Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ᾔτεις διφθέ- ραν, οὐχ ὡς ἐκγραψάμενος ἔχης τὰ ’κεῖθεν, ἀλλ’ ὅπως [*](R III 172) αὐτὴν ἐκείνην. τουτὶ δὲ οὐκ ἐραστοῦ | μηδὲ στατῆρι τά παιδικὰ τιμᾶν. τί οὑν ἠδίκει μὴ διδοὺς τῷ μὴ ἀποδώσοντι; κτήσασθαι δὲ οὕτω βούλεσθαι καὶ τὰ οὐ πολλοῦ λόγου παντὸς ἂν εἴη.
69. Σὺ δὲ ὅστις εἰς ἐμέ, δεδήλωται μέν οἷς ἔφην, εἰ καὶ πολλὰ παραλέλειπται, σαφὲς δὲ ἔσται καὶ τῷδε. τοῖς γὰρ ἐν τῷ διαφθεῖραι τὰ πρὸς τὸν διδάσκαλον δίκαια κακοῖς ἐξελεγχθεῖσι συζῇς, σύνει, συνδιατρίβεις, ὁμιλεῖς, συνδειπνεῖς, συμπίνεις, συναριστᾷς, κἂν αὐτοῦ βουληθῶσι καθεύδειν, ἐξουσία πολλὴ καὶ τὸ κωλῦον οὐδέν. οἱ δὲ ἐν ἑκάστῳ τούτων λόγοι κατὰ τῶν ἐμῶν τρόπων, ἔχοντες μὲν ὑγιὲς οὐδέν, πολλὴν δὲ ἡδονὴν [*](R III 173) ἀμφοτέροις, τοῖς τε ψευδομένοις τῷ | τε ἀκούοντι.