Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
πῶς δ’ οὐκ ἔμελλον μετὰ Πτολεμαῖον τοιαῦτα ἠδικημένον; ὃν ἀποσπάσας ἐξ αὐτῶν τῶν ἀγαλμάτων ὑφ’ ὧν τοῖς ὀφθαλμοῖς ἔζη δι’ εὐχῶν καὶ σπονδῶν καὶ θυσιῶν καὶ βιβλίων πορευόμενος ἦν τε ἤδη γηραιὸς ταῦτα αὐτῷ τὰ καλὰ τοῦ χρόνου συνειδότος, ἀλλ’ ὅμως τοῦτον ἥρπασεν ἐξ ἱερῶν, ἐπὶ δικαστήριον μετέθηκεν, ἀνεκρέμασε, χερσὶ βαρείαις ἔδραμε διὰ πλευρῶν τὴν τῶν οὐδαμοῦ πεπραγμένων ζητῶν ὁμολογίαν, μόνον οὐ πίνων τοῦ αἵματος οὐδὲ τὰς πολιὰς αἰδούμενος. [*](2 Dem. de cor.p. 308,6 7 cf. p. 180,1 11 sq. cf. p. 315,7 sq.) [*](1 πάλιν I | αὐτοῦ ΙΒΜ Bong | βελτίοσι Ι sed βελτί in ras m2 2 τῷ (2)] τὸ ΙΒΜ Bong 4 ἐγένετο om Bong) [*](6 προσκυνοῦσι,. Re | τῷ om Re 8 τοσοῦτον ω Ι | ἐπέσχε?) [*](13 ἀποσπάσαι Ι 14 σπονδῶν καὶ om V 17 τοῦτο V | πλευρῶν ἱερῶν ἐπὶ δικαστήριον, μετέθηκεν Bong 18 πληγῶν Μ) [*](19 πεπραγμένων Ρ sed ων per rasuram in ον corr et οις suprascr m3 | μόνον οὐ V μονονοὺ μονονοὺ Ι) reliqui libri edd) [*](20 οὐδὲ τὰς scripsi auctore Cobeto Coll 133 οὐδετέρας IV οὐδ’ ἑτέρας reliqui libri edd οὐδ’ ἐθείρας coni Re Anim | πολιᾶς C πολιᾶ'σ Ι)
τούτων δὲ πεπραγμένων, ὦ βασιλεῦ, πάντες μὲν συνήχθοντο τοῖς ἀνῃρημένοις νόμοις, οἷς δ’ ἐν λόγοις ὁ | βίος, καθ’ οὓς ἄν τις τῆς θείας ἅψαιτο φιλο- [*](R II 397) σοφίας, δρασμὸς ὑπὲρ τοὺς ὅρους τοὺς Αἰγυπτίους, ὡς οὐκ ὂν τὴν ὀργὴν τὴν τοῦδε διαφυγεῖν, εἴ τις ἐντὸς ἐκείνων ἁλοίη. καὶ οἱ τὰς δαιμονίους τε καὶ μακαρίους ποιούσας μαθήσεις παραδιδόντες, ᾧ μάλιστα νικᾷ τὰς ἄλλας ἡ Ἀλεξάνδρου πόλις, ᾤχοντο συγκαλυ- πτόμενοι ταῦτα τοῦ παραδείγματος πείθοντος, καὶ οἱ νέοι τοὺς ἡγεμόνας ἐπόθουν.
17. Καίτοι καὶ εἰ τοῖς ἄλλοις αὐτὴν βελτίω πε- ποιηκὼς ἐν τούτῳ μόνον λελύμαντο, δίκην σοί τε καὶ ἐκείνῃ μεγίστην ὤφειλεν ἄν, νῦν δὲ διὰ πάντων τεινε τὴν βλάβην. τοιγαροῦν ἐξεδέξατο τὴν ἀρχὴν φρουρά τε καὶ τὸ μηδέ, ὡς ἐβούλετο, ποιεῖσθαι τὴν ὁδόν, ἀλλ’ ἐν τοῖς τὸ σῶμα παρειληφόσι τοῦτο κεῖσθαι καὶ πρὸς τὴν ἐκείνων βούλησιν καἰ βαδίζειν καὶ μένειν καὶ ἐσθίειν καὶ μὴ καὶ καθεύδειν καὶ μή. ταυτὶ γὰρ ἑώρων καὶ αὐτὸς καὶ ὅ τι εἶχον ἐβοήθουν διὰ τῶν [*](3 II. ω 513 sq. 13 Amm. XXII 16,17 sq. cum notis Valesii 17 Dem. p. 120,19. 570,20) [*](2 δέξαιτο C sed το add m2 4 ἀπεκτονότος Re 9 ὑπὲρ Ι sed ὑ in ras m2 13 ἄλλας πόλεις ἡ Ι 17 ἐνὶ Cobet Coll. 134, at ἐν respondet usui Libaniano | μόνῳ Α Re 20 μὴ δὲ AIBMV) [*](21 τοῖς om Va | τὸ om Ι 23 καὶ καθεύδειν καὶ μή om C 24 ὅτι ΙΒΜ)
ἐλθὼν τοίνυν εἰς τὴν μεγάλην πόλιν καὶ πανταχόθεν ἄξιος [*](R II 398) εἶναι δοκῶν | τεθνάναι οἷς τε αὐτὸς ἐδεδράκει καὶ οἷς ἄλλων κατεψεύσατο, συμμάχων ὅμως εὐπόρησε τῶν Κλεάρχῳ μὲν ἐχθρῶς ἐχόντων, εἰδότων δὲ ὅτι τοῦτον ἐκεῖνος βούλοιτ’ ἂν ἀπολέσθαι. ἐσώζετ’ οὖν τῇ τινων δυνάμει ὁ τεθνάναι μὲν δίκαιος ὤν, ζῶν δέ, ὅπως ἀνιῷτο Κλέαρχος.