Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
τοιαῦτα τοῖς ἐμοῖς ὀφθαλμοῖς τε καὶ ὠσὶν ἐχαρίζετο καὶ ὡς ἐξεφερόμην, ῥήματα ἠφίει κατ’ ἐμοῦ πολλὴν ἔχοντα βλασφημίαν ἁμιλλω- μένην πρὸς τὴν πρὶν εἰσελθεῖν με γεγενημένην. ὑπὲρ ὧν ἀμφοτέρων ὕστερον ἐπυθόμην τῶν συνήθων τινὸς καὶ μηνύσαντος καὶ παραινέσαντος μήτε θαμίζειν ὡς αὐτὸν μήτ’ ἀξιοῦν τινος τυγχάνειν.
45. Τὰ τοίνυν Ἰουλιανόν, οὐ διατετέλεκα κηδό- μένος, καθελόντα πῶς οὐχὶ καὶ τἀμὰ καθῄρει τῷ μηδὲν ὠφελεῖν δύνασθαι; τὸ μὲν γὰρ βούλεσθαι πᾶσιν ἣν δήπου δῆλον. τὸν οὖν ἄνθρωπον τοῦτον τὸν τὴν μικρὰν οὐσίαν ἢν εἶχεν ἀνηλωκότα περὶ τοὺς τῶν [*](R III 155) ἀρμάτων | δρόμους, καταστάντα πραγμάτων ἐπι- μελητὴν ὐπ’ ἀρχῆς οὐκ ἀφανοῦς, ὧν τὰ μὲν ἐν τῇ πόλει, τὰ δὲ ἐπιόντα τοὺς ἀγροὺς ἔδει θεραπεύειν, τοῦτον τοίνυν αὐτὸς ἀπήλασεν οὔτε κατηγόρων γρα- ψαμένων οὔτε πραγμάτων ἀντὶ τῆς ἐκείνων φωνῆς [*](14 cf. p. 81,4 8) [*](1 γενὀενον e γεγενημένον corr Α γενόμενον οὐκ ἂν aut οὐκ ἂν γενόμενον coni Re num <γενόμενον οὐδ᾿ ἂν> ὑπὸ γε- νὀμενον? 6 πηδῶσι C 9 ἀφίει Par Mor 11 ἐπειθόμην C) [*](14 οὐ τετέλεκα Par Mor 16 γάρ οὖν Par Mor 18 τῶν om Par Mor 20 ὧν scripsi cum Re Anim e Ρ sed ὧ ex ὃ corr, Ι ὃν CA ὄντα Par ὄντα, τά Mor sed γρ ὄντα in marg | τα P 22 αὐτὸς scripsi auctore Re αὐτὸν libri edd 23 οὔτε bis P sed alterum m 2 τῶν ante πραγμάτων inser I)
46. Ἆρ’ οὖν καὶ τούτοις τετίμημαι; ἢ καὶ τοῖς περὶ τὸν παῖδα τὸν Βύζου; ὂν ὕβρισε μέν τις ὑπ’ ὀργῆς, νήψας δ᾿ αὑτὸν κατεμέμφετο καὶ τῷ δεδομένῳ παρὰ τῶν νόμων χρώμενος | ἐπ’ ἀμυθήτοις γε τοῖς [*](R III 156) κεκριμένοις ἐδεῖτο τῆς αἰτίας ἀφίστασθαι καὶ μηδένα εἶναι τὸν ἀναγκάζοντα διώκειν. ὁ δέ, ἀλλὰ δίς, ἔφασκε, διώκειν, κἂν εἰ μὴ βούλοιο, βουλόμενος λαβεῖν ὑπὸ χεῖρα τὸν νέον. ἐνταῦθα τί μὲν οὐκ εἶπον; τί δέ τῶν εἰς δεήσεις φερόντων παρέλιπον, οὐκ ἀδικοῦντα ῥυόμενος, ἀλλ’ ὅπως μὴ πάθοι τι κακὸν ἀδίκως; ὁ δ’ ἔμενε πολεμῶν τε τῷ νόμῳ καὶ τὴν ἐπι- θυμίαν τὴν αὐτοῦ πρὸ τῆς ἐκείνου φιλανθρωπίας ποιούμενος.
47. Καλή γε ἡ τιμὴ καὶ πρὸς ταύτῃ γε ἐκείνη. ἠξίουν μὲν αὐτὸν ἐλευθερῶσαι τῆς σιτηγίας | τοῦ [*](R III 157) θεοῖς ἐοικότος τε καὶ ὁμιλοῦντος τοῦ φιλοσόφου τὴν ναῦν καὶ δοῦναί οἱ δι᾿ ἐμοῦ τὴν χάριν οὐδὲν αὐτοῦ [*](20 cf. Dem. 1286, 17 21 cf. p. 36, 13 | Thalassii cf. p. 99,8; t. III 289,11; 816,5) [*](2 αὐτὸν Par Mor 8 ταῦτα Par Mor | ἐποίσω C 6 τε- τίμηται‚ εἰ Par Mor 7 Βύζου scripsi Βίζου libri edd | ὕβριζε Mor | μέν om Par Mor 8 δέ Par edd | αὐτὸν αὑτὸν e CAPI αὐτὸν Par edd 9 τὸν νόμον Ι 12 εἰ κἂν Par Mor | βούλοιτο coni Re 15 πάθοι τι] πάθοιτο Par Mor 16 ὃ δ᾿ Α ὅ δ’ Ρ sed add m 4 ὅ δὲ Ι ὅδε Par Mor | μὲν ἐμπο- λεμῶν Par Mor 20 ἐλευθερῶσαι inser Par 2 21 τὴν ναῦν om Mor 22 χάριν] ναῦν Mor)
48. Καὶ γὰρ Δομνίνῳ γε τῷ σοφιστῇ τὴν παρά τῶν πολιτῶν αὐτοῦ Χαλκιδέων ἐψηφισμένην τιμὴν τοῦτ᾿ ἂν ἐποίησε κυρίαν. νῦν δ’ ὁ δίκαιον ἂν ἦν καὶ καλὸν καὶ εὔλογον τῆς παρ’ ἄλλου σπουδῆς τυγ- χάνον, τοῦτο καὶ ἄδικον καὶ αἰσχρὸν καὶ λόγον οὐκ ἔχον μέλλον γέ τινα ἡδονὴν οἴσειν ἐμοί.
49. Ὅτι δ᾿ οὐ κακῶς εἰκάζω, γνοίη τις ἂν ἐντεῦθεν. τὸ δεσμωτήριόν ποτε διορύξαντές τινες τῷ τοῖς σώμασι περικειμένῳ σιδήρῳ τῆς νυκτός σφισι συναγωνιζομένης ἐτράποντο πρὸς λῃστείαν. καὶ οἱ μὲν ἐπετίθεντο τοῖς ὁδοιπόροις, ὁ δὲ ἄρχων ἐφ’ οἷς ἣν ἡ θύρα τὴν αἰτίαν ἦγεν. οἱ δ’ ἀπέφαινον αὑτοὺς ἀναιτίους, ὡς μὴ εἶναι τιμωρίᾳ χώραν. ἕτερος ἄρχων καὶ κρίσις ἑτέρα καὶ τὸ μὴ μετὰ τῶν φυλάκων τετολμῆσθαι τὸ ἔργον ἀν- ωμολόγητο.