Oratio 51

Libanius

Libanius, Oratio 51, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster

6
[*](R II 590)

πολλῶν, ὦ βασιλεῦ, γεγενημένων μοι πρὸς σέ λόγων ὑπὲρ μεγάλων τε καὶ σπουδαίων πραγμάτων πανταχοῦ σε καὶ προσέχοντα λαβὼν καὶ πρὸς τὰς παρ- αινέσεις ἡδέως ἐσχηκότα καὶ νῦν εἰσῆλθον ὑπὲρ ἀξίων

[*](R II 591)

φροντίδος | καὶ οὐδὲν ἐλαττόνων ἢ κεῖνα ποιησό- μενος τοὺς λόγους. αἰτῶ δὴ παρά τῶν θεῶν ἱκανῶς τε δυνηθῆναι διδάξαι καὶ πεπεικότα σε καὶ δόξαντα εὖ φρονεῖν ἐνθένδε ἀπελθεῖν.

  • C = Codex Chisianus
  • Μο = Monacensis gr. 101
  • A = Monacensis gr. 483 (Augustanus)
  • P = Palatinus gr. 282
  • I = Marcianus append. XCI 2
  • Va = Vaticanus gr. 81
  • B = Barberinus II 41
  • M = Marcianus gr. 437
  • [*](3 cf. p. 25,4 sq.)[*](1 νη΄ ante πρὸς C sed ζδ΄ in marg in ras m 2, A, καὶ οὕτος M rubr πρὸς τὸν βασιλέα om Β βασιλέα] αὐτὸν I)[*](2 ἄρχουσι ΑΡΙΒ λε post ἄρχουσι Β rubr)[*](3 πρὸς σέ reposui e libris πρός σε edd)[*](7 φροντίδας Μο | κεῖνα P ᾿ eras κεῖνα CAIVa)
    7

    2. Οἶμαι δὴ πάντας ἂν ὁμολογῆσαι δύο ταῦτα τῶν τὴν ἀρχὴν ὑμῖν συνεχόντων εἶναι τὰ μέγιστα, τήν τε τῶν δπλων ἰσχὺν καὶ τὴν τῶν νόμων. ὧν ἡ μὲν τῶν πολεμίων περιεῖναι ποιεῖ, παρὰ δὲ τῶν ἔστι τῶν δι- καίων τυγχάνειν. αὐτοῖς δέ γε τοῖς νόμοις δεῖ δικα- στῶν τῶν ἃ λέγουσιν ἐκεῖνοι ποιησόντων. οὐ γὰρ δὴ χεῖρες οὐδὲ πόδες εἰσὶ τοῖς νόμοις, οὐδ’ εἴ τις αὐτοὺς καλέσειεν, οὔτ᾿ ἀκούσονται βοῶντος οὔτ’ ἀφίξονται βο- ηθοῦντες. βοηθοῦσι δέ γε διὰ τῶν δικαζόντων. τῶν δ’ ἀνθρώπων τοὺς μὲν ποιεῖ δικαίους ὁ φόβος, τοὺς δὲ τὸ δοῦναι δίκην βελτίονας.

    κρατουμένων μὲν οὑν τῶν πολεμίων καὶ τῶν νόμων κρατούντων εὐδαί- μοσιν ἔστιν εἶναι· εἰ δὲ ἐπτηχότων ἐκείνων ἐν τοῖς νενικηκόσι τοὺς πολεμίους ἡττῷτο τῶν ἀδίκων τὰ δί- καίῃ πόλεμός τις οὗτος ἐν τοῖς ὁμοφύλοις ἕτερος, ὧς μικρὸν εἶναι κέρδος τά ἀπὸ τῶν ὅπλων. εἰ μὲν οὖν οἷόν τ’ ἣν εἶναι πανταχοῦ τὰ ὑμέτερα σώματα, τῶν ἀρχόντων οὐδὲν ἂν τούτων ἔδει τῶν ἐπὶ τὰ ἔθνη πὰρ ὑμῶν πεμπομένων ἅπασιν ὑμῶν τοῖς δικαζομένοις ἀπο- χρώντων, ὥσπερ αὐτῆς τῆς τοῦ ἡλίου λαμπάδος. ἐπεὶ δὲ τοῦτο οὐχ οἷόν τε, δι’ ἑτέρων αὐτοῖς ἐφεστήκατε [*](1 cf. p. 26, 5 sq. 20 cf. t. I 533, 4. Eur. Ion. 1467. Soph. Ant. 879) [*](1 ἂν ὁμολογῆσαι scripsi e Β ut coni Re Anim ἀνομολο- γῆσαι libri sed in ἂν ὁμολογῆσαι corr P 2, edd) [*](4 ποιεῖ καὶ μή Β | τῶν (1) τῶν νόμων coni ψονι Μορ Mor) [*](9 τῶν praemisso titulo Τοῦ πρὸς βασιλέα κατὰ τῶν προσεδρευόντων τοῖς ἄρχουσιν. λόγ. λ citat Macar fol. 91 v) [*](10 δ᾿ om Macar | τους (1) Ρ 11 μέν om Mor Got) [*](16 σμικρὸν Μ | τό MoI Mor Got) [*](17 ὑμέτερα P sed υ in ras m 2 ἡμέτερα Μο 20 ὥσπερ αὐτῆς τῆς Α sed γρ ὡς παρ’ αὐτῆς τοῦ ἡλίου in marg | αὐτῆς] ὅλῃ γῇ coni Mor ed. 1610 p. 19, ὅλης ed. 1627 p. 192 | τῆς inser P 3 λαμπάδος scripsi ex APIVaBM λαμπηδόνος CMo edd)

    8
    καὶ διὰ τῆς ἐκείνων γνώμης ὑμεῖς τὰς ψήφους τίθεσθε. τούτους τοίνυν, εἰ καὶ Πὰν εἶεν βέλτιστοι καὶ βού- λοιντ’ ἂν ἀμύνειν τοῖς δικαίοις, ἔστι τὸ κωλῦον καὶ τὴν ἀκρίβειαν ἀφαιρούμενον. τί τοῦτο;

    [*](R II 592)

    4. | Πολλοὶ τὰς τῶν ἀρχόντων καταγωγὰς ἀξι- οῦσιν αὑτοῖς ἀνεῷχθαι καὶ τὰς αὑτῶν οἰκίας ἀφέντες ἐν ἐκείναις διατρίβουσιν εὐθὺς ἠριστηκότες ἐκεῖσε χω- ροῦντ.ες ἀποσειόμενοι τὸν ὕπνον ὅν τὸ ἠριστηκέναι ποιεῖ. καὶ οἱ μὲν ἴτ’ ἀριστώντων ἥκοντες κάθηνται κάτω λαλοῦντες οὕτως, ὥστε ἐκείνους αἰσθάνεσθαί τοῦτο δέ ἐστιν ἢ προεξαναστῆναι τοῦ τέλους ἢ σὺν ἀηδίᾳ μέχρι τοῦ τέλους ἐλθεῖν. καὶ πρόσεστιν ὕπνου στέρησις. οἷς δ’ ὑπῆρξε καὶ ὕπνου τι δέξασθαι, βοαῖς ταῖς τῶν ἡκόντων ἀφυπνίζονται μᾶλλον ἢ ταῖς παρὰ τῶν παιδαγωγῶν οἶ παῖδες. οὕτως ἀνέστραπται τὸ πρᾶγμα καὶ τὸ ἄρχειν τῶν ἀρχομένων ἐστίν.

