Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ἃ μὲν οὖν ἤθελεν, ἣν ἐκεῖνα, ἃ δὲ ἠνάγκασται, ταῦτα. ἃ οὐκ αὐτοῦ δίκαιον νομισθῆναι μᾶλλον ἢ τοῦ βιασαμένου, πλὴν εἰ τοῦτο δύναιτο πείθειν, ὡς ἅπαντα τοῦτον ἐκάθευδε τὸν χρό- [*](1 cf. Thuc. IV 19,1) [*](1 ὡς inserui coll. p. 99, 7 | ὅτε Mor sed γρ ᾤετο in marg | διεκρούσατο λόγους, ἀνταιτήσας ἐμούς ἐπαίνους Μοι 2 ἑαυτῷ Mor | μέν οὑν ὧς Mor 4 ἐπῄει Mor 6 αὐτὸν Mor ἑαυτὸν Re 6 γ’ Re 7 post ἦν lacunae singa, ὁ ante περὶ posuit Mor 8 οὓς (2) delendum? 9 αὐτῶν Ρ sed ν eras et ι sub ω pos m 3, Ι sed ν eras malim αὐτοῦ 12 τῷ om Mor 15 νομίζων προσήκειν Mor sed γρ νομίζειν in marg 16 αὐτὸν Ρ sed ὐ in ras m 2 αὐτὸν Α | ποι reposui e CAP πη Ι edd) [*](17 ἠμεληκότας CAP sed in hoc ς eras, I ὡς Mor 20 ἐκεῖνα ἦν Mor | δ᾿ Re)
78. Καὶ τὸν Ῥωμύλον φήσει τοῦτ᾿ ἂν σῶσαι [*](R III 181) μόνον. διά τί; καὶ γὰρ | ἂν μὴ τοῦτό σοι γένη- τᾶι, ἕτερα δήπου γεγένηται. ὧν ἴν ἐστιν ἃ παρ’ ἡμῶν ὁ παῖς σοι κτησάμενος ἔχει μεγάλα καὶ αὐτῷ σοι δο- κοῦντα καὶ τῆς εὐνῆς ἀναστήσαντά σε πολλάκις. οὐκ ἐχρῆν οὖν τούτοις δοθῆναι τὴν χάριν, εἰ καὶ μηδὲν ἦν προσλαβεῖν; ἢ καὶ πρὸς ἀριστέα δωρεᾶς μεμνημέ- νον ταῦτα ἂν ἔλεγες, ὡς ἐπὶ δευτέρᾳ ἂν ἀριστείᾳ λάβοι, τὸ πραχθὲν δὲ οὔπω τιμῆς ἄξιον;
εἰπόντος δώ- σεις. τί οὖν; οὐκ εἶπον ἤδη; ἢ οὐδὲν τὰ τότε ῥηθέντα καὶ τά διὰ τὰ ῥηθέντα πραχθέντα πᾶσαν ἀπάντων θεάτρων ἀποκρύψαντα τὴν βακχείαν; σύ δέ τότε μὲν [*](R III 182) οἷς οὐκ ἄλλος ὡμολόγεις τετιμῆσθαι, | νῦν δ’ ὧς ἀντ’ οὐδενὸς δώσων, εἰ δοίης, λαβεῖν ἀξιοῖς πρότερον, εἰ μέλλοις δώσειν. καίτοι χάριν μέν ἐκείνων ἔχων ἐπὶ τὴν ἀμοιβὴν ἴθι, μικρὰ δὲ αὐτὰ νομίζων καὶ οὐ- δέν, θαυμαστὸν οὐδέν, εἰ μηδὲ ταῦτ᾿ οἰήσῃ τι εἶναι, ὥστ᾿ οὐχὶ θαυμάσαιμ’ ἄν, εἰ καὶ λαβὼν οὐ δώσεις.