Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ἐβούλετο μὲν | γὰρ ἀπελθεῖν με ὧς ἂν οὐχ [*](R III 162) ἡδέως ὁρῶν, φυγὼν δὲ τὸ διαρρήδην εἰπεῖν, ὧς ἀπ- ελθὼν χαριοῦμαι, τὴν ὁδὸν προστησάμενος καὶ τὸ αὐτίκα ἅψασθαι τοῦ πράγματος ἐμὲ μὲν ἤπειξε καλέσαι χεῖρας αἵ με διεξοίσουσι, καὶ ἣν ἔξω τῶν πυλῶν τιμᾶν αὐτὸν ἀξιῶν οἷς ἐν τῷ τοιούτῳ νόμος. ὁ δὲ ἠρίστα μένων καὶ πιὼν ἐκάθευδεν. ἐγὼ δ’ ἔκαμνον, ὁ δ’ Ἥλιος οὐ πόρρω τῶν Ὠκεανοῦ ῥευμάτων. ἀπειπὼν οὖν ἐπ᾿ ἀπειποῦσι τοῖς οἰκέταις ἔστενον, πρίν γε δή τις ἐλεήσας τὸ γιγνόμενον εἶπε τό | τε ἄριστον [*](R III 163) καὶ τὸν ὕπνον. οὕτω δὴ ἀπηλλαττόμην οὐ σφόδρα ὑγιαίνων.

55. Ἀλλ᾿ ἐν τοῖς περὶ Δίφιλον τὸν Δαναοῦ τοῦ γραμματιστοῦ τοῦ νέους πολλοὺς πεπαιδευκότος, πράτ- των δὲ οὕτος ταὐτὸ τῷ πατρὶ νικᾷ τὸν πατέρα τῷ καὶ ποιητὴς ἀγαθὸς εἷναι, τούτοις οὑν τετίμημαι; ἀλλ’ ὧς μὲν αὐτὸν ἀνέστησε τῆς Παλαιστίνης οὐδὲν δεό- μενον ὑποσχόμενος θέατρά τε καὶ τὸν ἀπ᾿ αὐτῶν χρυ- σὸν καὶ ὧς εἰς Κιλικίαν ἀγαγὼν μετ᾿ οὐδεμιᾶς τῆς παρ’ ἑαυτοῦ βοηθείας σιγήσαντα ἐπανήγαγεν | ἀριθμή- "[*](R III 164) σαντα τἀς πόλεις καὶ τῇ καθ’ ἡμέραν δαπάνῃ κάμνοντα, ταυτὶ μὲν ἐάσω.