Oratio 46

Libanius

Libanius, Oratio 46, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ὁ δ’ ἀπὸ Ι ψιλῶν τῶν αἰτιῶν τοὺς μὲν Αἰακοὺς ἐνόμισε, [*](R II 466) τὸν δὲ Εὐρύβατον καὶ μήτε καλέσας μήτ᾿ ἐρωτήσας [*](23 cf. ad p. 37,7) [*](22 Αἰακοὺς ἤτοι δικαίους· Εὐρύβατον συκοφάντην δόλιον, τοιοῦτος γὰρ Εὐρύβατος V2) [*](4 τε om V cancellavi 6 καὶ del? 8 αὐτοὺς Ι Mor sed in hoc γρ αὐτὸν in marg 13 τῆς τῶν Ρ sed ῆς et ων m3, τ (2) et in m3 14 μηδὲ? 15 καὶ om Mor 16 ἐν— 17 ἢν om Β 18 λαχόντα scripsi auctore Re coll. p. 196,20 λαβόντα libri edd 20 καταψευδομένων V 21 ὃ A ὅ Ρ sed ‘e’ corr m2, BV 23 δ᾿ Re)

382
μήτε κρίνας ἐξήλασε τῆς τάξεως ἐφ’ ἦς ἦν τῶν ἐν τῇ βουλῇ τὸν ἄριστον, ὂν πολλοὺς πρότερον ὑπερβὰς ἐπεποίητο φίλον εἰδὼς καὶ τὸν πατέρα τὸν αὑτοῦ χρώμενον τῷ πολιτευομένῳ. ὧν οὐδὲν ὁ Φλωρέντιος αἰδεσθεὶς ἐκολάκευσε τοὺς τοῦ δήμου μοχθηρούς, οἷς ὅσα βουλομένοις ἦν ἐψηφίζετο.

7. Παρῄνει μὲν οὖν μοι καὶ ταῦτα πόρρωθεν τὸν ὁρᾶν καὶ ζημίαν ποιεῖσθαι τὴν ὁμιλίαν τὴν πρὸς τὸν ἀρετῆς ἠμεληκότα, ὁ δὲ καί τινα τούτοις προσἐθη- κεν ἕτερα τὴν αὐτὴν ἔχοντα συμβουλήν. τοὺς γὰρ ἀθλίους τούτους τοὺς ἐν ὠνῇ καὶ πράσει τῇ τῶν ὠνίων ζῶντας συλλέξας διὰ τῶν ῥαβδούχων, τουτὶ δὲ ἦν λῆμμα ἑκάστῳ τῶν ῥαωδούχων ποιῆσαι τὸν εἰλημμένον, εἴ γὰρ μὴ τοῦθ’ ὑπέμενον, ἤγχοντο ἄν, τὴν νύκτα τοίνυν ἀνηλωκὼς ἐν τῷ σκοπεῖν, ὅ τι χρὴ παθεῖν τοὺς ἐχομένους, πληγῶν ἐποίησε τὴν ἡμέραν, πληγῶν ὅσαι γένοιντ᾿ ἂν καθ’ ἕκαστον ὑπὸ νέων πεντεκαίδεκα, [*](R II 467) τοῦ τὸν πρότερον ἀποκαμεῖν εἰσάγοντος τὸν διά- δοχον. ἡγεῖτο γάρ, ὅπερ αὖ καὶ ὁ πατήρ, σιδήρου τὰ νῶτα τοῖς τυπτομένοις εἶναι.

καὶ πρῶτος ἐκεῖνος ἐτόλμησε πληγαῖς ἐργάσασθαι θάνατον, οὗ μαθητὴν ἔσχε Τατιανόν, ἐκεῖνος δὲ τὸν υἱόν. καὶ ᾤμην γε τον ἐγὼ τοῖς ἐκείνων αἰσχυνόμενον μηδετέροις ἕψεσθαι μηδ’ ἀντ’ ἀνθρώπου θηρίον ἔσεσθαι, ὁ δ’ ἄρα ἐνόμιζεν [*](22 cf. ad p. 41,7. Zos. IV 45 Cf. Sievers p. 266) [*](3 αὐτοῦ CIV Mor 6 ὅσα scripsi e V ‘ἂν Α ἂν reliqui libri Mor ἃ ἂν Re 8 τὴν (2) om Β 10 αὐτοῦ C 13 τῶν εἰλημμένων Mor 14 ἤγχοντ’ Re ἴχοιντ᾿ Mor 17 πέντε καὶ δέκα CA edd | ἐκ post πεντεκαίδεκα CV, lac. 3 litt Ρ, 8—9 VaB λέπει ἠεκ in marg Α 21 ἐργάζεσθαι Re 23 ἐκεῖνον Ι 24 μὴ δ᾿ APIBV | ὅ ΙΒV)

