Oratio 53
Libanius
Libanius, Oratio 53, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
Τίνες οὑν ἦσαν οὗτοι; καὶ τίνας ὁ τῶν ἄθλων προεστηκὼς ἐκάλει; οἴ τε πρεσβύται καὶ οἷς ἦν ἐπὶ τῆς ἀκμῆς εἶναι καὶ ὅστις ἐκ παίδων ἐξῆλθε καί που τις καὶ μέλλων πατήρ τε ὢν ἤδη καὶ δεικνὺς ἐν δικα- στηρίοις αὑτόν. φοιτῶν δέ τις παῖς ἐπὶ μαθήσει λόγων καὶ ἢ ἄρτι δεικνὺς ἴουλον ἢ οὐδὲ τοῦτο πόρρω τε ἦν τῆς θοίνης καὶ δι᾿ ἀκοῆς τά περὶ αὐτῆς ἠπί- στατο κἂν εἰ συγγενὴς ἣν τῷ ταῦτα λειτουργοῦντι.