Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
εἰπόντος δώ- σεις. τί οὖν; οὐκ εἶπον ἤδη; ἢ οὐδὲν τὰ τότε ῥηθέντα καὶ τά διὰ τὰ ῥηθέντα πραχθέντα πᾶσαν ἀπάντων θεάτρων ἀποκρύψαντα τὴν βακχείαν; σύ δέ τότε μὲν [*](R III 182) οἷς οὐκ ἄλλος ὡμολόγεις τετιμῆσθαι, | νῦν δ’ ὧς ἀντ’ οὐδενὸς δώσων, εἰ δοίης, λαβεῖν ἀξιοῖς πρότερον, εἰ μέλλοις δώσειν. καίτοι χάριν μέν ἐκείνων ἔχων ἐπὶ τὴν ἀμοιβὴν ἴθι, μικρὰ δὲ αὐτὰ νομίζων καὶ οὐ- δέν, θαυμαστὸν οὐδέν, εἰ μηδὲ ταῦτ᾿ οἰήσῃ τι εἶναι, ὥστ᾿ οὐχὶ θαυμάσαιμ’ ἄν, εἰ καὶ λαβὼν οὐ δώσεις.