383
οὐδ’ ἄρχων γεγενῆσθαι μὴ τοιαῦτα ποιήσας. ἐφ’ ἃ καλούμενοι παρὰ τῶν ἑκάστοις οἰκείων παῖδες ἰατρῶν ὁρῶντες τοὺς ὀρωρυγμένους ὑπὸ τῶν μαστίγων ἐν τοῖς σώμασι βόθρους ἀνεπήδων ὡς οὐδὲν ἔχοντες ἀπο- χρῶν. καὶ τότ’ ὄντως ἄρχειν ὁ θαυμάσιος ἐνόμισεν, ὅτε ταῦτ’ ἐπύθετο. αἰσχρὸν γάρ, ὡς ἔοικεν, ἡγεῖτο τὸ μετὰ σοῦ φιλάνθρωπος καὶ εἶναι καὶ καλεῖσθαί.

τοῦτον οὖν οὐ προσεροῦμεν ἀνδροφόνον, δι’ ὅν οἴχονταί τινες, ὅτι μὴ ξίφει τοῦτ’ ἔδρασεν; ἀλλ’ αὐτὸ δὴ τοῦτο καὶ τὸ δεινότερόν ἐστι. τίς γὰρ οὐκ ἂν ἕλοιτο τῶν ἐπὶ θάνατον ἀγομένων οὕτω μᾶλλον ἢ ’κείνως ἀποθανεῖν; Ι πᾶς ἄν, πλὴν εἰ τις τὴν ἐν [*](R II 468) ταῖς πληγαῖς διατριβὴν μιᾶς τομῆς ὀξείας κουφότερον ἡγεῖται. ἐγὼ δὲ καὶ τῶν ἐν ταῖς ὁδοῖς ἀποκτιννύντων τοὺς ξίφει τῶν διὰ μακρῶν ἀλγημάτων ἡγοῦμαι μετρι- ωτέρους. ὁ δ’ οὓς δίδωσιν ὁ νόμος ἀποκτείνας οὐκ οἰόμενος εἶναι φονεύς, διότι μὴ σιδήρῳ, διπλῇ τὸν νόμον ἀδικῶν ἴστω, καὶ τοῦ ζῆν ἀποστερήσας καὶ λυπη- ροτέρῳ τρόπῳ. Περσῶν δὲ Ῥωμαῖοι πολλοῖς τε ἄλλοις βελτίονες καὶ τῷ τελευτῆς τρόπον εὑρεῖν ταχὺν οὐκ ἐπὶ πολὺν ἐκτεινόμενον χρόνον. σὺ δὲ πληγαῖς ἀνα- λώσας ὂν οὐκ ἀπέκτεινας ξίφει, καθαρὸς εἷναι λέγεις; καὶ τίς ἀνέξεται;

[*](2 t. II 552,16. Luc. Dips. 5. Hist. conscr. § 7 7 cf. t. II 428, 9 sq.; 393,1 sq. 16 cf. t. Ι 198, 2)[*](1 ἂν γεγενῆσθαι Β 5 ἐγνώρισεν V ἐνόμιζεν Mor 7 ὀνο- μάζεσθαι Ι 9 ὡς οἴονταί τινες Μορ sed in marg γρ. δι’ ὃν οἴχονταί τινες 12 ’κείνως reposui e CAP sed in hoc ’ eras, BV κείνως reliqui libri edd 16 ὁ δ’ οὓς om in lac 4—5 litt Β | ὅ C | οὓς Re οὖν libri Mor sed in hoc γρ δίδωσιν | ὁ νόμος] ὁμοίως Mor 17 διπλῆ ΡΙΒ cf. ad p. 142,6)[*](20 τοῦ Mor)
384

