Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καὶ τὸ μέτρον δὲ αὐτὸ τῆς τιμωρίας σκεψώμεθα. δεσμὸς ἣν ἡ τιμωρία καὶ ἴδει κείμενον ἐν μέσῳ τῶν τὰ δεινότατα εἰργασμένων ταῖς τε ἐξ αὐτῶν ὀσμαῖς ἀπόλλυσθαι καὶ τοῖς τῶν ἁλύσεων κτύ- ποις καὶ δακρύειν τε αὐτὸν καὶ παρά τῶν οἰκείων ἀκούειν ὑπὲρ τῶν τῆς γυναικὸς οἰμωγῶν. βοὴ γὰρ [*](R III 141) οὐκ ἂν ἤρκεσεν οὐδὲ ἀπειλὴ καὶ τὸ | μὴ εἰσίτω τῆς βουλῆς εἰσιούσης. οἶδα δὲ ἔγωγε καὶ τὴν εἰς ἀργύριον ζημίαν ἧττον εἰς λύπην δεσμοῦ κεκριμένην παρά τοῖς εὑ φρονοῦσιν.