάνοδον | κακιοῦσιν οὔτ᾿ ἀπαιτοῦντες λόγον [*](R III 203) αὐτῷ τε τῷ μηδένα λόγον ἀπαιτεῖν κατεγνωκότες τοῦ πράγματος.

    ἀλλ᾿ ἢν μένῃς ὁπόσον ἄξιον καὶ τῆς τέχνης ἀεί τι λαμβάνῃς, ὥστ’ αὐτὴν ὅλην ἔχειν τε καὶ διδόναι δύνασθαι, προεκπέμψεις μὲν ἐλπίδας χρηστάς [*](7 II. β 298) [*](2 θελήσῃς reposui e CAPIB θελήσεις Par θελήσοις Re | μὴ δὲ libri | κατηγορήσῃς CI 3 μὴ δ’ libri μηδὲ τὸν ἀπελ- θὀντα vel παρελθόντα coni Cobetus Coll. 260 4 τὸν χρόνον scripsi auctore Re χρόνον τὸν libri Re | παρόντι scripsi auctore Re παρόντος libri Re τῷ παρόντι Cobet τοῦ παρόντος ὀνή- σασθαι Iacobs 5 μὴ δὲ ΡΙΒ Ι τὶς Par | τούτου Iacobs) [*](7 φησιν αἰσχρὸν Β 9 δ’ BPar Re | διατρῖψαι Ρ sed in ras m 4, fortasse recte cf. tamen ad t. II 339,9 10 Γαζαίοις scripsi coll. p. 126,8 ἀραβίοις libri Re Ἀραδίοις Cobet Mnem. Ν. S. II 407 coll. t. III 68, 6 11 οὐδὲ Re 12 τὴν om Par) [*](18 τοῦ om Par | ἐπιδημίας Par 14 ἀπαιτοῦντος Par 16 ἢν Ρ sed ’ e ’ corr m 2 17 λαμβάνεις Ι sed εἰ in ἡ corr m 3, Par προσλαμβάνῃς Cobet Coll. 259 et Misc. 158 | ὥστ᾿ αὐτὴν Re ὧς ταύτην libri | ἔχων Par 18 χρηστὰς scripsi auctore Re τᾶί libri Re)

    126
    περὶ ἑαυτοῦ, λυπήσεις δὲ μέλλων, εὐφρανεῖς δὲ φανείς. ἐπαίροι δὲ σοὶ καὶ τῷ πατρί, τῷ μὲν οὐ καταναγκά- σαντι πρὶν ἢ συμφέρειν παρεῖναι, σοὶ δ’ ὁμοῦ τήν τε ἐπ’ ἐκείνῳ λύπην τούς τε ὑπὲρ τῶν λόγων ἐνηνοχότι πόνους. ἀντίθες τοῖς νῦν ἀνιαροῖς καὶ τοῖς τοῦ πα- τρὸς δάκρυσιν, οὐ γὰρ ἀπιστῶ, τήν τε ἐξάξουσάν σε παρ’ ἡμῶν μετ’ εὐφημιῶν ἡμέραν τήν τε εἰς τὴν τῆς Ἰοῦς πόλιν εἰσάξουσαν ἡμέραν, ἢν ἐκ καλῆς γυναικὸς βοῦν ἐποίησε κὰτ ἀνάγκην ὁ Ζεύς.

    καὶ πολλαὶ πίστεις τῷ λόγῳ, ὃς ἐμοὶ μέν εἴρηται διὰ βραχέων, μᾶλλον δὲ οὐχ ὅλος, σοὶ δ’ ἅπας εἰρήσεται τὴν πόλιν ἐγκωμιάζοντι. δῆλον γάρ, ἐντεῦθεν ἄρξῃ τῶν ἄθλων ὑμνῶν πόλιν ἀρχαίαν καὶ τῆς Ῥωμαίων προ- βεβλημένην ἀρχῆς καὶ λόγων εἶναι βουλομένην ἐργα- στήριον. ὁ πατὴρ δέ σοι καθεδεῖται μερίτης τῶν ἐπαί- νων τοῦ θεάτρου κἀκεῖνον στεφανοῦντος. τότε τὰ [*](8 Non Tyrum, sed Ἰώνην id est Gazam significat cf. Steph. Byz. s. ν. Ἰόνιον πέλαγος et Γάζα; Eustath. ad Dion. Per. 92. Eckhel Doct. Num. III p. 449. Mionnet Descr. V p. 538 n. 121 sq.; 155 sq. Overbeck Kunstmythologie II 488 9 cf. t. Ι 451,3; II 463,12) [*](13 cf. Chor. p. 81,13 ed Boiss. 14 cf. ep. 916. 930. 938 16 cf. ad t. III 256,11) [*](1 ἑαυτοῦ Ι sed ἑ in σ corr m 3 2 οὐ καταναγκάσαντι scripsi e Par οὐκ ἀναγκάσαντι reliqui libri Re 3 σύ CIPar Ι δέ Re Ι ἐμοῦ Par 4 ἐπ᾿ in marg Α Ι ἐκείνω Ρ sed ὢ in ras m 2 Ι ἐνηνοχότας C 5 οὓς ante ἀντίθες inserendum coni Re, ἁ Iacobs Lectt. 208 | τοίνυν ante τοῖς νῦν inserendum coni Cobetus Coll. 260 6 comma post ἀπιστῶ posui e ΡΙ cum Cobeto om reliqui libri Re 7 τήν — 8 ἡμέραν inser Par 2 8 ἡμέραν del Cobet contra usum Libanii cf. t. II 277,12; 303,16; 311,7; IV 28,9 | νῦν C 10 τῶν λόγων Par 11 ὅλοσ Ρ sed ὁ (2) in ὢ corr m 2 et ὁ supra ὢ pos m 4 ὅλως Ι | δὲ Re) [*](12 τἀρὶ > Iacobs et Cobet fortasse recte | ἄρξει Par 15 μερίτης Β μεριστὴς Par 16 τανῦν Par)

    127
    νῦν πικρὰ καὶ χαλεπὰ φίλα τε καὶ ἥδιστα κρινεῖ, τότε τῷ πάντα γενναίως ἐνεγκεῖν αὐτὸν ἐπαινέσεται.

