Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

πρὸς τοσοῦτον ἡμῖν ἤκει δικαι- οσύνης ὁ δικαστής. | ὃς οὐδὲ ἐκεῖνο δύναιτ’ ἂν [*](R III 186) εἰπεῖν· ἔχεις, ἄνθρωπε, μισθὸν τῶν ὑπὲρ τῶν λόγων πόνων εἰς μὲν τὴν χεῖρά σοι θέντος τοῦ παιδὸς στατῆρας, πρὸς δὲ τοῖς ποσὶν ἄργυρον τοῦ παιδαγωγοῦ. καίτοι μυρίους διδασκάλους παρὰ πολλῶν ἀρχόντων ὑπὲρ υἱέων μισθὸν ἴσμεν λαβόντας μεθ’ ἡδονῆς τῆς τῶν διδόντων εὐξαμένων, ὧς εἰκός, ἐν ἱεροῖς πολλάκις ἐλθεῖν ἐκεῖνον τὸν χρόνον ὃς αὐ- τοῖς τοῦτο ποιήσει τὸ ἀνάλωμα. ὁ δέ ἀντὶ τοῦ καὶ φεύγοντα τὸ λαβεῖν ἀναγκάσαι λαβεῖν . . . . . . ἀξιῶν καὶ τοῦτο τῆς ἀρχῆς ἀπολαύειν.

18. Ἀλλ’ εἰ καὶ μὴ χρυσὸν μηδ’ ἄργυρον, τῶν ἐν τῇ γῇ τῇ Τυρίων τρυγωμένων ἔπεμψέ τι καὶ τούτῳ με ἐδουλώσατο; ἀλλ’ οὐδὲ κοτύλην οὔτ᾿ οἴνου οὔτ’ ἐλαίου. οὐκ ἂν οὖν εἰς τὸ μηκέτι ὀφείλειν | μοι [*](R III 186) τῷ δεδωκέναι μισθὸν καταφεύγοι.

19. Ἀλλ’ ἔστι τὸ ὅλον μῖσος παλαιὸν τὸν μὲν ἄλλον χρόνον κρυπτόμενον, ἐν δὲ τῷ τῆς ἀρχῆς ἐκφανέν. [*](1 γενομένοις] „videtur rursus ἀνεμνήσθη aut simile quid deesse“ 1 Re 2 τοῦτο I 3 αὐτοῦ reposui ex ΑΡΙ αὐτοῦ edd | γίγνεσθαι edd | τα Ρ | τά δέ] „sine dubio leg. τά δ’ ἐμὰ“ Re) [*](4 αὐτοῦ Ι 5 οὐδ’ edd 12 αὐτὸς ΡΙ | αὐτοῖς τοῦτο] „videtur interponendum ἀναγκαὶον“ Re 14 φεύγοντα scripsi φεύγοντας libri edd | τό om I | post λαβεῖν lacunam indicavi auctore Re („videtur 1 μηδὲν δίδωσιν aut tale quid deesse“) 1 | coni Re Anim et Sintenis 15 ἀπολάβειν C 16 μὴ δ᾿ AP μὴ δέ I μηδέ Mor | τὸν Mor 17 Τρυχομένων MOr sed γρ Τρυχομίων in marg | τοῦτο I MOr 19 ἐλαίου. οὐκ ἂν οὖν Re ἐλαίου κανοῦν· libri Mor 20 τὸ Mor)

80
ἢ πόθεν οὐκ ἐπετίμησεν οὐκ ἰόντι παρ’ αὐτὸν δι ὅσωνπερ παρά τοὺς ἄλλους ἡμερῶν οὐδ’ εἶπεν· ἀδι- κεῖς οὐ θαμίζων ἡμῖν, ἀλλὰ ποιῶν ὅσα πρὸς τοὺς οὐδὲν ἐοικότας μοι τά γε πρὸς σέ; εἷπε μέν τοιοῦτον οὐδέν, ἡδέως δ’ ἄν, εἴπερ ἐξῆν, ὅτι σοι βέλτιον, ὦ γέρον, οἴκοι μένειν ἢ τοιαῦτα κινεῖσθαι.

ἔδειξε δὲ οἷς ἄφωνος τὸ λυπήσειν [*](R III 137) εἶπε. τήν τε γὰρ | δόσιν τῶν στατήρων ἐπῆγε τῷ ποιητῇ τῷ τὸν ἡμέτερον χορὸν διὰ τῶν ἐπῶν ὑβρικότι φέρων αὖ μετὰ τὸν τύραννον τὰ αὐτά καὶ ἐπὶ τούτοις ἄγε ᾔδει μάλιστα κακῶς ἀκούοντα τῶν ἐπῶν, ἐν τού- τοις αὐτὸν ἔφασκεν αὑτὸν νενικηκέναι βλέπων εἰς ἐμὲ μόνον ἐν τοσούτοις τοῖς παρακαθημένοις, προκαλού- μενος εἰς. ἔριν ὧς εὐθὺς καταπαλαίσων.