Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

τοῦ γὰρ νόμου καθ’ ὂν οὐκ ἔξεστι τοῖς ἄλλοις εἰς τὰς τῶν ἀρχόντων καταγωγὰς βαδίζειν ἥκοντός τε καὶ κρατοῦν- τος καὶ τὰς εἰσόδους κωλύοντος τὰ μὲν τῶν ἄλλων ἐκεῖσε γραμματεῖα καθ’ ἑκάστην φέρεται τὴν ἡμέραν γιγνομένων ἀντὶ τῆς γλώττης τῶν γραμμάτων, ἐμὸν δὶ οὐδέποτε. τὸ δ’ αἴτιον, πρὸς τοὺς μὲν εἶπεν, ὅτι δεῖ πέμπειν καὶ περιεῖναι τοῦ νόμου, πρὸς ἐμέ δὲ οὔ. καίτοι καὶ μὴ πειθόμενον τοῖς πρώτοις ῥήμασι δευ- τέροις ἔδει καὶ τρίτοις ἐπαναγκάζειν καὶ τὴν σπουδὴν ἐκτεῖναι μέχρι τοῦ τέλους ἔχουσάν τι καὶ ἀπειλῆς ἢ γένοιτ᾿ | ἂν ἐκ φιλίας. νῦν δέ μοι δοκεῖ τῶν [*](R III 168) μέν ἄλλων εἵνεκα καταμέμφεσθαι τὸν νόμον, τῷ δὲ πρὸς ἐμὲ μέρει θαυμάζειν.

[*](13 cf. or. LI p. 3 sq. et LII p. 23 sq. 16 Isocr. Panath. p. 277 a)[*](1 αὐτὸν Par Mor 2 τὰ τῶν φίλων. ἀλλ᾿ inserui, τά τῶν ίλων post φίλους inser coni Re 6 δ’ Re 9 ἐπίορκου Par Mor 11 τῶν om Par Mor 17 ἐμὸν scripsi auctore Re ἐμῶν libri edd 18 τους Ρ 19 περιεῖναι <ταύτῃ> < τοῦ coni Re 20 πειθόμενος Mor 22 ἣ om Par Mor)
98

62. Ὡς δέ λέγει μὲν φιλεῖν, πράττει δὲ τοὐναντίον, Ῥωμύλος πάλιν ἑλκόμενος δείκνυσιν. ὂν ἑλκόμενον ᾔδει πάλιν ἐγκείμενον ἐμοί. καίτοι τοῦ γε φιλοῦντος ἣν οὐ κακὸν εὗδον ἀνεγείρειν, ἀλλ’ εἰ καί τις ἄλλος ἐπεγείροι, κοιμίζειν. νῦν δὲ κἀκείνῳ περιέστησε τοὺς δάκνοντας, ὅπως ἐκεῖνος ἐμέ. καὶ τοῦτο δρᾶται πολλά- κις καθ’ ἑκάστην ἡμέραν οὐκ ἐωμένης τῆς πρὸς τοὺς νέους ὁμιλίας κόσμῳ χωρεῖν.

63. Ἀλλ’ ἐκεῖνο φιλοῦντος, εἰπέ μοι, τὸ φυγεῖν δικάσαι τὴν δίκην ἐν ἡ διά τὴν τῶν δικαίων ἰσχὺν ᾔδει μοι θησόμενος; καίτοι καὶ παρεκάλει πρότερον [*](R III 169) εἰσελθεῖν καὶ τὸ μέλλειν ἐμέμφετο καὶ | μεθ’ ἡμῶν ἔλεγεν εἶναι τοὺς νόμους.