Oratio 53

Libanius

Libanius, Oratio 53, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ἀλλὰ νῦν ὅσοι καλοῦνται πατέρες παῖδας ἔχοντες, τούτων καὶ παῖδες καὶ πολλαχοῦ πάντες, κἂν δεκαετὴς ᾖ τις κἂν ἐλαττόνων, τεθνεῶτος δὲ αὐτῷ τοῦ πατρὸς ὁ θεῖος ἄγειν ἀκούει τὸν ἀδελφιδοῦν. καὶ παιδαγωγὸς μὲν καὶ τροφεὺς καὶ οἰκέτης ἔξω θυρῶν, ὁ δὲ ἐν ἀνδράσι πίνουσι καλινδεῖται πίνειν παιδευ- όμενος ἢ πειθόμενος ἢ καὶ πρὸς ἀνάγκην ἐντιθέντος τοῦ ἀνδρὸς τῷ παιδὶ τὴν κύλικα. προϊὸν δὲ τὸ πρᾶγμα μεστὸν οἴνου ποιῆσαν ἑκάτερον οὐκ ἄδηλον ἐφ’ ὃ προάγει.