Oratio 42

Libanius

Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

308
[*](R II 388)

ὑβρισθέντι φίλῳ καὶ κωλυθέντι τυχεῖν ὧν εἰκότως ἂν ἐτετυχήκει πρὸ πολλῶν τῶν μετεχόντων, ἥκω βοηθήσων, ὦ βασιλεῦ, τό τε τῆς φιλίας δίκαιον αἰδούμενος καὶ ἅμα μὴ σύ μου τῆς σιωπῆς καταγνῷς φοβούμενος. ἐλογίζου γὰρ ἄν, τίς ἂν εἴην πρὸς τοὺς ἄλλους ἐγὼ τὸν τρόπον ὁ περὶ τὸν τοιοῦτον ὀλιγωρίᾳ κεχρημένος.