    ἑσπέ- [*](R II 593) | καὶ λύχνος, καὶ οὐδὲν μᾶλλον ἀπέρχονται. ἀλλὰ καὶ λουτρὸν τὸ τῶν ἀρχόντων αὐτοῖς, ὥστ’ ἐκεί- νοις μηδὲ πρᾶξαί τι τῶν ἀναγκαίων ἐνεῖναι. ἔπειτα [*](20) ἴωθεν ἧκον πρόφασιν μὲν ἐπὶ προσρήσει, τῇ δ’ ἀλη- θείᾳ τὰ συμφέροντα σφίσι τῶν δικαίων δυνατώτερα [*](7 cf. p. 28, 7 sq.) [*](10 cf. p. 28, 10 sq.) [*](15 cf. t. III 296, 1; t. I 113,12) [*](18 cf. p. 28,19 sq.) [*](1 καὶ om Mo Mor Got | ὑμάς Μο) [*](2 τοίνυν Μ sed τοί in ras m 2) [*](3 κωλῦον? cf. ad t. III 480, 9) [*](6 αὐτοῖς MoPIVaBM Mor Got | αὑτῶν Ρ sed 'e' corr m 2 αὐτῶν MoAIVa Mor Got) [*](10 κάτω—αἰσθάνεσθαι in marg Mo 2 | χαλοῦντες Μο Μορ Got | ὥστ᾿ Re | αἰσθάνεσθαι ἐκείνους Ι μὴ αἰσθάνεσθαι coni Mor) [*](13 τί ΙΒ | „malim δράξασθαι "Re, quod probat Cobetus Misc. 155, at cf. t. IV 167, 25 R) [*](14 ταῖς (1) om I) [*](18 προσ- έρχονται λουτρὸν coni Mor | τὸ om Μο Mor Got | ὧς Mor Got) [*](19 μὴ δὲ MoAPIB) [*](20 τῇ προσρήσει Mor Got | ἀληθῆ I)

    9
    ποιήσοντες. ὑπὲρ γὰρ ὧν τῇ προτεραίᾳ δείλης ἦσαν διειλεγμένοι, ταῦθ’ ἧκον ἀπαιτήσοντες.

    6. Τὰς τοίνυν εἰσόδους ταύτας ἁπάσας, ὦ βασιλεῦ, νόμιζε κατὰ τῶν νόμων εἶναι καὶ διὰ ταύτας πολλοὺς μὲν δικαίως διώκοντας ἡττῆσθαι, πολλοὺς δὲ ἀδίκως κεκρατηκέναι. ἐν δὲ τούτοις βοσκήματα, ἀνδράποδα, γῆ, δανείσματα, δεσμοί, δεσμῶν λύσεις. καὶ γὰρ εἴ τίς ἐστιν ἄρχων οἷος αἰδεῖσθαι εἷσθαι τὸ δίκαιον, πολλά ἂν ποιήσειεν ἄνθρωπος πολὺν χρόνον προσκαθήμενος καὶ μακρὰς ἐπῳδὰς ἐπᾴδων καὶ χειρῶν καὶ γονάτων ἀπτό- μένος καὶ ἐπαίνους ὑπισχνούμενος καὶ κακῶς ἐρεῖν ἀπειλῶν. εἶθ’ ὁ μέν ἐν μέσῳ κάθηται κατὰ τὸν νόμον, οἶ δέ ἔνθεν καὶ ἔνθεν οὐκ ἐῶσιν εἶναι δικαστήν. πῶς γὰρ ἂν εἴη δικαστὴς νυττόμενος ἔνθεν καὶ ἔνθεν, ὅπως ἡ χάρις ἔχοι πλέον τοῦ νόμου;

    7. Γίγνεται δέ τι | καὶ τοιοῦτον ἐν τοιούτοις, [*](R II 594) ὦ βασιλεῦ. λέγουσι μέν τινες οὐδὲν τοιοῦτον πρὸς τὸν δικαστήν, φασὶ δὲ εἰρηκέναι, καὶ ὁ μισθὸς ὡμο- λόγηται. εἶτ᾿ ἐλθὼν φήσας εἰρηκέναι τι παρακάθηται τῷ δικαστῇ τὴν ψῆφον ἀναμένων, κατὰ δὲ τὸ δίκαιον ἐκείνης ἐνεχθείσης μισθὸν ἀπαιτεῖ ψήφου δικαίας πε- πονηκὼς οὐδὲν οὐδέ γε φθεγξάμενος.

    8. Καὶ τοῦτο δεινὸν μέν, ἀλλ’ οὐχ οἷον ἐκεῖνο τὸ καὶ παρὰ τὸ δίκαιον νικᾶν ἀξιοῦν οἶς συναγωνίζονται. ἢν γὰρ μὴ δῷς, | φησί, τὴν χάριν, οὐκ οἴσεις [*](R II 695) [*](3 cf. p. 29,1 sq.) [*](10 cf. p. 36,2 sq.) [*](11 cf. p. 50,6) [*](4 διαταύτας Ι) [*](5 ἡττᾶσθαι CMo Mor Got) [*](6 „malim ταύταις“ Re) [*](12 τὸν om Μ) [*](13 δ’ Re | καὶ ἔνθεν om Got | οὐκ—14 ἔνθεν (2) om B) [*](15 ἔχη Μ | πλέον ἔχοι Β) [*](16 γίνεται CBM edd | τούτοις Μο Mor Got) [*](19 τί I) [*](21 πεποιηκὼς IM)

    10
    τά βέλη τὰ ἀπὸ τοῦ στόματος. πάντως δὲ ἐπιτή- δειον ἡ ἀγορὰ χωρίον τοῖς τὰ τοιαῦτα τοξεύουσιν. εἶτ’ ἀπὸ τῶν τοιούτων ἀπειλῶν χάριτες πονηραὶ καὶ ψῆφοι τράπεζαί τε λαμπραὶ τοῖς παρὰ τῶν κεκρατη- κότων πεμπομένοις· οὐ γὰρ αὐτῶν γε τῶν τρυφώντων ἀναλισκόντων. καὶ ἔστιν αὐτοῖς τὸ μετὰ τὰς πρώτας θύρας ἀεὶ μεστὸν ἰχθύων, κεραμίων, ὀρνίθων, τῶν ἄλλων ὅσα δαῖτα δύναται ποιεῖν. κομίζεται δὲ πολλά πολλαχόθεν, τὰ μὲν ἐκ τῆς αὐτῆς πόλεως, τά δὲ ἐξ ἄλλων ὧν αἱ μὲν ἐν ἠπείροις, αἶ δὲ ἐν νήσοις. καὶ αἶ κάμηλοι πρὸς τὰς ὁλκάδας ἁμιλλῶνται.

