Oratio 48
Libanius
Libanius, Oratio 48, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
φέρε, εἴ τις ἀρρωστούσῃ μητρὶ πένητι μίαν ἐχούσῃ καταφυγὴν τὸν υἱὸν παρακαθῆσθαι μὲν οὐκ ἀξιοίη, χωρήσας δὲ ἐπὶ δένδρα καὶ κήπους καὶ ἄνθη τρυφῶν ἐνταῦθα διάγοι κᾆτα ὡς κακὸς περὶ τὴν τεκοῦσαν κρίνοιτο, τοῦτον, εἰπέ μοι, σώσει τὸ τῆς προσεδρείας ἐκείνης ταύτην ἡδίω τὴν διατριβὴν εἶναι; ὦ κάκιστε ἀνδρῶν, ἒν τοῦτο ἐώρας, τὴν τέρψιν, ἃ δὲ ἠδίκεις οὐκ εἶδες οὐδ’ ὡς ἄμεινον ἦν τοῦ κυλινδεῖσθαι ἐν ἄνθεσι τὸ ἀσθενούσης ἐπιμελεῖσθαι μητρός;
35. Οὐ δὴ τοῦτο δεῖ σκοπεῖν, εἰ τὸ μὴ βουλεύειν | [*](R II 545) τοῦ βουλεύειν ἀπονώτερον, ἀλλ’ ει’ τὸ βουλεύειν τοῦ μὴ βουλεύειν εὐσεβέστερον. εἰ δ’ οὗτοι δόξουσί τι [*](6 cf. ad p. 391,1 16 cf. t. II 550,1 17 cf. p. 478,19) [*](1 χάριν; εἴποι Re χάριν εἴποι libri Bong | τις ἂν M Bong 4 ἦν Μ Βοng 5 τὰ Ι 6 τῆς Μο 7 τὸ — 8 καρπόν citat omissa γὰρ particula Macar fol. 91 8 τῷ μὲν ΙΒ | μὴ om Β 9 τοῦ τοῦτο e τούτου τῶ corr Α τούτου τὸ CMo) [*](10 ἔχων inserui auctore Re, ὂν Sintenis 12 ἐχούσης Μο sed ς eras 13 δ’ Re 17 κάκιστε CMoA sed in hoc ε del et’ pos m. rec. κάκιστ’ reliqui libri edd | τούτω CMo τούτωι Α sed ’ in ~ et ω in o corr m. rec. 18 ἀδικήσεις CAPIMo Re | ; post εἶδες CMoAPI edd delevi 22 δὲ ΙΒΜ edd)
ἀλλ’ ἴσμεν δὴ τήν τε κώμην ἐκείνην καὶ τὸ ἐν αὐτῇ γένος ὡς ἐξεκόπη μέχρι τῶν ἐν γάλακτι παιδίων προελθόντος τοῦ πυρός, προνοηθέντος, οἶμαι, τοῦ τότε βασιλέως, ὅπως μὴ πάλιν ἀναφύσεται τὸ δεινὸν ἐκεῖνο γένος. διὰ τοῦτο φέρουσαι ταῖς ἀγκάλαις αἱ μητέρες τὰ τέκνα ταῖς τῶν δημίων χερσὶν ἐωθοῦντο μετ’ ὀργῆς εἰς τὴν φλόγα. εἰ δὲ τὸ αὑτῶν ἐποίουν οὗτοι καὶ οὔτ’ ἂν ἐπλούτουν κακῶς οὔτ’ ἂν ἀπέθνησκον. οὕτω δὴ καὶ περὶ τοῦ παρόντος. γιγνέσθω τις εὐδαίμων δίκαιος ὤν, ἀδικῶν δὲ καὶ κατὰ τοῦτο ἰσχύων ἴστω δίκην ὀφείλων τῆς ἰσχύος. ἣν εἰ κατ’ αὐτὸ τὸ δύνασθαι μὴ διδοίη, μειζόνως κακοδαίμων ἢ εἰ ὑπεσχήκει τὴν δίκην.
