Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καὶ τὸ μέτρον δὲ αὐτὸ τῆς τιμωρίας σκεψώμεθα. δεσμὸς ἣν ἡ τιμωρία καὶ ἴδει κείμενον ἐν μέσῳ τῶν τὰ δεινότατα εἰργασμένων ταῖς τε ἐξ αὐτῶν ὀσμαῖς ἀπόλλυσθαι καὶ τοῖς τῶν ἁλύσεων κτύ- ποις καὶ δακρύειν τε αὐτὸν καὶ παρά τῶν οἰκείων ἀκούειν ὑπὲρ τῶν τῆς γυναικὸς οἰμωγῶν. βοὴ γὰρ [*](R III 141) οὐκ ἂν ἤρκεσεν οὐδὲ ἀπειλὴ καὶ τὸ | μὴ εἰσίτω τῆς βουλῆς εἰσιούσης. οἶδα δὲ ἔγωγε καὶ τὴν εἰς ἀργύριον ζημίαν ἧττον εἰς λύπην δεσμοῦ κεκριμένην παρά τοῖς εὑ φρονοῦσιν.
ἀλλὰ πάντως ἔδει δεθῆναι. καλῶς, ἀλλά μίαν ὥραν ἢ δύο ἢ, εἰ βούλει γε, δὶς τοσοῦτον, ὅπερ ἐπὶ τῶν ἔμπροσθεν χρόνων, εἴ που συμβαίη παθεῖν τινα τῶν πολιτευομένων, καὶ μακρόν γε τὸ τοσοῦτον ἐδόκει, τὰ πολλὰ δὲ πρὸ τῶν δεσμῶν αἰ λύσεις τῶν κωλυόντων φθανόντων τὰς εἰς τὴν εἰρκτὴν εἰσόδους.
26. Καὶ τουτὶ μὲν ἐπ’ ἀδικήμασιν, ἐνταῦθα δὲ τὶ ἂν εὕροι τις; οὐδέν. εἰ γὰρ δὴ τὰ μάλιστα τῶν ἐν τῷ δικαστηρίῳ ῥηθέντων ἤ πραχθέντων μηνυτὴς οὗτος [*](2 δ’ Re 3 τῶν δέ οὐκ εἰρημένων Mor 4 παρὼν scripsi παρ’ αὐτὸν libri Re qui παρὰ τοῦ; (a quonam?) coni παρ’ αὐτῶν Mor 5 ἐξελήλεκτο C Mor 7 τὸν τά δεινότερα εἰργασμένον Mor 8 ὀσμαῖς voce rursus inc Par fol. 17 | ἀπόλ- λυσθαι Ρ sed ο in ras m 2 | ἁλύσεων C cf. t. III 361, 16 9 οἰκετῶν coni Re Anim 11 ἤρκεσεν οὐδέ ἀπειλὴ scripsi ἤρκεσεν, ἀπειλὴ δὲ libri edd 12 δ’ Re | ἐγὼ Par Mor 15 δοθῆναι CAP sed in hoc ο in ε corr m 3, Ι sed ε supra ο scr) [*](18 τὸ inserui ex I et suprapos P 2 om reliqui libri edd 20 εἰρκτὴν IPar Mor 21 τοῦτο Par Mor)
καὶ ταῦτα ἐποίει καὶ παρέβαινε τοὺς νόμους οὐχ ὧς πονη- ρὸν μισῶν ἐκεῖνον οὐδ’ ὧς σκαιὸν εἰς τὰ δικαστήρια οὐδ᾿ ὡς εἰς αὐτὸν κακόν, ἀλλ’ ὧς εἰς ἐμὲ χρηστὸν καὶ νικῶντα τὴν τῶν οἰκετῶν θεραπείαν.
| δι᾿ [*](R III 143) ἢν, εἰ καὶ μὴ λίαν ἣν ἄμεμπτος, παρά γε τούτου τυγ- χάνειν ἣν δίκαιος ἐπιεικείας. ᾔδει γὰρ αὐτὸν συνόντα τε ἐμοὶ καὶ προνοίας ἀξιούμενον. καὶ ἣν καὶ τῶν εὖ τι πεποιηκότων αὐτόν, ὥστε μηδ᾿ εἰς ἄγνοιαν τῆς οὔσης αὐτῷ πρός με συνηθείας ἀναχωρεῖν. αὐτὸς γὰρ ἣν ὁ πρὶν ὑβρίζειν ἐμὲ τῆς βοηθείας ἢν ἐβοήθησεν αὐτῷ τὴν πρὸς ἐμὲ χάριν αἰτιώμενος, οὐ πρὸς ἕτερον, ἀλλὰ πρὸς αὐτὸν ἐμὲ ταῦτα λέγων.