    καὶ ἴδει μὲν ἐν πυροῖς καὶ κριθαῖς καὶ ἐσθῆτι καὶ οἴνῳ τά τοιαῦτα ἑστάναι, νῦν δὲ πολὺς μὲν ἄργυρος, πολὺς δὲ χρυσός. ὧν εἵνεκα τὰ τῶν ἀρχόντων βαλανεῖα | [*](R II 596) προκέκριται τῶν κοινῶν τούτων καὶ μεγάλων. πολλὰ γὰρ ἂν αἰτηθείη καὶ παρά γυμνῶν καὶ παρ’ ἀποψωμένων καὶ ἐν ἑκατέρᾳ γε δεξαμενῇ θερμοῦ τε ὕδατος καὶ ψυχροῦ. οἶ δὲ δεόμενοι τῶν οὕτω λου- μένων τάς τε ἐξόδους αὐτῶν ἀναμένουσι καὶ παρα- κολουθοῦσιν ἀκοῦσαί τι τῶν αὑτοῖς συμφερόντων εὐ- [*](1 cf. p. 86,16) [*](10 cf. t. I 167,8) [*](14 cf. p. 28,19) [*](1 δ’ edd) [*](2 καὶ τοῖς I) [*](3 εἶτα Μ | ἀπειλῶν—4. τε in marg Mo 2) [*](7 μετὸν Mor sed μεστὸν coni, Got | κρεῶν coni Mor) [*](8 δέ τά Μο Mor qui δαῖτα coni, Got | δύναται ποιεῖν] „nescio an aliquid desit, e. c. λαμπράν aut ἡδίω“ Re, recte, ut videtur) [*](12 num ἐσθῆσι, ut p. 82,7 et t. I 296, 3 ? at cf. t. I 249,2 κιβώτια καὶ ἐσθὴς καὶ στατῆρες et 876,17 χρυσόν, ἄργυρον, ἐσθῆτα) [*](14 ἕνακα Re) [*](15 κοινωνῶν I) [*](17 ἀποψωμένων P sed ὢ (1) in ras m 2 ἀπηψωμένων Μο ἀπεψημένων Mor ed. 1610 ἀπεψωμένων Mor ed. 1627 Got) [*](17 δεξαμένῃ Μο) [*](18 δὲ] μέν coni Mor | λελουμένων Β λουομένων Μο Mor Got) [*](20 αὑτοῖς Μο sed ‘e’ corr αὐτοῖς reliqui libri edd)

    11
    χόμενοι. οἱ δὲ τῷ προσώπῳ δηλώσαντες, ὧς οὐκ ὀλίγου πόνου τὸ πεπραγμένον, ἔδοσαν ἐλπίσαι, καὶ τά ὀνεί- ρατα ἀμφοτέροις ἡδέα, τοῖς μὲν τὸ κράτος, τοῖς δὲ ὁ μισθός.

    10. Ἀγανακτήσαι δ᾿ ἄν τις, ὧ βασιλεῦ, καὶ πρὸς ἐκεῖνο τὸ ἔωθεν ἀνισταμένους ὑπερβάντας τὰς ἄλλας φροντίδας οὔτε ὀλίγας καὶ προσηκούσας βαδίζειν εὐθὺς εἰς τὸ δικαστήριον. κουρεῖα δὲ οὐκ ἔστιν, ἰατρεῖα δέ, μυροπώλια δὲ δέξασθαι δυνάμενα καὶ λόγους καὶ συν- ουσίας; τί οὖν ταῦτα παρορῶντες ἐκεῖσε φέρεσθε καὶ τῆς ἐνταῦθα ἀπραγμοσύνης τὴν ἀηδίαν προτιμᾶτε τὴν ἐν τοῖς δικαστηρίοις; ἀλλ’ οὗτοι μὲν οὐκ ἐροῦσιν, ἐγὼ δέ, ὦ βασιλεῦ· ὅτι τῆς τοῦ κήρυκος δέονται φωνῆς, ἢν εἰσιόντων ἀφίησιν ἐκεῖνος | πρὸ τῶν θυρῶν. [*](R II 697) οἱ γὰρ ἀκούσαντες ἄπαντες ἐπὶ τὴν ἐκείνων καταφεύ- γοῦσιν ἰσχύν. λυσιτελεῖ δὲ αὐτοῖς εἶναι τοὺς δεο- μένους αὐτῶν.

    11. Βλαβεραὶ μὲν οὖν ταῖς πόλεσιν αἰ τούτων εἴσ- οδοι, βλαβεραὶ δὲ καὶ αἰ τῶν οὐκ ἀφικνουμένων ἐπι- στολαί. καί, νὴ Δία γε, καὶ μειζόνως. ᾧ γὰρ | οὐκ ἀφικνοῦνται, τοῦτο δέ ἐστι μέγεθος σχήματος, τούτῳ τὸ μηδενὸς ἀτυχεῖν ἔχουσι. πλέον γὰρ ἐνίοτε [*](1 cf. p. 27,20) [*](19 cf. t. III 167,6 sq. R) [*](2 ὀνείατα Re Anim) [*](3 „post ἡδέα sine dubio deest ποιει“ Re | τοῖς (1) Ρ) [*](5 ἀγανακτῆσαι CMoIVaB) [*](6 τὸ] τούς Β) [*](9 μυροπωλεῖα Μ cf. t. I 116, 10 ubi μυροπωλίῳ ex APC repo- nendum cum Herwerdeno Mus. Rhen. LIX 332 cf. t. III p. XVII I καὶ (1) om ΙΜ) [*](10 παρορῶντες Ρ sed ω et ες in ras m 2 | ἐκεῖθεν Ι) [*](12 τοῖς om CMo Mor Got) [*](14 ἢν Μ sed ἢν in marg | πρὸς Μο) [*](19 οὐκ om MoM sed in hoc μὴ inser m 2, Mor) [*](21 τοῦτο—σχήματος glossema habuit Boissonadius Anecd. I 170 sq.) [*]( 22 καὶ ἐνίοτε Mor Got)

    12
    δύναται γραμματεῖον δίθυρον πολλῶν καὶ μακρῶν | [*](R II 699) λόγων ἐγγύθεν λεγομένων. οὗτοι δέ καὶ ἔρχονταί ποτε καὶ οὐδέποτε, τὸ πρότερον μὲν παρὰ τοὺς ἐν λαμπροτέρᾳ τάξει, τὸ δεύτερον δὲ παρὰ τοὺς ἐν ἐλάτ- τονι.

    12. Τούτων τοίνυν τῶν τηλικούτων ἄμφω κεω- λύσθαι φημὶ δεῖν, τά τε γράμματα καὶ τὰς ὁδούς. δι’ ἅπερ οὐδὲν ἐᾶται τῶν ἐγνωσμένων μένειν. δρόμος γὰρ εὐθὺς παρὰ τούτους, εἰ μὲν ἐξείη, καὶ αὐτῶν καθ’ ὧν ἡ ψῆφος, εἰ δὲ μή, τῶν οἰκείων, καὶ τὰ μὲν λέλυ- ται, τοῖς δὲ ἔστι λαβεῖν. ὁ δ’ ἄρχων ὑπὸ τῶν οὐκ ἀρχόντων ἄρχεται. ὅταν γὰρ ὧν ἐψήφισται δυνατώ- τερον ᾖ τι, πῶς οὐ τοῦτο συμβαίνει; γίγνονται τοίνυν οἱ ταῦτα κεκελευκότες τῶν ἀφειμένων δεσπόται, καὶ ταῖς ἐκείνων ἐπιθυμίαις ἀντειπεῖν οὐκ ἔνι τούτοις.

