Oratio 39

Libanius

Libanius, Oratio 39, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

266
[*](R II 353)

ἡγοῦμαι προσήκειν οὐ τοῖς πενθοῦσι μόνον ἢ παῖδας ἢ γυναῖκας ἢ γονέας ἤ τινας ἄλλους λόγους ποιεῖν ἔχοντας παραμυθίαν, ἀλλὰ καὶ οἷς ἀπ’ ἄλλων τινῶν αἰ λῦπαι. εἰ γὰρ δὴ τοῖς λυπουμένοις βοηθη- τέον, καὶ τούτοις κἀκείνοις ἄξιον, ὥσπερ αὖ καὶ τοὺς ἰατροὺς ὁρῶμεν ἅπασι τραύμασιν ἀπὸ φαρμάκων ἀμύ- νοντας. ἐγὼ δὲ οἶδα καὶ μείζους λύπας ἐξ ἑτέρων ἐγγενομένας τισὶν ἢ θανάτων, ὥστ’ ἔκ γε τῶν δικαίων ἢ μᾶλλον ἐκείνων παραμυθητέον τούτους ἢ οὐχ ἧττόν [*](C = Codex Chisianus) [*](Pa = Patmius 471) [*](Α = Monacensis gr. 483 (Augustanus)) [*](Ρ = Palatinus gr. 282) [*](U = Urbinas gr. 126) [*](Ι = Marcianus append. XCI 2) [*](V = Vindobonensis phil. gr. XCIII) [*](9 Cf. p. a 269,9. Lys. pro Arist. bon. § 9 p. 618,1) [*](1 μα α Α, τοῦ αὐτοῦ V ante ἀντιόχωι τοῦ πρὸς κατὰ μιξιδήμου: λόγ. τ(??) Macar. Chrys. fol. 90 | παραμυθητική C λόγος τριακοστὸς δεύτερος post παραμυθητικός V rubr, Λόγος ΚΘ' Pa, μα' C sed νβ' in marg m. recent λόγος λε' in marg I3) [*](5 λῦπαι scripsi ex Ι λύπαι reliqui libri edd 6 οὖν V 9 ἐκγενομένας Ι Bong ἐγγινομένας V 10 ἢ (1) om V)

267
γε, εἰ μὴ καὶ μᾶλλον.

ἐγὼ τοίνυν σὲ κατιδών, Ἀντίοχε, λύπῃ μεγάλῃ κατειλημμένον καὶ πολλῷ πόνῳ κατέχοντα σαυτὸν τὸ μὴ δακρύειν διὰ τὸ Μιξίδημον τῷ δεῖνι μὲν διδασκάλῳ συμμαχεῖν, τοῖς σοῖς δὲ ἐναν- τιοῦσθαι, ταυτηνί σοι προσοίσω τὴν παραμυθίαν, ἤν πως ἄρα πεισθῇς, ὅτι σοὶ μὲν τὸ πολεμεῖσθαι κέρδος, ἐκείνῳ δὲ ἡ συμμαχία ζημία.

3. Τίς οὖν τῶν ἁπάντων οὐκ οἶδεν, ὅτι τὸ μὲν ἀγαθοὺς φίλους | ἔχειν ἀγαθὸν τοῖς ἔχουσι, τὸ δὲ [*](R II 354) πονηροὺς κακόν; ἱκανὸν γὰρ εἰς ἀπόδειξιν τοῦτο τοῦ κακὸν εἶναι τὸν ἔχοντα. αὐτίκα οἱ τοῖς ὀρχησταῖς ὑπᾴδοντες οὗτοι μετὰ γυναικῶν δή τινων οὐδὲν αὐ- τῶν ἐκείνων τῶν γυναικῶν διαφέροντες ἥδιστα μὲν ἂν σοὶ φίλοι καὶ εἶεν καὶ δοκοῖεν καὶ συνεῖεν καὶ συσσιτοῖεν καὶ παραπέμποιεν ὅποι ποτὲ ἴοις, ἀλλὰ σύ γε τοῦτο καὶ φύγοις ἂν καὶ φοβηθείης καὶ οὐδ’ ἂν μετὰ μυρίων δέξαιο ταλάντων.

