Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

εἶθ’ ὁ πάνυ βούλεσθαι φήσας ὑπὲρ πολλῶν πραγμάτων εἰ- πεῖν τέ τι πρὸς ἐμέ καὶ ἀκοῦσαι παρόντος οὐδενός, ἐπειδήπερ ἀνέστην ὡς οἰχησόμενος, μόνον οὐκ ἐώθει καὶ σχήματι καὶ βλέμματι καὶ τοῖς ἐν τῷ τοιούτῳ ῥήμασι τὴν ἐν τῷ θοἰμάτιόν με πρὸς τὸ δέον | [*](R III 138) ἄγειν μέλλησιν τὴν μικράν μεγάλην ἡγούμενος. ἐμὲ μὲν οὖν ἡδέως εἶδεν ἀπιόντα, τοὺς δ’ έφ’ ἅπερ [*](3 cf. t. I 142,16 10 Maximum cf. t. III 161,2. ep. 765) [*](1 Δῖός, ὧνπερ Mor 2 ἀδικ εἰς cum ras 2 litt Α 3 οὔθ᾿ ἃ μείζω ἡμῖν Mor | ὅσα] οὐδ’ ἃ? | <οὐδὲ> 1 πρὸς Anim 4 ἀλλ ante εἷπε I et suprapos P 2 et coni Re Anim) [*](5 ἂν <εἶπεν>, 1 εἴπερ Re Anim 6 γέρων I 8 εἷπεν 9 τώ om Mor 12 αὐτὸν Mor αὐτῶν libri | αὐτὸν Re αὐτὸν libri Mor 17 μονονούκ libri sed in μόνον οὐκ corr P 2I, Re οὐκ or | εἰωθότι Mor 19 ῥήμασι Ρ sed σι in ras m 3 20 μέλλησιν Mor μελλήσειν libri)

81
αὐτῷ βούλεται συλλαμβάνοντας καθημένους ὁ φάσκων ἐν Φοινίκη πάνυ βούλεσθαι τὴν ἡμετέραν ἰδεῖν, οὐχ ἵνα τῶν ἄλλων ἀπολαύσειεν, ἀλλ’ ἴν ἐμοῦ.

22. Τῆς αὐτῆς δὲ κἀκεῖνο ψυχῆς. εἶπέ τις Ἰου- λιανόν, τῶν δὲ τὴν βαρεῖαν ὑποστάντων λειτουργίαν ἀνὴρ τὴν διὰ τῶν ἀρμάτων καὶ τὸν ἀγρὸν αὐτῷ τὸν μόνον ὄντα ἀπέδοτο καὶ κατέστησεν ἐν θρήνῳ τὸν πατέρα συνεχεῖ πάνυ | πρεσβύτην ἥκοντα δι᾿ ἐτῶν [*](R III 139) ἑκατόν, τοῦτον δὴ τὸν Ἰουλιανὸν ἐπειδή τις εἶπεν ὧς Λουκιανὸν κομίζειν τά δόξαντα τῷ δικάζοντι, δεσμω- τηρίῳ παρέδωκεν οὐκ εἰσκαλέσας, οὐκ ἐξετάσας τὴν αἰτίαν, οὐκ ἔλεγχον ἀναμείνας, οὐκ εἰς ἀπολογίαν ἐξουσίαν δούς, ἀλλ’ ἀρκεῖν νομίσας εἰπεῖν τινα τῶν ἐκείνῳ δυσμενῶν, ὡς ἀδικεῖ. εἶτα δήσας εἴα δεδέσθαι καὶ οὔτε τῆς ἡμέρας πολύ τι μέρος ἀναλωθὲν οὔτε προσιοῦσα ἡ νὺξ οὔτε λαβοῦσα τέλος οὐθ’ ἡμέρα προσ- τεθεῖσα δευτέρα τὸ κακὸν ἔστησε καὶ ταῦτα ἀνθρώ- που συνήθους αὐτῷ καὶ ἀνυπόπτου πολλὰ ἐπὶ πολλοῖς γράφοντος λῆξαι συμβουλεύοντος ὧν οὐδὲ ἄρξασθαι χρῆν.