    13. Ἔστι τι καὶ ἕτερον ἔθνος, ὦ βασιλεὺ, τοῖς ἄρχουσιν ἐνοχλοῦν. ποῖον τοῦτο; οἱ τοῖς νέοις ἐφε- [*](R II 600) στηκότες ἐπὶ βιβλίοις καὶ λόγοις. | οἱ τὸ τῆς ἡμέρας ἥμισυ τὸ μετὰ μεσημβρίαν πὰρ ἐκείνοις διατρίβουσιν ὑπὲρ δικῶν τε καὶ μυρίων ἑτέρων δεήσεις ποιούμενοι. γνοίης δ’ ἂν αὐτοὺς πόρρωθεν τοῖς προσώποις πείσαν- τάς τε καὶ οὐ πείσαντας· ἐκ μὲν γὰρ ἐκείνου φαιδροί, τούτῳ δέ γε κατηφεῖς. δοκοῦσι μὲν γὰρ ἑτέρων κήδε- σθαι, κήδονται δὲ σφῶν αὐτῶν.

    διά τοῦτο τῶν [*](1 cf. Menand. Misog. fr. com. IV 166, 7 Μ (III 95, 327 Κ)) [*](16 cf. p. 81,9 sq. et 38,14 sq.) [*](1 μεγάλων(??) CMo) [*](3 οὐδέ ποτε Ρ) [*](6 κεκωλῦσθαι, ut Μ? cf. ad t. I 90,11) [*](11 δὲ Re) [*](14 λελυκότες?) [*](16 τι om CMo Mor Got τί I) [*](18 οἵ reposui e libris οἱ edd | ἡμετέ- ρας C) [*](19 μετὰ τὴν μεσημβρίαν Μ 24 διατοῦτο MoPIBM)

    13
    οὐκ εἰσιόντων ὁ εἰσιὼν εὐπορώτερος. οὐδὲ γὰρ πολλο- στὸν μέρος τἀκ τοῦ διδασκαλείου τῶν ἐκ τῶν δικαστη- ρίων. κἂν ἐθελήσῃς τῶν διδασκάλων τοὺς ἐν πλούτῳ γεγενημένους ἐξετάσαι, τοῦτον εὑρήσεις τὸν πόρον, πλὴν εἴ τῳ κλήρους συγγενῶν ἡ Τύχη δέδωκεν, ἐπεὶ αὐτό γε τὸ παρὰ τῶν μαθητῶν πλοῦτον οὐκ οἶδε ποιεῖν, ἀλλ’ ἴσμεν καλῶς ὁπόσον.

    ταῖς δίκαις μέν οὖν καὶ οἶδε λυμαίνονται, πρόσεστι δέ τι καὶ ἕτερον, τὸ τῶν διδασκαλείων αὐτῶν ἅπτεσθαι τὴν βλάβην ποιεῖ γὰρ τὸν χείρω πολλάκις πράττειν ἄμεινον τοῦ βελτίονος. κρίνεται μὲν γὰρ ἡ εὐπραγία τῷ τῶν ὁμι- λητῶν ἀριθμῷ, κτᾶται δὲ πλείους ὁ φίλην τὴν ἀρχὴν κεκτημένος παραδιδόντων τῶν πατέρων οὐ διὰ τοὺς λόγους, ἀλλὰ διὰ ταύτην τὴν δύναμιν.

    κἂν προσ- ελθὼν αὐτοῖς εἴπῃς· ἄνθρωπε, προδίδως τὸν υἱόν. οὐχ ὁρᾷς τουτονὶ τὸν διδάσκαλον πλείω νέμοντα σπουδὴν τοῖς ἐν τοῖς δικαστηρίοις πράγμασιν, ἀφ’ ὅτου δὲ αὐτὸς προσαγορεύεται, πάρεργον τοῦτο πεποιημένον; οὐχ ὁρᾷς, ὡς αὐτῷ πλείων ἐκεῖθεν ἡ πρόσοδος; ὥστε μὴ δεῖν θαυμάζειν, εἰ τὸ πλέον μᾶλλον θεραπεύεται, ταῦτα ἀκούσας ἀποκρίναιτ᾿ ἂν ὁ πατὴρ τούτων μὲν μηδὲν | ἀγνοεῖν, κερδαίνειν δὲ αὐτὸς τὰ μέγιστα [*](R II 601) διὰ τῆς τοῦ παιδὸς ζημίας πραττομένων αὐτῷ ῥᾳδίως [*](8 cf. p. 31, 11) [*](13 cf. p. 46, 5 sq.) [*](2 τἀκ Mor sed γρ τὰ ἐκ in marg | τά ‘κτοῦ ΑΡ) [*](4 τοῦτο Μο Mor Got) [*](8 μέν οὑν Mor sed γρ μενοῦν in marg | οἶδε Α) [*](9 τὸ βλάβος coni Mor) [*](10 πράττειν μέν ἄμεινον M) [*](15 τὸν in ras P 2) [*](17 τοῖς (2) om ΟΜο) [*](18 αὐτὸς reposui e libris αὐτούς Mor Got αὐτάς Re) [*](21 „post τὸ πλέον videtur ὠφελοῦν deesse“ Re) [*](23 δ’ Re)

    14
    ἁπάντων ἃ μόνης ἐστὶ δοῦναι τῆς ἀρχῆς.

    τὸ τοῦτο τούτοις μεῖζον ἀπεργάζεται τὸ ποίμνιον, οὐχ οἶ λόγοι. ἐπεὶ λόγους γε καὶ τοὺς ὄντας ἐκβάλοιεν ἂν αἰ περὶ ταῦτα ἀσχολίαι. οὐ γὰρ ἔστιν ὁμοῦ καὶ τούτων κἀκεί- νῶν ἐπιμέλειαν ἔχειν. ἀλλ’ ὅστις αὑτὸν διδάσκαλος τοῖς ἄρχουσι δέδωκεν, οὗτος αὑτὸν τῶν πόνων ὧν δεῖ τοῖς λόγοις ἀπέστησε. κακιόνων δέ σοι τῶν παιδεύειν ἀξιούντων γιγνομένων, ὦ βασιλεῦ, πῶς ἔνι βελτίους γενέσθαι τοὺς παιδευομένους; ὅταν γὰρ φαῦλον τὸ διδόμενον ᾖ, πῶς ἔνι καλὸν τὸ ληφθὲν εἶναι; δεῖ δή σοι μέλειν, ὦ βασιλεῦ, τοῦ πολλῶν δεξιῶν βασιλεύειν, τοῦτο δ’ ἂν ποιοῖς, εἰ τοὺς διδασκάλους τὰ αὑτῶν ποιεῖν ἀναγκάζοις. ἀναγκάσαις δ’ ἄν, εἰ τῶν ἀρχόν- των σφίσιν ἀποκλείσαις νόμῳ τὰς θύρας.