37. Ἄξιον δὲ μηδὲ ἐκεῖνο παρελθεῖν πολλὴν ἔχον αἰτίαν.
[*](8 Μarathocuprenos cf. ep. 1443. 1450. Amm. XXVIII 2, 11-14)[*](10 Valentis cf. Amm. l. l. 14 eorumque suboles parva etiam tum, ne ad parentum exempla subcresceret, pari sorte deleta est)[*](1 λῃστὰς ΜοΙΒ 4 αὐτῶν MoAPI 6 τὴν om ΙΒΜ Bong 10 τοῦτό τε Μ Bong 12 διατοῦτο MoPIBM 14 τὰ Re | αὐτῶ Ι sed 1 litt eras post ω | ἐποίουν εἰ δὲ τὸ αὐτῶν ἐποίουν οὗτοι Ι 16 γινέσθω BM edd | τίς MoIBM Bong 17 κατατοῦτο Ι 18 ἢν εἰ κὰτ αὐτὸ τὸ scripsi cum Ρ sed et εἰ et τὸ (in αὐτὸ) et ὁ (in τὸ) in ras m2, Β ἡνίκα τ’ τὲ ΙΜ Bong) αὐτῷ τῷ τε pro τῷ Ι) reliqui libri edd 19 εἰ Ρ 86(1 εἰ in ras m2 om Β | τ(??)ν δίκ(??)ν Μ 20 μὴ δὲ MoAPIBM)Οὐ βοηθεῖτε τοῖς βοηθείας δεομένοις, οἷς πάρεστι <τὸ> δύνασθαι. ἀλλ’ οἱ μὲν πωλοῦσι τὰ σφῶν ἀπορίᾳ συμμάχων, ὑμεῖς δὲ πρᾴως φέρετε τὰς αύτας τῶν πράσεων ὡς δὴ οὐδὲν τοῦ κακοῦ μετέ- χοντες. καὶ οὐ τοῦτ’ ἔστι τὸ χείριστον, ἀλλ’ ὅτι τῶν [*](R II 546) μὲν αὐτοὶ καταβάλλετε | τὴν τιμήν, τὰ δὲ τοῖς ἐν δυνάμει προξενεῖτε καὶ κολακεύετε τὰς ἐκείνων τρα- πἐζας τοῖς τῶν βουλευόντων κτήμασι. κἂν ἀγρόν τις αὐτῶν τοῦ βουλεύοντος θαυμάσῃ καὶ διὰ τοῦ θαυ- μάξειν εἰς τὸ ἐρᾶν προέλθῃ, ταχὺ τὸ ἔργον προσετέθη, καὶ ὁ μὲν ἠνάγκασται πωλεῖν, τῷ δὲ ἕτοιμον ἀγοράζειν.
οἱ δὲ τοῦτο καταπράξαντες ἠριστευκέναι τε νομί- ζουσι καὶ μέγα τεῖχος αὑτοῖς περιτεθεικέναι τὴν τῶν ἐωνημένων χάριν. εἶτ’ αὐτοῖς ἐπὶ τὰς θύρας ὁσημέραι φοιτῶσι καὶ παρακολουθοῦσιν ἐπὶ τὰς τῶν ἵππων φάτ- νας κἂν ἃ τῶν οἰκετῶν ἐστι ποιεῖν ἐπιταχθῶσι, γεγή- θασιν. οἱ μισθοὶ δὲ τούτων φαγεῖν, πιεῖν, μεθυσθῆ- ναι, βιασθῆναι τοὺς καταδεεῖς. κἂν ἡ Τύχη τινὰ τῶν ἐξάγῃ τῆς πόλεως, πεσόντες εἰς γόνυ καὶ δεηθέν- τες μένειν ἀπεστέρησαν τῶν παρὰ τῆς Τύχης τὴν πόλιν. εἶτ’ εὐθὺς παρακαλοῦσιν οἰκοδομεῖν. εἶθ’ ἡ κύων ἐμι- [*](21 cf. t. II 293,9. Plat. Rep. VIII ρ. 563 0. Diogen. III 51. Cic, ad Att. V 11, 5) [*](1 βοηθεῖτε — 2 δύνασθαι citat Macar fol. 91 | πρὸς vel potius πρὸς τούτους ante οἷς inser coni Re 2 τὸ inserui e Macar auctore Re om libri edd 3 πράως MoPIBM 5 τοῦτ᾿ scripsi ex ΜοΑΡ τοῦτο reliqui libri edd 6 κατε- βάλλετε Ι | τὰ Ρ 8 τῶν om ΒΜ Bong 12 τε om Μο 13 αὐτοῖς ΙΒΜ Bong | περιτεθεικέναι scripsi coll. t. Ι 463,19 προστεθεικέναι libri edd 14 εἶτ’ scripsi e CMoAP εἶτα reliqui libri edd | ὁσημέραι Α 21 εἶτα ΙΜ Bong | εἶθ’ scripsi 6 CMoAPB εἶτα reliqui libri edd)