    οἶμαι δὲ καὶ περὶ τὸν Ὀδυσσέα τουτὶ γενέσθαι ἤδη τε ὄντα ἐν Ἰθάκῃ καὶ τὴν ἀρχὴν | μετὰ [*](R III 204) τοῦ παιδὸς καὶ τῆς γυναικὸς αὖθις εἰς ἑαυτὸν ἔχοντα. ἔχαιρε πεπονθὼς ἃ ἐπεπόνθει διὰ θαλάττης ἐρχόμενος, καὶ παρεῖχεν ἑορτὴν αὐτῷ τῶν φοβερῶν ἐκείνων ἕκαστον καὶ αὐτός γε ὁ Κύκλωψ καὶ τὸ σπή- λαιον αὐτοῦ καὶ ἡ θύρα καὶ ὁ λίθος.

    τίς ἔσῃ ψηφίσματι καὶ γνώμῃ κοινῇ πρὸς θρόνον ἀγόμενος; τίς πλατεῖ διδασκαλείῳ τὸ μεταχωροῦν δεχόμενος; τίς εἰς ἀγῶνα προκαλούμενος; τίς ἀγωνιζόμενος; τίς κρα- τῶν; τίς κηρυττόμενος; ὁ δ’ ἢ πτήξας καὶ πεσὼν ἀπὸ τοῦ φρονήματος πεσεῖται καὶ θεραπεύσει τὸν κρείτ- τονα τοῦ μὴ καὶ τῆς προσηγορίας ἐκπεσεῖν χάριν εἰδὼς τοῖς θεοῖς ἢ φιλονεικῶν ἀγαθὸν ἡγήσεται σύμ- βουλον τὸν Ἡσίοδον οὐκ ἐῶντα τοῖς κρείττοσιν ἀντι- φερίζειν.

    [*](5 Od. ψ 301 8(1. 9 Od. ι 304 8(1. 17 Hes. opp. 210 ed. Rzach, in cuius apparatu hic locus desideratur)[*](1 τε inserui e libris om Re | κρίνει Par 2 τὸ Par | αὐ- τὸν ἐνεγκεῖν Β αὑτὸν Ρ sed in ras m 2, Ι sed ‘e’ corr m 2 αὐτὸν Par 3 τοιοῦτό τι Iacobs Lectt. App. Pors. Adv. 284)[*](5 ὧς ἑσυτοῦ Iacobs (,,tamquam sua“) 6 num ἑλόντα? „mihi videtur leg. ὁρῶντα (vel ἰδόντα) ἐλθόντα“ Re 7 αὐτῷ Ι ἑαυτῷ Β 10 θρόνον scripsi auctoribus Iacobsio Lectt. 208. Anth. Pal. III 490 et Cobeto Mnem. Ν. S. II 408. Coll. 260 ὅρον libri Re 11 πλατεῖ διδασκαλείῳ scripsi auctore Cobeto πλάτει πλάττει CI sed in hoc prius τ eras, Par) διδασκάλῳ (in διδασκαλίας corr I 3) libri Re qui πλατεῖ διδασκάλῳ coni | διδασκάλω — 12 ἀγῶνι (in ἀγωνιζόμενος) praemisso κείμενον in marg I 2 | τὸ μεταχωροῦν — 12 προκαλούμενος om Par 13 ὅ BPar | δ᾿ ἡ scripsi e BPar cum Cobeto δὴ reliqui libri sed ἑ supra ὴ scr P 2, Re 14 πέσει τὸ Par 16 ἢ καὶ Β)
    128

    37. Ταῦτα καὶ τὰ τοιαῦτα μάλιστα μὲν ὁ σὸς πατὴρ ἐπίδοι καὶ τὴν ψυχὴν ἐν πολλοῖς ἀγαθοῖς ἀφείς μετασταίη, εἰ δ’ οὖν καὶ φθαίη, τῶν ταῦτ᾿ ἀγγε- λούντων οὐκ ἀπορήσει. οἱ γὰρ ἀεὶ καταβαίνοντες ἐκεῖσε τὸ τῶν ζώντων πρὸς τοὺς ζῶντας ποιοῦσι πρὸς τοὺς τεθνεῶτας.

    38. Ὅταν οὖν, ὦ Ἀναξέντιε, τῶν τἀναντία τοῖς εἰρη- [*](R III 205) μένοις ὐπ’ ἐμοῦ παραινούντων ἀκούῃς, | ἐχθρούς τε αὐτοὺς ἡγοῦ καὶ σοῦ καὶ τοῦ σοῦ πατρὸς καὶ μεμνημένος ὧν διῆλθον διέλεγχε τῆς συμβουλῆς τὴν βλάβην.

    [*](3 cf. t. II 302,2 3 φαίη Par | ταῦτ᾿ ἀγγελούντων scripsi auctore Cobeto Mnem Ν. S. II 408. Coll. 260 ταῦτα λαλούντων libri Re 4 ἀεὶ καὶ καταβαίνοντες Par 7 οὑν inser Par 2 8 ἀκούεις Par 9 καὶ (3) om CAP sed in hoc in marg inser m 2, Par inser Re 11 τέλος τοῦ πρὸς ἀναξέντιον λόγου subscr A, πρὸς ἀναξέντιον Ρ, πρὸς τὸν ἀναξέντιον I)