    18. Τί δ’ οὐκ ἰνὶ, φήσαις ἄν, τοῖς ἄρχουσιν, εἰ βούλοιντο, καὶ ἄνευ νόμου τοῦτο ποιεῖν; ἔνι. καὶ εἰσί γέ τινες ὀλίγοι κομιδῆ τοῦτο πεποιηκότες, οἶς πολλὰ ἀγαθὰ γένοιτο παρὰ τῆς Δίκης ἢ τῷ Διῒ παρα- κάθηται. καὶ ἤκουσαν μὲν οἱ τοῦτο πεποιηκότες κακῶς [*](R II 602) ὑπὸ τῶν ἐστερημένων τῆς πρὸς | ἐκείνους ὁμιλίας, ὁμιλίαν δὲ ὅταν εἴπω, πρόσοδον λέγω, τι) τὴν μέντοι [*](18 cf. p. 60,7; 8,(1 II 79,2) [*](1 ἀρχῆς om Μο) [*](2 ποίμνιον reposui e libris ποίμνιον edd) [*](3 ἐπὶ Μο Mor qui ἐπεὶ coni, Got | τε Mor Got | ἐκ- βάλλοιεν Μο Μογ Got) [*](4 τούτων Μ sed αὐτῶν in marg) [*](5 αὐτὸν Ρ sed ‘ in ras m 2 αὐτὸν ΒΜο) [*](8 γιγνομένων om I | εἴη Mor Got) [*](11 μέλλειν IVa) [*](12 ποιοῖς Ρ sed οι (2) in ras m 2 | τὸ Cobet Coll. 138 | αὐτῶν I) [*](13 ἀναγκάζοις Ρ sed ὄις in ras m 2 ἀναγκάζεῖς ΙΜ | ἀναγκάσῃς Va) [*](14 ἀπο- κλείσαις reposui e CMoAPIM ἀποκλείσῃς Va edd ἀποκλεί σοις Β) [*](15 δέ; Re | φήσαις δ᾿ ἂν Mor Got) [*](17 κομιδῆ om I) [*](18 τῷ in marg Ρ3)

    15
    ψυχὴν οὐκ ἐπλήγησαν οὐδὲ ἔλυσαν τὸ δόγμα διά τοὺς τοιούτους τῶν λόγων.

    οὐ μέντοι παρ’ ἅπασί γε τὴν τοιαύτην ἀνδρίαν εὕροι τις ἄν. ἀλλ’ ἰνὶ τις κἀν- ταῦθα δειλός, ὥσπερ ἐν στρατοπέδῳ, καὶ φοβερὸς ἐκείνῳ μὲν ὁ σίδηρος, τούτῳ δὲ ἡ βλασφημία, καὶ τὸ μηδὲν ἑαυτῷ συνειδέναι κακὸν οὐκ ἀρκεῖ. ἵν οὖν ἀντ’ ἐκείνων ὁ νόμος ἔχῃ τὴν ἀξίαν καὶ μήτε εἰσίωσιν οὔτοι μήτε ἐκεῖνοι κακῶς ἀκούωσι, κεκωλύσθω τὸ πρᾶγμα βασιλείοις γράμμασιν.

    20. Ἔξεστι γάρ, νὴ Δία, καὶ παροῦσι καὶ δεομένοις μὴ διδόναι χάριτας. ἔξεστι μέν, ἀλλ’ οὐ ῥᾴδιον. μεγάλας γὰρ ἀνάγκας ἔχουσιν αἰ δεήσεις καὶ τὸ ἅψασθαι καὶ χειρὸς καὶ γενείου καὶ τὸ γενέσθαι κατηφῆ. καὶ δάκρυον δ’ ἂν ἀφείη τις. ὁ δὲ καὶ αὐ- τοῦ μενεῖν ἀπειλήσει. μὴ γὰρ εἶναι ἀπελθεῖν ἀτυχή- σαντι. πρὸ θυρῶν γάρ ἑστάναι τὸν αὐτοῦ δεδεημένον, οὗ τὰς ἐλπίδας αἰσχύνεσθαι. τούτων ἡττᾶται πολλάκις ὁ δικαστής. διὰ ταῦτα δίδωσιν ἃ μὴ βούλεται.

    μὴ τοίνυν εἰσίτω μηδεὶς μηδὲ συνέστω μηδὲ διαλεγέσθω μηδὲ ἱκετευέτω μηδ’ ἀξιούτω λαβεῖν. οὕτω γὰρ οὐδὲ ὁ δώσων ἔσται. οὐ γὰρ δὴ διά θυρίδων εἰσπέμψει [*](10 cf. p. 35,17 sq.) [*](1 οὐδ’ Re) [*](3 ἀνδρείαν ΜοΡ sed in hoc ει ex ι corr m4, M Mor Got | καντεῦθεν ΙΜ) [*](5 τοῦτο Μο Mor Got) [*](7 ἀξίαν scripsi αἰτίαν libri edd | μήτι CMoAP sed in hoc ι in ε corr m4, I μήτ’ Re) [*](13 καὶ (2) delendum?) [*](14 ἀφείη scripsi cum Β ἀφίη reliqui libri sed ι ία εἰ corr P 4, Mor Got ἀφίῃ Re) [*](15 μενεῖν scripsi cum Α sed in hoc e μένειν corr, Μ et γρ Mor μένειν reliqui libri edd) [*](16 τῶν CMo Mor Got | αὑτοῦ CAPVaB Re) [*](17 αἰσχύνεσθαι ἔδει coni Mor) [*](18 διαταῦτα Β) [*](19 sq. μὴ δὲ MoAPIBM) [*](20 ἀξιοῦτε Μο οὕτω] οὔτε Μο Mor Got) [*](21 δὴ om I)

    16
    γράμματα προσδήσας βέλεσιν. εἰ δ’ οὖν τις καὶ ἀπώ- σεται τὴν αἴτησιν, πόσων μὲν αὐτῷ δεήσει λόγων, [*](R II 603) πόσης δὲ μηχανῆς, | πόσου δὲ χρόνου. ταυτὶ δὲ οὐ μικρὰ ζημία τοῖς πράγμασιν ἑλκομένης τοῦ δικα- στοῦ τῆς γνώμης ἐπὶ ταῦτα ἐκεῖθεν.

    22. Ἀλλ᾿ εἰσὶν οἷς εἰσελθοῦσι προσειπεῖν ἀπόχρη. ἐγὼ δὲ οὐκ οἶδα μὲν τοῦτον τὸν ἄνθρωπον, ἔστω δὲ εἷς ἡ, εἰ βούλει γε, δύο, φαινέσθω καὶ τρίτος· πότερον οὖν κάλλιον μετὰ τῶν τοιούτων εἴργεσθαι καὶ τούτους ἢ τούτων εἵνεκα καὶ τοῖς τά δικαστήρια καρ- πουμένοις ἃ κεκλεῖσθαι χρῆν ἀνεῷχθαι, ἄλλως θ’ ὅτε τοῖς μὲν οὐκ εἰσιοῦσιν οὐδὲν βλάβος, οἱ δ᾿ ἂν εἰσιόντες βλάπτοιεν; εὑρήσεις δὲ ἐπὶ τῷ νόμῳ τούτῳ τοὺς μέν οὐκ ἀχθομένους | τοὺς ὀλίγους οὐδενὸς αὐτοῖς ἀπολλυμένου, τοὺς δ’ ἀποπνιγομένους τοὺς πολλοὺς πολλῶν αὐτοῖς ἀπολλυμένων τί οὖν δεῖ τὴν πρὸς ἐνίους τιμὴν τοσούτοις ἀφορμὴν δοῦναι κατὰ τῆς τῶν δικαίων μερίδος;

