Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
μετὰ ταῦτα τοίνυν σὺ μὲν ἐνταῦθα ἦσθα καὶ ἠσθένεις, ὁ δὲ ἐν Σαμοσάτοις καὶ τοῖς ἀγροῖς ὧν ἡ τῶν τρόπων ἀρετὴ δεσπότην αὐτὸν ἐποίησε. καλῶς δὲ αὐτῷ τῶν ἐκεῖ τεθέντων ἧκε δεῦρο πάλιν νοσοῦντος ἔτι, καὶ οὔτε ἐκεῖνος ἔδειξέ τινα ὑποψίαν οὔτ’ αὐτὸς ὑπώπτευσας. κἀνταῦθα ἐτίμας με τιμαῖς ὧν οὐκ ἦσαν μείζονες, τὸν τῷ πονηρῷ γόητι συζῶντα, καὶ οὐδείς σοι κατ’ αὐτοῦ πρὸς οὐδένα λόγος οὔτε μείζων οὔτε ἐλάττων. πῶς οὖν φῄς αὐτὸν διαπεφευ- γἐναι σε, τὸν ἐν τῇ αὐτῇ πόλει, τὸν περὶ τὰς σὰς θύρας, τὸν οὐ πόρρω τοῦ ζεύγους. καὶ μὴν οὔτ’ ἂν ἡμεῖς ἠγνοήσαμεν ἃ διανοῇ, τῶν παρὰ σοὶ πιστευο- [*](16 cf. p. 328,12) [*](3 κτησάμενος–4 καὶ (1) om V 5 σοὶ ΙΒΜ Bong 7 ὑμῶν Bong | δὲ Re | πάντα scripsi e V πάντας reliqui libri edd 8 τοσούτονς Re τούτους libri Bong 9 πὔτ᾿ (2) Re 10 οὐδ’ Re 11 τοίνυν om Bong 14 τεθέντων] τε cum lacuna 4 litt Β) [*](15 ἔδειξέ scripsi ἔδεισε libri edd 16 οὔτε VaIBM edd ἐτίμας P sed ας in ras m2 ἐτίμησας Β Μ Βong 19 οὔτ᾿ Re φὴς ΙΒΜ 20 αὐτῇ scripsi e V αὐτοῦ Va αὑτοῦ reliqui libri edd sed „poterat quoque dicere ἐν τῇ σαυτοῦ πόλει. item ἐν τῇ αὐτὴ πόλει“ Re 22 παρά σοι Re)
38. Ἔδεισα, φησί, τὴν βουλὴν μὴ δόξαιμι τῶν τἀναντία αὐτῇ πραττόντων εἶναι καὶ τῶν αὐτῇ πρεπόντων ὀλιγωρεῖν. ἐγὼ δ᾿ ὡς μὲν οὐδεὶς τούτῳ λόγος οὐδὲ σφόδρα τῆς βουλῆς ὀργιζομένης ἀγανακτοῦντι τῷ μὴ μετὰ τῶν θεῶν οἱκεῖν, ἐάσω·
ἐκεῖνο δὲ ἡδέως ἂν εἰδείην, ὡ βασιλεῦ, τίς ἂν ἦν αἰτία κατ’ αὐτοῦ τῇ βουλῇ σεσιωπηκότος; ἢ κατὰ ποίαν ἀνάγκην εἶπεν ἃ νῦν εἴρηκε; τίς δ’ οὐκ ἂν αὐτὸν ὑπέ- λαβεν ἀγνοεῖν τὸν ἄνθρωπον; τί δ’ αὐτὸν ἐκώλυεν αὐτὸ τοῦτ’ εἰπεῖν, ὡς ἀγνοεῖ; τίς δ’ ἂν ἐξήλεγχεν εἰπόντα;
πόσῳ δ’ ἂν ἦν ἐκεῖνο κάλλιον ἐπιστομίσαι τὸν ὀπτᾶτον ἀνελόντα τὰς βλασφημίας τῇ πρὸς ἡμᾶς Θαλασσίου φιλίᾳ; εἰ δ’ οὖν καὶ σφόδρα ἐβούλετο κλος ταὐτὰ φρονῶν Ὀπτάτῳ περὶ τούτου φανῆναι, ταὐτὰ φθέγξασθαι χρῆν ἐκείνῳ κἀν ταῖς μαχαίραις στῆναι. ὕβριζε μὲν γὰρ ἂν καὶ οὕτω ψευδόμενος, οὐ μὴν ὡς νῦν γε. ὑβρίζων δὲ ἐκεῖνον οὐδ’ ἡμῶν ἀπεί- χετο τῶν περὶ πλείστου τὸν Θαλάσσιον ποιουμένων.
[*](R II 412)40. | Οἶον ἄνθρωπον εἰς ἀρχὰς ἄγεις, ὦ βασι- [*](23 ep. 857. Zos. IV 45. Cod. Theod. IV 4,2; XIV 17,10. C. Ι. G. 8612 (= Anth. Pal. IX 682. cf. De antiq. Constant. p. 34)) [*](1 καὶ ἡμῖν om Bong 2 δ’ οὐδαμοῦ] δ' μοῦ cum lacuna 3 litt Va | οὐδαμοῖ Re 3 αὐτὸν Ι 8 οὐδὲ Re οὐδ᾿ εἰ libri Bong 12 εἴρηκεν Α | ὑπέλαβεν αὐτὸν ΙΒΜ Βong 14 τοῦτο V 16 περὶ Β 17 ἠβούλετο ΒΜ Bong 18 πέρι τούτου om Β | τούτου scripsi e V τούτωι e τοῦτο τοῦτο corr A τούτῳ CPVa Re τούτων ΙΜ Bong 20 ἂν om Β | οὕτως AIMV Bong 21 δὲ] οὐδὲ V δ᾿ Re | ἐκείνου V)
καὶ οὐκ ἂν ἦν πάνυ δεινόν, εἰ τὴν φωνὴν ἀδικῶν ἐν τοῖς ἄλλοις ἐτίμα τὸ δίκαιον, ἀλλὰ τίς μὲν λοιμὸς ὅσους οὗτος Φοινίκων ἀπήνεγκ·ε; τίνος δὲ οὐ λοιμοῦ δεινότερος τῇ Παλαιστίνῃ κατέστη; ἡ δὲ πλειόνων ἐθνῶν ἀρχὴ ποίων οὐκ ἐγένετο βαρυ- τἐρα πολέμων; ὢ πόσον αἱμα τὴν γῆν ἔχρωσεν; ὢ πόσα ξίφη δι’ αὐχένων ἔδραμεν; ὤ πόσοι τάφοι τοῖς ἀρχαίοις προσετέθησαν; ὢ πληγῶν θανάτους τε ἐργαζομένων καὶ οὐδὲ νῦν] παυομένων. ὢ πληγῶν ἃς ἐπεῖδεν Ἥλιος διὰ παντὸς τοῦ τῆς ἡμέρας μέτρου. ὢ φυγῶν. ὢ δεσμῶν. ὢ παθημάτων τῶν μὲν παρόντων, τῶν δὲ ἐλπιζομένων, τῶν μὲν πιεζόντων, τῶν δὲ δειματούν- των. ὢ λόγων ἀτιμίας. ὢ | τιμωμένης ἀμαθίας. [*](R II 413) ὢ χαρίτων ἀδίκων. ὢ πόλεων εἰς οὐδὲν δέον μετα- πεποιημένων. ὢ βλάβης μὲν τῆς ἐν τοῖς καθαιρου- μένοις, βλάβης δὲ τῆς ἐν τοῖς ποιουμένοις.