39. Εἶτα θαυμάζετε τῶν ἀρχόντων, εἰ ταῦτα εἰδότες ὑβρίζουσι; τί δαὶ Ι αὐτοὺς ἐχρῆν ποιεῖν; αἰδεῖσθαι [*](R II 547) καὶ τιμᾶν τοὺς σφᾶς αὐτοὺς τεταπεινωκότας; ὁρᾶθ’ ὡς ὑφ’ ὑμῶν αἰ τιμαὶ τῇ βουλῇ διεφθάρησαν. πῶς γὰρ ἂν ὁ δικάζων δύναιτο τὸν τοῦ δεῖνος αἰδεῖσθαι κόλακα τὸν προπεπωκότα αὐτῷ τὰ τῶν ὁμοσκήνων δένδρα, τὸν καταπολεμοῦντα τὴν βουλὴν ἦς καὶ αὐτὸς εἷναι τέτακται;
οὐδὲ ταῦρον ἴδοι τις ἂν ἡδέως πηροῦντα τὰς βοῦς τοῖς κέρασιν οὐδὲ κριὸν ἀναρρη- γνύντα τῇ κεφαλῇ τοὺς ἄρνας οὐδὲ ἀλεκτρυόνα τῇ τῶν νεοττῶν ἐπιτιθέμενον ἀσθενείᾳ· οὐ τοίνυν οὐδ’ ἐν βουλῇ τοὺς πρώτους ἀπολλύντας τοὺς δευτέρους καὶ τρίτους. ὃ κακὸν μέν ἐστι τοῖς προδιδομένοις, κακὸν δὲ τοῖς προδιδοῦσιν. ἐν γὰρ αὐτοῖς τοῖς δοκοῦσι κέρδεσιν ἡ βλάβη. ἢ πόθεν οἴεσθε τὸν δῆμον οὕτως ἐπῆρθαι καὶ ἀσελγαίνειν καὶ παροινεῖν; ἐῶ τὰ ἄλλα. ἀλλὰ ἔναγχος οἵας ἀφῆκαν ἐν τῷ θεάτρῳ φωνάς, ἐπεὶ [*](13 Soph. Ai. 236) [*](1 δέσποιναν scripsi auctoribus Re at Cobeto Coll. 137 δεσποτείαν libri edd Ι οἰκοδομουμένην Μο sed ν del | τουτὶ scripsi cum Β ταντὶ reliqui libri edd 6 δὲ CMoIBM Bong δαί; Re 8 ὑφ’ in ras P5 ἀφ’ Β | διεφθάρησαν; CMoAPBM Bong 10 προπεπτωκότα CMoI 12 ἴδη CMo) [*](15 οὐδὲ ΙΜ Bong 18 τοῖς προδιδοῦσιν] „addi velim αὐτοῖς“ Re | αὐτοῖς in marg Μο 20 τἄλλα Ρ sed τ in ras 2 litt m2, Β 21 ἀλλὰ scripsi e CMoA ἀλλ᾿ reliqui libri sed’ in ras Ρ2, edd)
41. Γένεσθε τοίνυν ἀμείνους μὲν ὑμῶν αὐτῶν, ὅμοιοι δὲ τοῖς πατράσιν, οἷς τοὺς ἐπὶ τῶν ἀρχῶν καὶ καταπλήττειν ὑπῆρχε. γένεσθε τοῖς πενεστέροις τῶν ἐν τῇ βουλῇ λιμένες καὶ μιᾷ γνώμῃ τὰ συμφέροντα καὶ ζητεῖτε καὶ πράττετε. καὶ τὸ ἑνός τινος ἀγαθὸν κοινὸν κεκρίσθω καὶ τὸ δυσχερὲς ὡσαύτως. ὡς νῦν γε ἐπιχαίρομεν ἀλλήλοις, καὶ οἱ μὲν πιέζουσιν, οἱ δὲ καταρῶνται. μηδὲν ὑμῖν ἔστω φοβερώτερον τοῦ τὴν πατρίδα κακοῦν μηδ’ αὐτὸς ὁ θάνατος.