    23. Μάθοι γὰρ ἄν τι τῶν δεόντων παρὰ τῶν εἰσιόντων. μάθοι δ’ ἄν τι καὶ πονηρὸν παρὰ τῶν εἰσιόντων. ὅτι δὲ οἱ κακοὶ πλείους, ἀνδρὸς ἐπὶ σοφίᾳ δόξαν ἐσχηκότος ὁ λόγος. οὐκοῦν πλείους αἰ πονηραὶ γλῶτται τῶν χρηστῶν ἔσονται. οὐκοῦν πονηρότερος [*](1 cf. Themist. or. XXIII p. 284c) [*](19 cf. p. 37,4 sq. 21 Biantis cf. Diog. Laert. I 87. Apostol. XVI 96 cum nota Leutschii; cf. p. 38,2) [*](1 ἀπώσηται Re) [*](2 αὐτοῦ Mor Got) [*](3 δ’ Μ Re) [*](4 γράμμασιν ΙΜ | ἑλκόμενος CMo Mor qui ἑλκομένης coni, Got) [*](9 πόθεν CMo Mor Got) [*](10 ἕνεκα Re) [*](11 ὅτι Ι) [*](12 οὐκ om | οἵ ΡΒΜ οὐ Ι) [*](13 δ’ Re | τοὺς Ρ) [*](16 δεῖ Μ sed δὴ in marg)

    17
    ἢ χρηστότερος ὁ ἄρχων ἡμῖν ἔσται. ἑωράκαμεν δὲ τοὺς κεκλεικότας τὰς θύρας εὐδοκιμηκότας αὑτοῖς συμβε- βουλευκότας καὶ οὐδὲν τῶν χρησίμων αὐτοὺς ἐκφυγὸν παρὰ τὸ μὴ παιδαγωγεῖσθαι ταῖς τούτων γνώμαις.

    οἶμαι δὲ καὶ τὸ τὰς ἀρχὰς αὐτοὺς πεῖθον λαμβά- νεῖν τοῦτ᾿ εἶναι τὸ δοκεῖν σοι νοῦν ἔχειν αὐτούς. πέμπεις γὰρ ὡς τὰ πρὸς εὐδαιμονί·αν πόλεων πεπαι- δευμένους, ἀλλ’ οὐχ ὡς παιδευθησομένους. εἰ δ’ ἑτέ- ρων δεήσονται τῶν ἃ χρὴ ποιεῖν διδαξόντων, σέ τὶς ἂν αἰτιάσαιτο, βασιλεῦ, τὸν δέον ἀντὶ τούτων ἐκείνοις διδόναι τὰς ἀρχὰς τούτοις διδόντα.

    25. Πόλλα γὰρ ἄν, φησίν, ἁμαρτηθείη θυμῷ καὶ δεῖ παρεῖναι τοὺς καθέξοντας. πολλοὶ δέ γε λαβόντες θυμουμένους ἔτι μᾶλλον ἐξέμηναν ἄρχοντος ἀρετῇ | προστιθέντες τὸν θυμὸν καὶ δεῖν μὲν εἶναι [*](R II 605) φοβερὸν τὸν ἄρχοντα τοῖς ἀρχομένοις λέγοντες, δεδιέναι [*](16) δὲ μάλιστα τὸν ἀστράπτοντα θυμῷ. θυμὸν δὲ τὸν μὲν ἄλλοθεν ἐγγενόμενον ἐξερρίπισαν, τοῦ δ’ αὐτοὶ κατέστησαν ἀρχιτέκτονες ταύτῃ τοὺς ἅπαντά σφισιν εἴκοντας ἀναρπάζοντες. ὥστε τὸ πᾶσιν ἐξεῖναι πὰρ’ αὐτοὺς εἰσιέναι καὶ περὶ ὧν ἂν δοκῇ λέγειν οὐ μᾶλλον [*](1 cf. p. 35, 3 sq.) [*](17 Xen. Cyn. VI 15) [*](19 Cf. t. II 624,4) [*](2 τὰς om Μο Mor Got | αὐτοῖς Ρ sed ‘ in ras m 4 αὐτοῖς VaMo Mor Got | > συμβεβουλευκότας?) [*](3 αὐτοῖς ΙΒ) [*](5 τὸ Ρ sed ὸ in ras m 2 | αὐτὰς CMo Mor Got) [*](9 σε τις Μο Mor Got) [*](10 τὸν in lac –3 litt om I) [*](11 διδόντα Ρ sed ι ιν ras m 2 num δόντα?) [*](13 καθέζοντας CMoI Mor Got) [*](15 τὸν om PVaB | θυμόν Ρ sed ν in ras m 2) [*](17 θυμὸν — ἐξερρίπισαν ad versum comoediae Atticae πολλοὶ) θυμὸν τὸν ἐγγενόμενον ἐξερρίπισαν revocavit Kockius Com. Att. fr. III 501 n. 504) [*](18 ἐξερρίπησαν ΙΒ Mor γρ ἐξαρρίπησαν) Got ἐξαρ- ρίπησαν Μο | αὐτὸν Mo Mor) [*](19 ἄπαντας ΙΜ Mor Got) [*](20 ἥκοντας I | ἀναρπάζοντες Ρ sed ες ιν ras m 2)

    18
    ὀργὰς δύναται καταπαύειν ἢ τὰς μὲν μείζους ποιεῖν, τὰς δὲ καὶ ἐντιθέναι. σὸν δή, βασιλεῦ, τοῖν δυοῖν τούτοιν ῥύσασθαι τοὺς ἄρχοντας. τὸν δ’ ἄνευ τούτων θυμὸν αὐτοῖς τε ἐπᾴδοντες σβέσουσι καὶ τῷ παρά τῶν παρέδρων χαλινῷ.

    26. Καὶ χάριτας τοίνυν φήσουσιν εἶναί τινας οὐδὲν ἐχούσας ἐναντίον τοῖς νόμοις. εἰ [*](R II 606) δὲ ὁμολογοῦσι τοῖς νόμοις, | ἄλλο τι ταῦτα κλη- τέον, οὐ χάριτας. εἰ γὰρ ἃ γένοιτ’ ἄν μοι παρὰ τῶν νόμων, ταῦτα λαμβάνω, πῶς ἔτι τοῦτο χάρις; ἢ πόθεν τουτωὶ τῷ πράγματι τοὔνομα; καὶ μὴν ὁ μὲν χάριν λαβὼν ἀμοιβὴν ὀφείλει τῷ δόντι, δικαστῇ δὲ ὑπηρε- τηκότι νόμοις οὐκ ἂν ὀφείλοιτο χάρις. ἂ γὰρ ἦν αὐτῷ κατ’ ἀνάγκην πράττειν, ἔπραξε.

    φημὶ τοίνυν κατ’ οὐδέτερον τῷ δικάζοντι δεῖν ὑπὲρ τοιούτων τινὰ δια- λέγεσθαι οὔτε ἐπιτρεπόντων παρέχειν τοῖς αἰτοῦσι τῶν νόμων οὔτε μή. ἢ γὰρ ἂ δεῖ καὶ σιωπώντων ἔσται διὰ τοὺς νόμους ἢ χάριτας εἰ λέγοιεν οὐ συμβαινούσας τοῖς νόμοις, ταύτας λαβόντες ἔλαβον οὐ καλάς.

