Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
τοῦτο τοίνυν τὸ ἔργον αὐτὸν καὶ διὰ τῆς ἡμετέρας ἤγαγε καὶ τολμήσας εἰσελθεῖν εἰς τὴν τῶν παιδευομένων ἀγέλην πεῖραν προσάγων τισὶ καὶ χωρίζων τῶν ἄλλων καὶ πρὸς κίονί τινι λαλῶν καὶ τι καὶ θρασύτερον ποιῶν ὀφθεὶς ἀπηλαύνετο σωφρονεῖν δεῖν ἀκούσας ἢ εἰ μὴ δύναιτο, παρ’ ἄλλους ἐλθόντα θηρᾶν. ἠπόρησε μὲν οὖν οὐδὲ παρ’ ἡμῖν τῶν συνοργιουμένων, ἐλθὼν δὲ [*](13 Xen. Conv. 8,5 17 cf. p. 256,12) [*](1 αὐτῶν CIB αὖτῆς Μ Bong 3 αὐτοῖς Ρ sed τ et ις in ras m2 7 τοῖς αὑτοῦ scripsi τῷ σαυτοῦ CA τῶ σαυτοῦ PVaIBM sed in hoc γρ τὸ σαυτὸν in marg m2 τὸ σαυτοῦ V τὸ σαυτὸν Bong περὶ σαυτοῦ Re 11 μὴ δὲ AIBMV | βοηθεῖν τῇ βουλῆ Β βοηθεῖν om Μ Bong 23 δεῖν om Bong)
30. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μάρτυρας οἷς οὐκ ἂν ἀπιστήσαις, παρέξομαι τοὺς μὲν τῶν πρὸ τῆς ὕβρεως, τοὺς δὲ τῶν ἐπ’ ἐκείνῃ ῥημάτων, τοὺς μὲν εἰδότας τὸ γενησόμενον, τοὺς δὲ τὴν ἐπὶ τοῖς πεπραγμένοις ἡδονήν. ποῖος γὰρ Ἕκτωρ ἀποκτείνας Πάτροκλον ἢ ποῖος Ἀχιλ- λεὺς Ἕκτορα τηλικοῦτον ἐφρόνησεν, ἡλίκον ὁ μαστροπὸς οὗτος, ὂν τὸ τῆς χαρᾶς ὑπερβάλλον λέγειν ἃ σιωπᾶν ἐχρῆν ἐξῆγε. γελῶν γοῦν καὶ πηδῶν καὶ τοὺς μάλιστα αὐτῷ συνήθεις περιβάλλων καὶ φιλῶν, ἐμὸν τοῦτο, ἐβόα· τὸ γὰρ δι’ ἐμὲ πραχθὲν ἐμὸν εἰκότως ἂν καὶ δοκοῖ καὶ λέγοιτο.