[*](R II 548)42. Ἀλλ’ ἀγέσθω τις | ἐπὶ τὸ βουλεύειν, κἂν μέλλῃ τό τινος λυπήσειν βαλλάντιον. οὐχ ὁρᾶτε τὸν Δητόïον ὡς καλὰ περὶ αὑτοῦ διηγεῖται πολλάκις, τὸν Μακρέντοιν, τὸν Μάτερνον, τὸν Ἰουλιανόν, πολλοὺς ἄλλους, τὰς ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς μάχας, ἃς οὐκ ἀζημίους μέν, καλὰς δὲ καὶ οὕτως ἐνόμιζεν; τί τοιοῦτον ἔστιν ὑμῖν εἰς φιλοτιμίαν ἐπαῖρον; περὶ τοῦ τῶν ὑμετέρων ἐν συνουσίαις διατρίψετε; τίνος μνημονεύοντες ἀμείνους εἶναι δόξετε; νίκας μὲν Ὀλυμ- [*](13 cf. p. 459,17 sq. 15 cf. p. 24,15; 146,10; 461,16) [*](4 γενέσθαι Μο sed ε supra αι scr. m2 5 καὶ om Ι 10 ἀλλήλοις scripsi auctore Re ἄλλοις libri edd 12 μὴ δ’ MoAPIBM 13 τίς ΜοΜ 14 τὸ πήσειν C πήσειν Μο | βαλάντιον CMoBM edd cf. ρ. 173,2 15 αὐτοῦ ΜοΙΒ 16 τὸν Μάτερνον om Ι | ματέρνον CMo Re 18 ἐνόμιζεν A sed γρ ἐνόμιζον in marg ἐνόμιζον CMoP sed in hoc o in ras m2, ΙΒ Re 19 τοιοῦτό Bong | ἡμῖν ἐστιν CMo ἡμῖν ΑΡ (??)μῖν Ι ὑμῖν Μ sed υ ex η corr | ἐπαῖρον Re ἑταῖροι libri Bong) [*](20 ὑμετέρων Μ sed υ in ras ἡμετέρων reliqui libri Re 21 Ὀλυμπιακὰς CMo)
43. Μὴ ὑμεῖς γε, μὴ μέχρι παντὸς ἐπὶ τῶν ἡμαρ- τημένων μένετε, ἀλλὰ ἅλις μὲν δρυός, ἀποθέμενοι δὲ τὴν πολλὴν ταύτην μαλακίαν δείξατε πάλιν τὴν βουλὴν ἀνθοῦσαν.
[*](4 Diogen. Ι 62. Greg. Cypr. Leid. Ι 39. Marcell. praef. prov. p. XXIII. Cic. ad Att. II 19,1; cf. Anth. Pal. VI 254,1)[*](2 μήτ’ Re | χρήσεσθε Μο 6 πρὸς τὴν βουλὴν subscr Ρ)