Oratio 52

Libanius

Libanius, Oratio 52, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

25

τῷ τοῦ δικαίου μέρει βοηθήσων ἥκω, βασι- [*](R III 72) λεῦ, πολλῷ τε χρόνῳ καὶ μυρίοις πράγμασιν εἶναί σοι πολλὴν τούτου πρόνοιαν πεπεισμένος. καὶ δέδοικα νῦν οὐ τὸ δόξειν σοι περὶ μὴ σπουδαίων ἐνοχλεῖν, ἀλλὰ τὸ βραδέως σοι ταυτηνὶ κεκομικέναι τὴν γνώμην. ἢν γὰρ αὖ φανῇ σοι συμφέρουσα, μέμψιν οἶδ’ ὅτι ποιήσῃ τὸ μὴ πάλαι ταῦτα κεκομικέναι. ἐμὲ δὲ τὸν μὲν ἄλλον χρόνον φόβος τις ἐκώλυε, νῦν δὲ οὕτος οὐκ ἀνῄρηται μέν, ἀλλὰ μένει, μένων δὲ ὅμως νενίκηται δεινὸν ἤδη

  • C(??)codex Chisianus
  • A = Monacensis gr. 483(Augustanus)
  • P = Palatinus gr. 282
  • I = Marcianus append.XCI 2
  • Va = Vaticanus gr. 81
  • B = Barberinus II 41
  • [*](1 νε ante πρὸς C sed ξς in ras in marg m 2, Α Πρὸς — καταγωγάς] Τοῦ πρὸς βασιλέα ὑπὲρ τοῦ δικαίου: λόγ. λᾱ Macar fol. 91 v 2 τῶν om C 3 λόγος κγ᾿ (sed γ in ras m 2) post καταγωγάς in marg I, λδ΄ in marg Β 7 μὴ om Β 11 τὶς PB 12 μένει des in Α fol. 233, μένων inc fol. 236. Foliorum 234 et 235 transpositionem qua cum Ehingero Gotho- fredus sese decipi passus est, perspexit Re Anim)
    26
    [*](R III 73) μου νομίσαντος, εἰ μὴ καὶ | τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ πρότερα ποιησαίμην τὰ σὰ πράγματα. εἰ γάρ τι τούτων ἰασαίμην, ἀρκέσει μοι τοῦτο καὶ πάσχοντι κακῶς εἰς παραμυθίαν.

    2. Τί οὖν ἐστιν ὁ θεραπείας δεῖται; δύο πόλεμοι τῶν ἀνθρώπων πιέζουσι τὸν βίον. ὧν ὁ μὲν ἐν ὅπλοις τέ ἐστι καὶ σιδήρῳ καὶ πρὸς τοὺς ἔξωθεν, ὁ δὲ ἐν κακουργίαις ταῖς εἰς ἀλλήλους καὶ ἔνδοθεν οὔτε τὸ τὴν αὐτὴν πόλιν οἰκεῖν αἰσχυνομένων οὔτε τὸ πολίτας ἀλλήλους καλεῖν. ἐνομίσθη τοίνυν τοῖς μὲν κρίνεσθαι στρατοπέδοις καὶ χερσί, τοῖς δὲ δικαστηρίοις καὶ νόμοις. φυλάξαιτο δ’ ἄν τις ῥᾷον ἐκείνους τοὺς πολεμίους ἡ τούτους οἷς μᾶλλον ὑπάρχει λανθάνειν.

    πολλὴ τοίνυν ἡ περὶ ταῦτα πρόνοια καὶ πλῆθος νόμων πα- λαιῶν τε καὶ νέων ὑπὸ τῶν ἀεὶ κρατούντων τιθεμέ- νῶν. | καὶ τοῖς ἀδικουμένοις αὕτη καταφυγὴ γραφή, κατηγορίαι, ἔλεγχος, τιμωρίαι. τὸ μέν γὰρ ἄμεινον ἦν μηδὲ ἀδικηθῆναι, τὸ δὲ δεύτερον δίκην λαβεῖν, ᾧ μόλις παύσαιτο ἄν τις ἀλγῶν. ταύτην τοίνυν τὴν ἐπικουρίαν, ὦ βασιλεῦ, τὴν οὕτω καλὴν καὶ προσή- κουσαν καὶ θεοῖς φίλην οὐκ ἐῶσι σώζεσθαι τοῖς δεομένοις τινές. οὑς πεπαῦσθαι προσήκει νόμῳ τε σῷ καὶ ὀργῇ.

    [*](5 cf. p. 7, 1 8(1.)[*](5 δύο — 13 λανθάνειν citat titulo (vide ad p. 25, 1) prae- misso Macar 7 δ’ Re | ἐν om Β 8 τὸ in ras p 2 om Macar 10 ἀλλήλοις Β | τοῖς Ρ τούς Β Got 11 τοῖς Ρ τοὺς χοί 13 μανθάνειν Macar 16 ἀδικουμένοις Ρ sed ι (2) in ras m 2 | „malim aut γραφαὶ et ἔλεγχοι, aut κατηγορία et “ Re 17 ἄμεινον Ρ sed άμει in ras m 2 18 ἦν inser Α μὴ δὲ ΑΡΙΒ 19 παύσαιτ᾿ Re 22 προσήκει om C)
    27

    4. Τίνες οὖν εἰσιν οὗτοι; οἱ παρακαθήμενοι μὲν ἐν ταῖς δίκαις τοῖς δικάξουσι διελόμνοι τὰ ὦτα, σφῶν δὲ αὐτῶν μᾶλλον ἢ τῶν συνδίκων αὐτοὺς ἀυναγκάξοντες ἀκροᾶσθαι, καὶ νῦν μὲν οὗτος ὡς αὑτόν, νῦν δὲ ἐκεῖνος ἕλκων, ὃ δίκαιον μέν ἐστιν ἰδεῖν οὐκ ἐῶντες, ἀντιπολιτευόμενοι δὲ τοῖς νόμοις, ἀπελοῦντες δέ, εἰ μὴ πείσουσιν, ἐπικείσεσθαι τῷ μὴ κεχαρισμένῳ, καὶ | [*](R III 75) οἱ μὲν θρασύτεροι ταῦτα τὸν αὐτὸν κατειληφότες θρόνον, ὑβρίξοντες μὲν ἐφ᾿ οὗ κάθηνται, ὑβρίξοντες δὲ τοῦ δικαστηρίου τὴν μορφήν, ὑβρίξοντες δὲ τὴν δίκην, ὑβρίξοντες δὲ τὸν ταύτης ἐπώνυμον, οἱ δὲ δείλης ἐμπιπλάντες τὴν καταγωγήν, μετριώτεροι μὲν τούτων ἐν ᾦ τῶν δικαστηρίων ἀπέχονται, δίκαιοι δ᾿ οὐδ᾿ αὐτοὶ τὰς εἰσόδους τὰς τοιαύτας ἐπὶ τοῖς μὴ δικαίος ποιούμενοι καὶ τῷ πεῖσαι τὸν δικαστὴν ἃ μὴ τὰ πράγματα δύναται.