10. Ἠδίκουν γάρ, φησίν, οἱ κάπηλοι περὶ τὰ μέτρα τοὺς πίνοντας. ἀδικούμενοί γε, ὦ βασιλεῦ, παρὰ τῶν πινόντων καὶ αὐτοὶ οὐ πάντων μέν, οὐκ ὀλίγων δέ. εἰ μὲν οὖν ἠδίκουν οὐκ ἀδικούμενοι, δίκης ἄξιοι· εἰ δ’ ὑπὸ τοῦ πάσχειν κακῶς ἐποίουν, τίς οὐκ ἂν συγγνοίη; οὐ γὰρ βουλομένων τοῦτο ἦν, ἀλλ’ ἠναγκασμένων. οἷς δέ ἐστι καταφυγὴ καὶ τὸ παραιτη- σόμενον, οὐ φονευτέον.

τί οὖν ἀδικοῦνται, βούλει μαθεῖν, ὦ βασιλεῦ; πολλαὶ μὲν αἰ ἀρχαί, ἔνι δὲ καθ’ ἑκάστην φάλαγξ, καὶ τούτων αὖ καθ’ ἑκάστην κήρυκες, | [*](R II 469) ἡμεροδρόμοι, βασανισταί, ἔνι δὲ καὶ ἄλλα ἄττα ἔργα ποιοῦντα προσηγορίας. οὗτοι δὴ πλῆθος ὄντες εἰσπίπτοντες εἰς τὰ καπηλεῖα πολλάκις ἑκάστης ἡμέρας πίνουσιν ὅσον ἂν μέθην ποιήσειεν, οὐκ οἶνον μόνον, ἀλλὰ καὶ ἃ τούτῳ ἐν μίξει. ἀριθμεῖ δὲ οὐδεὶς τὰ ἐκπώματα, οὐκ ἀνήρ, οὐ γυνή, οὐχ υἵός, οὐ θυγάτηρ, ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ ἀπολωλέναι. τοῖς γὰρ αὑτῶν χρῆ- σθαι λέγουσι καὶ εἶναι δεσπόται τῶν τε πίθων ὁμοίως καὶ ὧν εἰσιν οἱ πίθοι.

οἱ μὲν οὖν ἐπιεικέστεροι τὸ ἔκπωμα καταθέντες καὶ προειπόντες οἶνον ἀμείνω περισκοπεῖν ἀπῆλθον, οἱ δ’ αὐτοῖς ἐκπώμασιν. ὀβολὸς δὲ οὐδὲ παρ’ ἑτέρων, ἀλλ’ ὁ μὲν κάπηλος ὠνεῖται, οἱ δ’ ἐμπίμπλανται δόντες οὐδέν. εἶθ’ οἱ μὲν ἀπῆλθον, [*](7 cf. Thuc. Ι 90,2 cum nota Kruegeri) [*](4 οὐκ ex οἱ corr Α2 7 δ’ Re Ι παραιτούμενον Mor 10 ἂν V 11 ἄττα CA edd quod correxit Boissonadius Not. et Extr. XI 2, 155 12 ὄργανα Mor Ι λοιδορίας coni Mor 15 ἃ inserui Ι τούτῳ scripsi τούτοις libri edd οὐχ οὖτοι μόνον, ἀλλὰ καὶ ὅστις συμμίξῃ (vel αὐτοῖς συμμίξῃ) coni Re 16 οὐ (2) —18 λέγουσι om Β 17 αὐτῶν I Mor 21 οἳ A P sed ‘e’ corr m3, IBV Ι δὲ Re 22 οἳ Α IBV ἐμπί- πλανται CIBV MoR cf. t. Ι 442, 10; II 209, 1; 258, 13)

385
οἱ δ’ ἦλθον. δεῖ δὲ προκεκρίσθαι τῶν διδόντων τὸν τῶν προῖκα πινόντων φόβον. βαλαντίου δὲ οὐ μένου πολὺ τὸ πινόμενον. πίνει δὲ οὐκ αὐτός τις μόνος, ἀλλὰ καὶ ὃν εἰσάγει νῦν μὲν συγγενῆ, νῦν δὲ συνήθη.