καὶ νῦν τοίνυν μὴ τοῦτο σκόπει μόνον, ὅτι τὰ τοῦ δεῖνος Μιξίδημος ᾕρηται μηδ’ ὅτι πολλὰς οἰκίας ἐπιὼν παρὰ γυναιξὶ χήραις εὐλογεῖ τὸν ἄνθρωπον, ἀλλὰ καὶ τίς ὢν ὁ Μιξίδημος ταῦτα ποιεῖ. οὕτω γὰρ ἂν εὔξαιο τοῖς θεοῖς καὶ προστιθέναι τοῖς νῦν αὐτὸν καὶ πλείους καὶ μείζους περὶ ἐκείνου ποιεῖσθαι τοὺς ἐπαίνους. ὁρῶ δὲ οὐδὲ αὐτὸν ἐκεῖνον πάνυ τι χαίροντα τοῖς παρὰ [*](3 Plat. Phaed. p. 117 C) [*](3 δακρύων I Bong 5 ταυτηνί scripsi e V ταυτί CA sed in hoc in ταύτην corr m. rec. ταύτην reliqui libri edd 8 τὸ μὲν — 11 ἔχοντα citat Macar I. I. praemisso titulo (p. 266,1) 12 „malim αὑτοί“ Re 13 ἥδιστοι Pa I Bong 14 καὶ συνεῖεν om Bong 16 γε καὶ τοῦτο Pa 19 αἴρεται Bong) [*](22 αὐτῶ V 24 τοι V)

268
τούτου πάλαι δὴ τὰ τοῦδε εἰδότα.

εἰ δ’ οὖν καὶ μέγα τι τοῦτο ποιοῖτο, μὴ σύ γε τούτῳ ταράττου μηδ’ οἴου παρὰ τοῦτο χεῖρον ἕξειν σοι τὰ πράγματα. Μιξί- δημος γὰρ οὑτοσὶ τοῦ μὲν εἶναι κακὸς ἐκ παιδὸς ἤρ- ξατο, χρηστὸς δὲ οὐδαμοῦ γενόμενος οὐδὲ ὀλίγας ρας μετὰ τῆς ἐσχάτης κακίας εἰς γῆρας ἧκεν. ἔσχε μὲν ἀπὸ τοῦ σώματος πρόσοδον ἐν Αἰγύπτῳ καλῶν αὐτὸς ἐφ’ ἑαυτὸν τοὺς δοῦναι δυναμένους, ἔσχε δὲ ἐν Παλαιστίνῃ, καὶ πρὸς τοῦτο οὐκ ἦν τὸ γένειον κώλυμα. [*](R II 355) | <τοῦ εἰπεῖν> δὲ δίκας ἁψάμενος τοῦ τὰ αὐτὰ κερ- δαίνειν οὐκ ἔληξεν, ἀλλ’ ἦν αὐτῷ διχόθεν μισθοφορεῖν, τὰ μὲν ἄνωθεν, τὰ δὲ κάτωθεν τῶν στρατιωτῶν τοὺς μὲν δεχομένῳ, τοὺς δὲ καὶ βιαζομένῳ. καὶ λέγων μὲν οὐδενὸς ἦν βελτίων, τὸ δύνασθαι δὲ ἑτέρου μᾶλλον ἦν ἐξ ὧν ἔφην αὐτῷ.

ἀρχὰς τοίνυν ὅπως μὲν ἔλα- βεν, ἀφίημι· λαβὼν δὲ οὐδ’ ὑπ’ αὐτοῦ τοῦ σχήματος ἐδυνήθη σωφρονεῖν, ἀλλ’ ὁ μὲν κῆρυξ καὶ στρατεία καὶ ζώνη καὶ ξίφος καὶ τὸ δικάζειν ὑπῆρχεν, ὁ δὲ οὐδὲ ἐν τούτοις ἀνὴρ ἐδυνήθη γενέσθαι, ἀλλ’ ἦν νος ὁ φοιτῶν καὶ συνδικῶν, συγχέων τὰ τῆς Ἀφρο- δίτης νόμιμα, τεχθεὶς μὲν ἀνήρ, τούτῳ δὲ προσθεὶς θάτερον, καὶ πολλοὺς μὲν καταισχύνας, πλείοσι δὲ ὑποσχὼν ἑαυτόν.

