Oratio 40
Libanius
Libanius, Oratio 40, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ταῦτ᾿ ἦν μὲν εἰπεῖν, οὐ μὴν εἴρηται, ἀλλὰ τὸ μὲν πρῶτον σιωπήσας ἀπῆλθον, σοῦ δ’ εἰς τὴν οἰκίαν μοι βαδίζοντος καὶ τί τῶν πάντων οὐ ποιοῦντος καὶ ταῦτα πολλάκις καὶ τοὺς μάλιστά μοι συνήθεις προσλαμβάνοντος συμμά- χοῦς κἀκείνων οὐκ οἴσειν λεγόντων, εἰ φύγοιμι τὴν χάριν, ὑπὸ τοσούτων τοίνυν ἑλκόμενος ποιήσω μέν, ἔφην, τὸν λόγον τῆς Τύχης συναγωνιζομένης καὶ ἐρῶ γε τῆς αὐτῆς καὶ τοῦτο παρεχούσης, ἀλλ᾿ ὅπως, ἔφην, Εὐμόλπιε, μὴ μετ᾿ ἐμέ τις ἐπὶ τοῖς ἴσοις ἕξει τὸν σὸν ἀδελφὸν μήτε ῥήτωρ μήτε ποιητής. ταῦτα ἀκούσας ἀπώμοσας πρότερον εἰπὼν ῥητορεύσειν τοὺς λίθους ἢ τοῦτο ἔσεσθαι. καὶ τοιαῦτα συνθέμενοι διελύθημεν.