τούτους ἀρίθμει, βασιλεῦ, τοὺς ὑπὸ τῷ τὸ ἔθνος ἄγοντι, τοὺς ὑπὸ τῷ πλείονα, Ι τοὺς ὑπὸ [*](R II 470) τῷ στρατηγῷ καὶ μηδὲ δύ’ ἄρχοντε πίνοντε παραλίπῃς, οἷς ἀγροὶ τὰ ἐργαστήρια μικροῦ πάντα. ἀφ’ ὧν γὰρ ἕκαστοι πωλοῦσι λαμβάνουσι τῷ λογιστῇ προσγινομένου τοῦ συνδίκου. τὸν δὲ ἐγκαθήμενον λόχον τί οἴει; ἆρα ἀγαπᾶν τῇ παρὰ σοῦ τροφῇ; καὶ τίς οὐκ οἶδε τὴν ἁρπαγὴν ἣν ὁ πωλῶν ἐπισχεῖν μὲν οὐκ ἐπιχειρεῖ, μὴ παροξύνῃ, δεῖται δὲ ἐλάττω γενέσθαι; οὗτοι δὲ οἱ στρατιῶται πάνθ’ ἁπλῶς ἐπέρχονται πανταχόθεν ἕλκον- τες καὶ εἰ μὴ κρέας ἤ τι τῶν τοιούτων ἔνι, φέροντες ἀργύριον.

ἀγείρουσι δὲ οὐχ οἱ μάχιμοι μόνον, ἀλλὰ καὶ οἷς ὁ βίος ἐν ἐκείνοις γελωτοποιεῖν. ἀρκεῖ δὲ εἰς τὸ ποιεῖν τὰ τῶν ταλαιπώρων ἐλάττω καὶ λέων τιθασὸς καὶ ἄρκτος καὶ πάρδαλις καὶ κύων μεγέθει διαφέρων, ἤδη δὲ καὶ πίθηκος. καὶ ὁ μὲν αὐλήσας εἰσέπραξεν, ὁ δὲ μετὰ σύριγγος ἐρχόμενος, ὁ δὲ Πάνα ποιήσας αὑτόν, ὁ δὲ Σειληνόν, Βάκχην δὲ ἕτερος. ἂν [*](5 cf. p. 229,13; 299,22) [*](1 οἳ Α οἴ PIBV 2 φόβων Ι | βαλλαντίου ΑΡ cf. ad p. a 111, 5 3 δ’ Re 4 εἰσάγει Mor εἰσάγοι libri Re) [*](5 συνῆ cum ras 2 litt Ι | τούτοις V Mor 7 μὴ δὲ ΑΡΙΒV | δύ’ reposui e libris δύο edd | παραλίποις V 9 προσγινο- μένου C sed ι ex ἑ corr, Mor προσγενομένου reliqui libri Re 10 δ’ Re Ι ἄρα CA Re 15 καὶ εἰ scripsi εἰ καὶ libri edd | ἢ τί V 16 οὐχ οἱ Ρ sed ι supra οἱ pos m2 οὐχὶ C 18 λέων τίθασος e λέοντι θάσος (1 litt ante θ eras) corr Α2) [*](19 τιθασὸς Ι cf. p. a 303, 7 22 βάκχον V)

386
δὲ καὶ μηδὲν ᾖ τούτων, τὸ κέρας ἀπέχρησεν, ᾦ τὸ χεῖλος ἀργύρῳ κεκόσμηται.

τὸ δὲ ἐν μείζονι τῇ τῆς δόσεως ἀνάγκῃ ὁ πευθὴν καὶ τὰ τούτου καὶ ὦτα καὶ ὄμματα. καὶ τῷ λίαν ἀναμαρτήτῳ πάντα ἡμάρτηται [*](R II 471) τούτου βουλομένου. Ι κἂν ᾖ μέτριος, ὑβριστής ἐστι. λῦσαι δὲ τὰς αἰτίας κἂν ᾖ ῥᾴδιον, εἰπεῖν οὐκ ἔστιν. οἱ δ’ ἐν Συβαριτικῇ μὲν τραπέζῃ δέχεσθαι τοὺς τηδείους ἐθέλοντες, ἀναλίσκειν δὲ οὐ βουλόμενοι τοῖς τῶν ἄλλων κακοῖς ἑστιάτορές εἰσιν. εἶθ’ οἱ μὲν ἀρι- στῶσιν, οἱ δὲ ἐπανέρχονται οἴκαδε ταῖς γυναιξὶ τὰς μαχαίρας φέροντες καὶ τὸν περὶ τοῦ φόβου τοῦ πάντα βιαζομένου λόγον.