Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
τί οὖν μὴ ταῦτα ὁμολογεῖ καὶ οὕτως ἀπολογεῖται, ἀλλ’ ἀξιοῖ πείθειν ὑβρίζων περιφανῶς, ὡς τιμῶν οὐ πέ- παυται; ὅς γε καὶ διὰ τοῦ πολλὰ αὐτῷ συνει- δότος θυρωροῦ χθὲς ταὐτὸν ἐποίησε μιμουμένου τὸν διδάσκαλον. ὡς γὰρ ἔλαβεν ὁ τοιχωρύχος γράμματά μου μεμφόμενα | δεσμὸν μητρὸς καὶ κόρης ἄδικον, [*](R III 174) ἀκήλασε τὸν δόντα τὰ γράμματα φήσας οὐκ ἐμά ταῦτα, τοῦ δεδωκότος δὲ εἶναι.