Oratio 53

Libanius

Libanius, Oratio 53, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

μὴ τοίνυν μηδὲ ὑμεῖς πάντα δίδοτε μηδὲ πάντα χαρίζεσθε μηδὲ φρον- τίζετε, τί ποιοῦντες ἡδονὰς τούτοις παρέξετε. καὶ μὴν εἰ μὲν οὐ μέγα τοῦθ’ οἱ πατέρες ἡγοῦνται, τοῦ χάριν ἂν διδοῖμεν; εἰ δὲ πολλοῦ τινος ἄξιον, οὐ σφόδρα νοῦν ἐχόντων ποιοῦσι. τοὺς δὲ τοιούτους οὐκ ἐν πολλῇ σπουδῇ θετέον. ἀλλ’ ἀθυμήσουσιν οὐ καλου- μένων σφίσι τῶν υἱέων οὐκ ὄντων ἐντεῦθεν ὀνειδῶν. ἔστι δὲ αὐτοῖς ἀθυμῆσαι λυσιτελέστερον ἀπούσης αἰ- σχύνης ἢ μετά ταύτης ἐν γέλωτι καὶ τῷ χαίρειν διάγειν.