Oratio 42

Libanius

Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

τί τούτους ἀξίους δίκης ποιήσει τοὺς μάρτυρας; εἰ μὲν οὖν καὶ ἐγὼ κακός, οὐκ εστι λόγος τοῖς μάρ- τυσιν· εἰ δ’ οὐ τοιοῦτος, πολὺς ἐκείνοις ἐστίν. εἶπον δ’ ἂν καὶ ταύτης ἀξιοπιστοτέρας ἀποδείξεις ἐκεῖνοι καὶ διελόμενοι τοὺς ἐπαίνους μακρὰ ἂν ἕκαστος διῆλθε, τοσαύτην ἀφθονίαν ὁ Θαλασσίου βίος πεποίηκεν εὐφη- μιῶν. καὶ ἔγωγε ἠξίουν τὸν Γαίσωνος μὴ τὸν ἐχόμε- νον ἀφεῖναι μάρτυρα, ἀλλὰ τοὺς πεπλευκότας ἐπανά- γειν μηδὲ ἐκείνην ἡμῖν διδόναι τὴν χάριν, ἀλλὰ ταύτην καὶ τόν γε Θαλάσσιον καλεῖν καὶ παρόντα δοκιμάζειν καὶ φαινόμενον μὲν ἀγαθὸν ἐγγράφειν, ἐλεγχόμενον δὲ φαῦλον ὡς ἐπ’ ἀδικήματι τῷ τῆς βουλῆς ἐπιθυμῆσαι κολάζειν. νῦν δὲ λοιδορίας ἀνεξετάστους κεκινηκότες ἃ [*](R II 417) βουλομένοις ἦν τοῖς ἡμῖν φθονοῦσι | πεποιήκασι τῶν μὲν εἰρημένων, τῶν δὲ οὐ πεφηνότων.

48. Εἶτα σοὶ μὲν ἡ σπουδή, βασιλεῦ, πολυάνθρω- πον ἀπεργάσασθαι τὴν βουλήν, οἱ δὲ οὐκ αἰσθάνονται τοῦτο ἐμποδίζοντες. οἱ γὰρ ἡδέως ἂν εἰσελθόντες φόβῳ τῶν ἴσων ἀποτρέπονται· μὴ κεκτῆσθαι μὲν γὰρ ἐχθρὸν ἀνθρώπῳ τῶν ἀδυνάτων, παρὰ δὲ τῶν νῶν ἥξειν τι τοιοῦτον ἐλπίζοντες οὐχ ὑποθήσουσι τοῖς πολεμίοις αὑτοὺς ἐν ὅτῳπερ εἰσί, μένοντες. Θαλάσσιος δὲ πρὶν ἢ τῆς βουλῆς τυχεῖν, ἐλειτούργει τῇ γνώμῃ καὶ πρὸς τὴν δαπάνην ἠπείγετο τοὐναντίον τοῖς ἄλλοις ποιῶν. ὃ γὰρ ἐκείνους ὁρῶμεν πάσῃ τέχνῃ φεύγοντας, [*](4 ταύτην Bong 5 διῆλθεν Α 9 μὴ δὲ AIBMV) [*](12 ὡς — ἐπιθυμῆσαι om Bong 14 πεποιήκατε Re 17 ἀπεργάζεσθαι V 18 εἰ Μ 19 μὴ — 20 ἀδυνάτων praemisso Τοῦ ὑπὲρ Θαλασσίου: λόγ. κ(??) citat Macar fol. 90v 19 μὶν γὰρ om Macar | γὰρ om V 20 ἀνθρώπων Β | τῶν om V 21 τί ΙΒ 22 αὐτοὺς CIVa 23 τὴν γνώμην V)

331
πολλῇ σπουδῇ τοῦτον ἦν διώκοντα ἰδεῖν. οὕτως α αὐτὸν ἐπὶ τὸ συνέδριον ἦγε, καὶ οὐχ ἃ δαπανᾷ, κερ- δαίνειν ἠξίου.