[*](1 τοῦδε] τούτου CPa 2 τοῦτο CP sed in hoc ~ et ὁ (2) in ras m2 | ταράττου] παρά του πάλαι δὴ τὰ τοῦδε εἰδότα C παρὰ τούτου Ρ 3 τοῦτο Ρ sed ου in ras m2 8 αὐτὸν Ι 1 τοῦ εἰπεῖν inserui om libri in lacuna (9 fere litt C. 7 Α, 8 Ρ, 10—12 α U, 6 I, 18 V) τὰς inser Bong aut τὰς δίκας aut τῶν δικῶν ἁψάμενος legendum coni Re Anim, in editione „convenientius inquit videtur τοῦ λέγειν suppleri“ a δὲ om CPaP δὲ δίκας om V 16 οὐδ’ scripsi e V οὐχ reliqui libri edd 17 κήρυξ Pa V cf. t. II 558,10 | „malim στρατιά“ Re 21 τοῦτο Ι | δὲ om C 23 ἑαυτῶ U)
269

7. Ἀλγεῖς οὖν, εἴ σοι τοιοῦτός ἐστι πολέμιος; ἀλ- γεῖν μὲν οὖν ἐχρῆν, εἴ σοι φίλος ἦν ἄνθρωπος ὃς ἄνευ τῶν εἰρημένων ἐν τῷ ψεύδεσθαι καὶ ἐπιορκεῖν καὶ τοὺς αὐτοὺς θεοὺς τιμᾶν τε καὶ ὑβρίζειν ἅπαντα διεξῆλθε τὸν χρόνον τοὺς αὐτοὺς τήμερον μὲν εἶναι μεγάλους λέγων, αὔριον δὲ οὐδέν, ἐπὶ ψυχρὰς σεις καταφεύγων, ὡς δὴ οὐχ ἑκὼν ἀσεβῶν. ὁ δὲ πᾶν ἂν ἐπὶ κολακείᾳ δράσειεν. ἐπειδὴ γὰρ ζητεῖ μὲν δύ- νασθαι, τοῦτο δὲ ἐκ τῶν δικαίων οὐκ ἔχει, τῷ πάντα τρόπον κολακεύειν πειρᾶταί τις εἶναι.

τὰ χρήματα δὲ ταῦτα καὶ | τὰ κτήματα μή σε ἐκπληττέτω μηδὲ [*](R II 356) ἐξαπατάτω μηδὲ μισθὸν ἀρετῆς ταῦτα εἶναι νόμιζε. εἰσὶ γὰρ δὴ μισθὸς δρόμων καὶ πόνων καὶ λόγων καὶ πράξεων αἰσχρῶν, ἃς φεύγων ἄνθρωπος ἐπιεικὴς δέ- ξαιτ’ ἂν πολλάκις μᾶλλον ἀποθανεῖν ἤ τι τοιοῦτον ὑπομεῖναι. μεμίσθωκε δὲ αὑτὸν γυναιξὶ πολλῶν δε- σποίναις ἀνδραπόδων, ὧν ἕκαστον ἐκβάλλει τῆς αὐτοῦ τάξεως αὐτὸς ἀνθ’ ἑκάστου γιγνόμενος. ἀρκεῖ δὲ δὲν τῶν διδομένων, ἀλλ’ ἔτι προσαιτεῖ, δεῖται λαβεῖν χειρῶν ἁπτόμενος καὶ ποδῶν, ὀμνὺς ὀφείλειν οὐκ ὀφεί- λῶν, δανειστῶν ὠμότητα τὴν οὐκ οὖσαν τραγῳδῶν.

καί ποτε γυνή τις τῶν εὐγενῶν ἥπτετο μὲν ἀρίστου μόλις τοῦτο ποιοῦσα καὶ τοῦτο ἐν θεραπαίναις μόναις, ὁ δ’ ὅσῳπερ εἶχε τάχει διὰ τῶν κλιμάκων ἀναβὰς [*](15 Plat. Symp. p. a 179 Α 21 cf. t. II 430,13 R. VII 7,2) [*](2 ἦν] ἐστὶν V 5 μὶν om Ι Bong 6 οὐδέν] μικροὺς Pa) [*](7 δὲ Bong 11 et 12 μὴ δὲ AIV 13 πόνων καὶ δρό- μων Pa 17 αὑτοῦ CPaAPU 18 δ’ Re 24 ὃ Α ὅ IV | δὲ Re | ὅσω παρεῖχε PaI Bong ὡσπερ εἶχε τάχους Cobet Coll. 132 coll. t. IV 458,24 et 517,17)