29. Καὶ μὴν καὶ Καλλίμαχον ἐν μὲν ταύτῃ | ζῶντα τῇ βουλῇ, παρενοχλούμενον δὲ ὑπὸ τῆς [*](R III 144) σεμνοτέρας, δεόμενον δὲ μὴ τοῦτο πάσχειν, οὐδὲ γὰρ τὸν νόμον κελεύειν, κύριος ὢν δι᾿ ἐπιστολῆς παῦσαι τὴν ἀδικίαν οὐκ ἐβουλήθη διά τὸ λίαν ἐμὲ βούλεσθαι. ἔστι γὰρ ὁ Καλλίμαχος οὗτος τῶν ἡμῖν τε πεπλησια- κότων καὶ πρὸς τῷ δύνασθαι λέγειν κατὰ τὸν τρόπον [*](2 cf. t. III 248, 20 3 cf. t. I 137, 17 17 cf. Dem. p. 242,16 | cf. t. III p. 305 not. 4) [*](2 ὃ Par | σιγᾶσθαι Mor | ἀλλ’ ἃ Re ἀλλὰ libri Mor 3 ᾀδόντων scripsi auctore Cobeto Misc. 163 διδόντων libri edd | τὰς στοὰς Par Mor 5 σκαιὸν scripsi ἐκεῖνον libri edd ἀσεβοῦντα coni Re | τά om Mor 8 τοῦτον Par Mor 9 δικαίως Par Mor 11 τι om Par Mor | μὴ δ’ APIPar Mor | εἷναι ἄγνοιαν ἄγνοιαν inserendum videtur 12 ἀναχωρεῖν — 18 βοηθείας om Par Mor 13 ἐβοήθει Par Mor 18 δὲ τοῦ μὴ Par Mor 21 ἔστιν CA | τῶυ om Par Mor) [*](22 τὸ Par Mor)
30. Καὶ τί ἂν δέοι περὶ ταῦτα διατρίβειν; ἀλλὰ προσέπεσε μὲν ἡ περὶ τὰ ἄρθρα μοι νόσος καὶ φλέβα ἐτμήθην καὶ ὕπνος οὐδαμοῦ, κακὸν οὐκ ἔλαττον τῆς νόσου. καὶ τοῦτο αὐτὸς οὐκ ἠγνόει. πῶς γὰρ ὄντος τε αὐτῷ παρ’ ἐμοὶ κατὰ τοὺς λόγους υἱέος καὶ πολλῆς ἀνάγκης οὔσης ἐκείνῳ φράζειν πρὸς τοῦτον ἄττα πρα- χθείη καθ’ ἑκάστην ἡμέραν; οὐκοῦν ὁ μὲν εἶπεν ἂν τὴν τοῦ μηδὲν λαβεῖν αἰτίαν, ὁ δὲ ἤκουσε.
τίς οὖν ἀκούσας γεγένηται; ἆρ’ ἐβόησε τὴν τῶν ἀλγούντων βοὴν καὶ τῶν ἡμεροδρόμων τὸν εἰσόμενον ἐν οἷς | [*](R III 146) εἴην ἔπεμψεν; ἀλλ’ οὔτε τῶν ἄλλων οἰκετῶν οὗτος οὐδένα οὔθ᾿ οἳ φέρουσι τῷ παιδὶ τά βιβλί·α. τοσοῦτον ἀπέσχε τὸν παιδαγωγόν. ἀλλ’ ἡ μὲν νόσος ἔδωκεν ἐπὶ τοὺς λόγους ἐπανελθεῖν ὀγδόης διηκούσης ἡμέρας, ὁ δέ ἣν οὐδὲν βελτίων, ἀλλ’ οὐδ’ αὐτοῦ τοῦ πάλιν ἐν συνουσίαις ἡμᾶς εἶναι τὸν ὧς συνήδοιτο ἐροῦντα ἔπεμψε.
32. Θεωρείσθω δὴ κἀκ τῶν δευτέρων. τίνα δὴ ταῦτά ἐστι τὰ δεύτερα; κατείληπτο μὲν ἡ δεξιά μοι χεὶρ ὑπὸ τῆς αὐτῆς νόσου μᾶλλον ἢ πρότερον, ὥστε τοῦ πειρᾶσθαί μοι βοηθεῖν ἀποστάντας τοὺς ἰατροὺς βλέποντας εἰς ἀλλήλους ἀθυμεῖν, ὁ δ’ ἤδει μὲν οὗ [*](4 cf. t. I 150,1. ep. 1380 7 cf. t. I 491,17) [*](6 ὄντως C 7 υἱέως Α sed ω ras in o ‚ IPar Mor cf. t. II 314,6 9 οὐκ οὖν Mor 10 ὁ δ’ Par Mor ὁ δ’ Re) [*](16 τοῦ τὸν? | τῶν παιδαγωγῶν IPar Mor | ἡ μὲν abreptum Par ἡμῖν Mor 16 διοικούσης δ᾿ ἡκούσης Mor 17 δ᾿ Re | αὐτοῦ τοῦ Ρ sed ῦ bis in ras m 2 19 ἔπεμψεν Α 20 δέ (2) CAPI 21 κατείληπται Par Mor 24 ὅ Ρ sed e corr in ὅ Par Mor δ᾿ ᾔδει] δὴ Par Mor | οὐ κακὸν Par Mor)