Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καίτοι πρός γε τῶν ἄλλων πολλοὺς πολλοὶ πόδες ἤνεγκον καθ’ ἑκάστην ἡμέραν καλούν- των τε ὁμοῦ καὶ τὸ μὴ ἥκειν αἰτιωμένων, καὶ ταῦτ’ οὐκ ἐποίει μικροτέραν τὴν ἀρχήν, εἰ δ’ ὧς ἐμέ τις ἀπεστάλη, καταβέβλητ’ ἂν εὐθὺς καὶ καταπεπάτητο καὶ οὐκ ἂν ἣν οὗπερ ἣν.
34. Καίτοι φησίν· αὐτὸς ἐλθεῖν ὧς σὲ βουλη- θεὶς ἐκωλύθην ὑπὸ σοῦ. ὁ δ’ οὐκ ἠβουλήθη μέν, ἔφη δέ. καὶ τοῦ γε μὴ βεβουλῆσθαι μαρτύρια τά παραλελειμμένα πολλᾷ γε ὄντα ἐλάττονα. ὁ γὰρ οὐδ’ ἐκείνων ἄξιόν με νομίσας πῶς ἂν τηλικούτων; πολλά- κις | τοίνυν εἰς ἱππόδρομον ἰὼν ἐπὶ τὰς τῶν [*](R III 147) ἀρμάτων ἁμίλλας παριὼν τὰς ἐμάς θύρας καὶ ἄμα βλέπων τὴν ὑπὲρ τῶν κιόνων ὀροφὴν εἰδώς με κεί- μένον καὶ στένοντα καὶ σιτίων καὶ τῶν ἐμοὶ φιλτάτων ἀποκεκλεισμένον, λόγων, οὐκ ἠξίωσεν ἐρωτήματος πρέ- ποντος ἀνδρὶ φίλῳ περὶ φίλου οὐδ’ ἀκοῦσαί τι κάλλιον [*](1 ἔπεμψε scripsi e ΡΙ ἔπεμπε ἔπεμπε reliqui libri edd | δ’ Re 3 αὐτὸν Ρ sed add m 2 | ὠθούμενός τε καὶ? 8 ἤνεγκον scripsi ἐνέγκοιεν libri edd 11 κατεβέβλητ᾿ CAPI Re cf. t. II 285, 12; 162,21 14 ὃ A ὅ IPar Mor | δὲ Re 16 ὃς Par Mor sed in hoc γρ ὃ in marg | οὐδ’ Par sed δ corr m 2 οὐκ Mor 17 τηλικούτων] „videtur hic deesse νομίσαι aut νομίσειε“ Re at cf. p. 98,6; t. I. 97,22; 109.20; II 298,17 18 εἰς om C) [*](22 ἀποκεκλεισμένον P sed σ eras | λόγον Par λόγου Mor sed γρ λόγον in marg 23 φίλου Re φίλους φίλους libri Mor | ἀκούσαιτο Par et γρ Mor in marg)