Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ἠξίουν τοίνυν αὐτὸν ἀκολουθῆσαι παραδείγμασιν, ὅσοι τὸν Ῥωμύλον ἀφεῖσαν διὰ τὴν ἄγαν πενίαν. ὁ δὲ μόλις εἴξας καὶ στήσας βίᾳ τὴν εἴσπραξιν καὶ παύσας τὰς ἀνάγκας αὖθις περιέθηκεν εὐθὺς τῆς ὑστεραίας ὥσπερ [*](1 p. 98,2. ep. 807. 808. 809 6 Thuc. Ι 96,3 8 cf. t. II 428,8; III p. LIX 17 cf. t. Ι 200,1. ep. 1187. 764) [*](1 δ’ Re 2 ἀπόρου Par Mor 3 τὰ εἰωθότα om Mor | μὴ Mor sed γρ τῷ μὴ in marg 6 γίνεται Par edd 9 οἳ Α οἴ Ρ | δὲ Par edd 10 ὤσαντο δὲ οὐ Par Mor) [*](12 εἴα Par Mor 20 γε Par sed γ eras δὲ Mor 23 διὰ Par Mor)

89
συμβούλῳ τῇ νυκτὶ χρησάμενος. καὶ ἣν τὰ δεύτερα τῶν προτέρων πολλῷ χαλεπώτερα. τὰ μέν γάρ ἣν ἀπειλὰς ἀκούειν ὑπηρετῶν, τὰ δ’ ἐν τῷ δικαστηρίῳ τε ἑστάναι καὶ ταῖς βοαῖς τοῦ δικαστοῦ βάλλεσθαι καὶ τὸ μετάφρενον ἔχειν ὑπὸ χερσὶ τῶν βασανιστῶν.

42. Ἕτερον δέ γε πρὸ τοῦδε, ἐν ᾧ πάλιν οἱ βασα- νισταί. μῖμός τις εἶναι φοβερὸς βουλόμενος τοῖς τὰ λάχανα πωλοῦσιν, ὅπως αἰτῶν ἀργύριον λαμβάνοι, ῥῆμά τι κακόηθες ἐπ’ αὐτοὺς ἀφῆκεν. ὁ δὲ διδασκάλῳ περὶ τούτων ὧσπερ ἐνὶ τῶν καλῶν κἀγαθῶν τῷ κατα- πτύστῳ μίμῳ χρησάμενος θήραν νυκτὸς τῶν ταῦτα πωλούντων ἐποιήσατο τὸ σείειν | τοῖς στρατιώταις [*](R III 153) ἐκδούς. τοῦ δὲ ἐπιστατοῦντος αὐτοῖς, ἀνδρὸς πολι- τευομένου, καλοῦντός με ἐπὶ συμμαχίαν ἧκον. πῶς δέ οὐκ ἔμελλον οὔτε ἀδικημάτων ὄντων εἴτε τι καὶ μικρὸν ἡμάρτανον, τοῦ καιροῦ τὴν αἰτίαν ἔχοντος;