Oratio 40

Libanius

Libanius, Oratio 40, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ἦσαν οὖν ἀντὶ στεφάνων τῷ παραπεμπομένῳ χεῖρές τε αἱ τούτων καὶ φωναὶ τὰ τῶν ἐκ τοῦ δήμου δρῶσαι κεκινημέναι τοῖς εἰρημένοις περὶ αὐτοῦ, κοινός τε λόγος τότε πρῶτον ἑωρακέναι τὸν Ἥλιον τιμὴν τοσαύτην πρέπειν τε αὐτῷ τὰ ῥηθέντα περὶ Ἀγαμέμνονος ἐπὶ τῷ πλήθει τῆς στρα- τιᾶς. καὶ μετὰ τοιούτων εὐφημιῶν ὑπερβάντες τὸν οὐδὸν κἀπὶ τῆς αὐλῆς ἀναβακχεύσαντες μόλις ἀπῆλθον ἀνάγκῃ τῇ παρὰ τοῦ θαυμαζομένου τὸν θόρυβον παύ- σαντες. ἦν δὲ οὐδεὶς ὃς οὐκ ἐμὲ τῶν πεπραγμένων ᾐτιᾶτο.