    28. Εἰ δέ μοι λέγει τις δεσμωτήρια καὶ καταδίκας καὶ λύσιν ἑκατέρου διά τοὺς εἰσιόντας, ἴστω ὧς ἂ λυθῆναι μὲν προσῆκεν, ἐλύετ᾿ ἂν καὶ οὐκ εἰσιόντων, [*](1 ἡ] εἰ Μο om Mor sed inser coni, Got 1 et 2 τας Ρ 4 αὐτοῖς Ρ sed ‘ in ras m 2 αὐτοῖς Mor Got | τ’ Β om Mor Got) [*](7 „post νόμοις videtur excidisse responsionis alterum mem- brum: ἀλλ’ εἰ μὲν χάριτες, οὐ συμφωνοῦσι τοῖς νόμοις“ Re 9 ὰ] ἂν Β | γένοιτ’ ἄν] γένοιτό Ι 10 τούτω ΡΒ 11 „malim τοῦτοῒ“ Re 13 inter γὰρ et ἦν ras 2 litt Α 14 κατα- νάγκην I | πράττειν om I 11 ἢ] εἰ Mor Got 18 νόμους om Μο Mor Got | εἰ] οὐ Ι | εἰ λέγοιεν Ρ sed εἰ λέγοι in ras m 4 | σημαινούσας Mor Got 20 λέγοι ΙΒ | τίς Β | δικα- στήρια I)

    19
    ὥσπερ ἐπ᾿ ἐκείνων ἐφ’ ὧν οὐκ ἣν εἴσοδος, ἃ δὲ ἐχρῆν ἤ ὅλως μένειν ἢ πλείω χρόνον, διὰ τοὺς εἰσιόντας ἢ ὅλως ἢ θᾶττον κινηθέντα κακῶς κεκινημένα. ἔκβαλε δὴ τὰς χάριτας ταυτασὶ τῶν δικαστηρίων, ὦ βασιλεῦ. καὶ μὴ πρὸς ἄνδρα, πρὸς δέ τούς νόμους ὁ δικάζων βλέπων ἔν τε τοῖς μείζοσι καὶ ἐλάττοσιν οὕτω τὰ μὲν | πραττέτω, τὰ δὲ μή. [*](R II 607)

    29. Σὺ δὲ οὐκ εἶ, φησί, τῶν εἰσεληλυθότων; φημί, καὶ τῶν γε οὐκ εἰσεληλυθότων. ἐπεθύμουν μὲν γὰρ τούτου, ἠναγκαζόμην δὲ ἐκεῖνο, φεύγων μὲν εἰς [*](10) ὅσον ἐξῆν, νικώμενος δὲ πλήθει τε καὶ πυκνότητι τῶν κλήσεων. οἱ δὲ ἀφικνούμενοι καὶ καλοῦντες νῦν μὲν ἰατροὺς ἑώρων περὶ τὸ σῶμα τοὐμόν, ὧς δὴ κάμνον, οὐ κάμνον, νῦν δὲ ἐπώλουν μοι τὸ δοκεῖν μὴ δεδυ- νῆσθαι μήτε ἵξω συντυχεῖν μήτε ἔνδον εὑρεῖν, ἀεὶ δὲ [*](15) φεύγειν οὐκ ἣν. τοῦ δὲ δυσχεραίνειν με τὰς τοιαύτας εἰσόδους τεκμήριον τὸ καλεῖν εὐεργέτας ἐμαυτοῦ τοὺς οὐ καλοῦντάς με παρ’ αὑτούς. καὶ τοῖς μὲν ἄλλοις ἐδόκουν ἐκεῖνοι τῷ μὴ καλεῖν πλημμελεῖν, ἐμοὶ δὲ τὰ προσήκοντά τε ποιεῖν καὶ συμπράττειν εἰς τὸ χρῆμα [*](1 cf. p. 47,3 sq. 8 sq. cf. p. 44,1 sq. 14 cf. p. 44,7 sq.) [*](3 κατά ἀπὸ Μ) κοινοῦ τὸ ἴστω ΑΜ) [*](1 ἦν om Μο Mor Got | αἰ Μο 2 ὅλος Μο 3 ὅλως] „videtur hic aliquid deesse, e. c. παρανόμως aut ἀδίκως aut οὐ προσηκόντως“ Re | ἔμβαλε Mo Mor 5 πρὸς (1) in ras P 2 6 βλέπων om B | 6 et 7 τα Ρ 8 εἰσελθόντων Μ 9 μὲν om I) [*](10 δ’ Re | φεύγω Μο Mor Got 11 ὀξὺν Mor sed ἐξῆν coni, Got | πυκνότητι Ρ sed πυκνότη in ras m 2 14 δέ om Mor Got | ἐπώλουν μοι τὸ Mor sed γρ ἐπόνουν μέν τῷ 18 παρ’ Ρ sed ’ in ras m 2 | αὐτούς Ρ sed ‘ in ras m 2 αὐτούς MoAIVaM Mor Got 19 τῷ Ρ sed ῷ in ras m 2 τὸ I | πλημελεῖν PI | ἐμὸν CMo 20 τε om I)

    20
    τῶν λόγων.

    καὶ τῶν χρόνων μοι τούτους ἡδίστους γεγενῆσθαι νομίζω τοὺς ὅλως ἀκριβῶς περὶ τοὺς λόγους ἀνηλωμένους. καὶ ταῦτα λέγων οὐκ ἂν ἀπιστοίμην εἰκότως. οὔτε γὰρ Ἀριστείδῃ τῷ Λυσιμάχου γέγονεν ἀπὸ τῶν φόρων οὐδ’ ὀβολὸς οὔτ’ <ἐμοὶ> ἀπὸ τῶν παρὰ τὸν βασιλέα τὸν γενναῖον ἐκεῖνον καὶ λαμπρὸν καὶ τοῖς βεβιωμένοις καὶ τῇ τελευτῇ. καλὸν μὲν οὑν καὶ· τὸ μὴ λαβεῖν, πολὺ δὲ κάλλιον τὸ μηδ’ ἀπολαβεῖν | [*](R II 608) καὶ ταῦτα ἐκείνου προκαλουμένου τῆς τῷ πάππῳ συμβάσης τῶν ὄντων δημεύσεως οὐ πάσης λελυμένης. ἀλλ’ ὅμως καὶ τοῦτο ἔφυγον, ὅπως, ἔφην, μηδενὶ τρόπῳ μηδὲν τοιοῦτον κερδάναιμι.

