Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

λυπηρὸν μέν οὖν καὶ τοῦτο τῷ Διφίλῳ ἀντὶ τοῦ ἄστεος τὸ προάστειον ἔχειν, ὅμως δέ ἐπείθετό μοι φέρειν καὶ προσεδόκα κλήσεις δι’ ἐπιστολῆς εἰς Δάφ- νην μετὰ τὴν Σελεύκειαν. ὁ δὲ καταγελάσας μὲν Διφίλου, καταγελάσας δέ ἐμοῦ παρεῖχεν αὑτὸν ἑτέροις ἔπεσιν ἃ πρόσθεν ἐπεφεύγει. Δίφιλος δὲ ἣν οὐδαμοῦ οὐδ’ ἐγώ. δεινὸν γὰρ ἐνόμιζεν, εἰ πρὸς τὴν Παλαι- στίνην ὑπάρξει Διφίλῳ λέγειν εἶναί μοί τινα δύναμιν οἵαν φίλον ὠφελεῖν. ἐκεῖνος μὲν οὖν ἀπῆλθεν εἰπὼν οὐκ ἀμελήσειν τῆς δίκης ἢν οἶδεν ὀφειλομένην αὑτῷ, ἐμοὶ δ’ ἀρκεῖ τὸ δεῖξαι πᾶσιν ἀνθρώποις, ὡς κἀν τούτοις ἠτιμαζόμην.