    τοῦ χάριν δὴ ταῦτα διῆλθον; ἵνα πᾶσιν ἡ πιστόν, ὧς ἠδό- μην τῷ μὴ καλεῖσθαι μᾶλλον ἢ ταῖς τοιαύταις συνου- σίαις. εἰ γὰρ μήτε χρήματα ἐποίουν διὰ τὸν οὐκ ἀξι- οῦντα τὰ τοιαῦτα κερδαίνειν πράγματά τε καὶ πόνους ἀνθ’ ἡσυχίας παρεῖχον παρῃροῦντό τε τῆς περὶ τοὺς λόγους ἐπιμελείας, ὅπως ἡδοίμην ταῖς τούτων αἰτίαις;

    32. Εὖ γάρ, φησί, πολλοὺς ἀπὸ τούτων [*](20) ἐποίεις. πάλιν ἐνταῦθα μεμνήσομαι τῶν νόμων. ὧν ὑπὸ τῶν ἀρχόντων βεβαιουμένων, τοῦτο δ’ ἂν ἔχοιεν [*](4 cf. t. III p. 399, 25 sq. 5 cf. p. 46, 14 sq. 6 Iulianum 9 cf. t. I 143, 4 sq. ep. 1039 19 cf. P. 37,4 sq.) [*](2 ὅλως ἀκριβῶς] „videtur καὶ ιντερπονενδθμ“ Re 5 ἐμοὶ inserui cum Μ auctore Re om reliqui libri edd 8 καὶ τὸ (2) Β μὴ δ’ MoAPIBM 11 τοῦτ’ I 12 τοιοῦτον om Μ | κερδάναιμι scripsi auctore Re κερδᾶναι Μο κερδάναι reliqui libri edd 13 δὲ Re 14 ἢ] ἐν coni Mor 15 τό οὐκ ἀξιοῦν coni Mor 16 τά om I 17 παρῃροῦντό τε Ρ sed et add m 4 et supra ῃ eras παρῄρουν τότε ΜοΜ Μορ Got παρῄρουν τότ’ Ι 18 ἡδοίμην scripsi cum BM sed in hoc ἡδόμην in marg ἡδόμην religui libri edd 20 ὧν] τῶν Mor Got)

    21
    ὑπὸ τῶν ἀγαθῶν, οὐδὲν ἐμοῦ καὶ τοῦ δεῖνος δεήσει τοῖς ἀρχομένοις. εἰσῄειν, ὁμολογῶ. | τοῦτο δ’ οὐκ [*](R II 609) ἂν ἦν, εἴ τις ἦν ὁ κωλύων νόμος. τεθήτω τοίνυν ὁ νόμος, ὅπως μηδέ τοῖς πάνυ βουλομένοις εἰσελθεῖν ᾖ, καὶ δι᾿ οὗ γαλήνην αἰ ψυχαὶ τῶν ἀρχόντων ἕξουσιν, ἐπεὶ καὶ τούς ἰατροὺς ἀξιώσαιμ’ ἂν ὑπὲρ τῶν σωμάτων αὐτοῖς διαλέγεσθαι μόνον.

    33. Ἔτι κἀκεῖνο προσήκει καὶ ῥηθῆναι, βασιλεῦ, καὶ τοῦ νόμου γενέσθαι μέρος, ὃ παροφθὲν δώσει πράττεσθαι τῷ κεκωλῦσθαι δοκοῦντι. βούλει μαθεῖν τοῦτο ἔτι; μηδεὶς ἄρχων μήθ’ ἑστιάτω μηδένα μήτ’ αὐτὸς ὡς ἄλλον ἑστιασόμενος ἐρχέσθω. πολὺ δὲ τοῦτο νυνί. καὶ τὴν μὲν ἄλλην αἰσχύνην ἐῶ τῶν νηφόντων ὁρώντων μὲν τὴν ἐν ἐκείνοις μέθην, μὴ γελᾶν δὲ οὐ δυναμένων. τοιαῦται μὲν αὐτοῖς αἰ παρειαί, τοιοῦτοι δέ ὀφθαλμοί, τοιαῦται | δὲ γλῶτται. τῶν δὲ ἐπὶ [*](R II 610) ζεύγους οἱ ἐπὶ τῶν ἵππων καταγελαστότεροι.

    ἀλλ᾿ ἐῶ ταῦτα νῦν, δεδιέναι δὲ αὐτῶν ἄξιον τὰ συμπόσια διὰ τοὺς ἐν συμποσίοις λόγους, ἐν οἷς ἔστι καὶ χάρι- τας ἐπαγγεῖλαι τοιαύτας ὁποίας ἄρτι διεξῄειν. τῷ δὲ ἑστιάτορι μέν, ἄρχοντι δὲ καὶ κατά τοῦτο δοῦναι δυνα- μένῳ, προπίνοντι δὲ τοῖς δαιτυμόσιν ἀνωμαλίας εἶναι [*](6 cf. p. 40,9 sq. 11 cf. p. 47, 18 sq. 14 cf. p. 48, 19 sq. 22 cf. p. 47,20 8(1.) [*](4 μὴ δὲ MoAPIB 7 μόνων Α μόνων Re I διαλέγεσθαι. μόνον ἔτι Mor Got 8 καὶ del censuit Re Anim 10 κεκω- λῦσθαι Μο 11 τοῦτο ἔτι; μηδεὶς Re τοῦτο; ἔτι μηδεὶς libri Mor Got | μήθ’ reposui e libris μήδ’ Mor Got μὴ Re 12 ἀρχέσθω CMo 14 ἐν in ras P 2 16 αἰ reposui e libris om edd | τοιοῦτοι δὲ ὀφθαλμοί om Re 16 οἱ ὀφθαλμοί Β | δ’ Re 18 δὲ om I δ᾿ Re | προπίνειν 19 έν συμποσίοις] „malim τοῖς interponi“ Re 22 προπίνειν coni Mor)

    22
    δοκεῖ καὶ οὐ κατὰ τὴν κύλικα τὸ μὴ τῷ οἴνῳ προσ- θεῖναι καὶ τὴν χάριν. φύονται δὴ συμφοραὶ πολλοῖς ἀπὸ τῶν συμποσίων. εἶτα οἱ μηδὲν ἀδικοῦντες μήτε ἰδίᾳ μήτε κοινῇ οὐ θαυμάζουσιν, ὅθεν αὐτοῖς ἐν ταπα- χαῖς τε καὶ κακοῖς τὰ πράγματα.

    35. Ἴσχε δή, βασιλεῦ, τοὺς τοιούτους πότους. ἐπι- σχήσεις γάρ πολλῶν καὶ δεινῶν ἀρχάς, ὧν καὶ μή·πω προσκειμένων μηδὲ ἁπτομένων ἀπὸ τῆς ἐλπίδος τραύ- ματα. οὗτος ὁ νόμος τεθεὶς παρέξει καὶ τοῖς ἄλλοις ἰσχύειν οὐκέτ᾿ ἐπεισιόντων αὐτοῖς ἀφ’ ὧν ἀσθενεῖς γεγόνασιν.

    [*](1 τὸ Ρ sed ὸ in ras m 2 τῶ ΙΜ 2 δὲ Μ 3 συμ- φορῶν CMo συμφορῶν . . . . . Mor Got 4 verba ὅθεν — 6 πράγματα ad versum comoediae Atticae ὅθεν ἐν ταραχαῖς τε καὶ κακοῖς πράγματα revocavit Kockius Fr. com. Att. III 501 n. 506 („fortasse peta praemiserat εἶτα καὶ θαυμάζομεν vel simile ali- “) 4 ἰδία MoPIM | κοινὴ MoPIBM cf. t. II 180,11; t. III 338, 6 | θαυμάζουσιν Mor sed γρ θαυμάσουσιν in marg 8 μὴ δέ MoAPIBM | ἐλπίδος καὶ Μ | πράγματα ΑΜ sed in utroque γρ τραύματα in marg, I ἔριδες καὶ τραύματα coni Mor)[*](9 τοῦτο Mor Got 10 οὐκ ἔτ᾿ Α οὐκἔτ᾿ Ρ sed ’ supra ε oras | ἐπισειόντων CMo 11 gegqonasi Α | τέλος τοῦ κατά τῶν προσεδρευόντων τοῖς ἄρχουσι λόγου τῶν προσ- εδρευόντων τοῖς ἄρχουσι Ρ)