270
πρὸς τὰ γόνατα προσπεσὼν πρακτόρων χεῖρας ἔφασκε, διαφυγὼν μίαν ἔχειν ἐλπίδα τὰ παρ’ ἐκείνης· ἡ δ̀ αἰσχυνομένη μὲν ἐφ’ οἷς ἦν, οὐκ ἐνεγκοῦσα δὲ ἴτην ἀναισχυντίαν ἔδωκε μέν, δοῦσα δὲ τοῦτ’ εἶναι περᾷς ἠξίου τῶν λημμάτων. ὁ δ’ ὑπέσχετο μὲν οὐκ ἐνοχλή- σεῖν, παρῆν δὲ αὖθις ἅμα ἡμέρᾳ, καὶ πόλιν ἡ κεφαλὴ καὶ πάλιν αἱ χεῖρες καὶ πάλιν τὰ γόνατα. καὶ ἢν οὐκ ἀπορία συμμάχων. αἱ γὰρ δὴ θεράπαιναι συνέπρατ- τον ἐχόμεναι δι’ ὧν αὖ καὶ εἴχοντο. καὶ ἐνταῦθα μὲν τοιοῦτος, παρὰ δὲ ἑτέραις γυναιξὶ βελτίων, ἀλλ᾿ εἰς ὅσας οἰκίας παρέδυ, πολλαὶ δὲ αὗται, πανταχοῦ μὲν πολλαὶ διακονίαι, πανταχοῦ δὲ αἰτήσεις πανταχοῦ δὲ λήψεις, οὐδαμοῦ δὲ κόρος.

ὁ δὲ καὶ ἀγροίκοις ὁ κακοδαίμων δουλεύει πρᾶγμα ἐφ’ ἑαυτὸν μεταθείς, ὃ πρότερον τοὺς τῆς ἀρχῆς ὑπηρέτας ἀνεῖχεν, ὅθεν [*](R II 357) δὴ καὶ ἀπολώλασιν. οἱ δ’ ὑπὸ τοῖς ὄρεσι | γῆν ἀγαθὴν γεωργοῦντες Μιξιδήμῳ μᾶλλον ἢ σφίσιν αὐτοῖς γεωργοῦσιν. ᾧ δέος οὐδὲν ἐκ τῶν ὡρῶν, ἀλλὰ δεῖ τὰ γε εἰς τὸν φόρον ὑγιαίνειν ὁμοίως αὐτῷ· ἐντεῦθεν αὐτῶ πολὺς μὲν ὁ σῖτος, πολλαὶ δὲ αἰ κριθαὶ, πολλὰ δὲ πάντα. καὶ γὰρ δὴ καὶ αἰ γυναῖκες τῶν γεωργῶν τούτω τὰ τῶν γυναικῶν ποιοῦσιν, ὃ ποιεῖ Μιξιδήμῳ τὰς τραπέζας τὰς μεγάλας.

ὁ δ’ οὐκ αἰσχύνεται τὴν πενίαν τῶν δι’ αὐτὸν εἰς ταῦτα ἡκόντων ἀλλ᾿ ἐκ τῶν ἀγρῶν ἐπιστολαὶ φοιτῶσι τὸ καὶ τὸ κελεύουσαι, [*](2 μόνην post μίαν inser Re delevi | τὴν U | ᾗ A ‘ἥ IV om Pa a 9 ἂν U et ex αὖ corr P3 13 δὲ om V | λῆψις 16 οἵ Ι | δὲ Re 18 δὴ C 19 ὁμοίως Re ὡς PU 20 ἑαυτῷ V 22 ὦ Ι 23 ὃ A ὅ IV) [*](24 αὐτῶν Ι Bong)

271
τώ δ’ οὐκ ἔνι μὴ ποιεῖν, ἀλλ’ ἀναπηδῶντα δεῖ τῶν δεδωκότων εἶναι. μικρὸν δὲ αὐτῷ τὸ πολύ. καὶ πρὸς τούτῳ γε εἰς ἑτέρας κώμας μεγάλας αὑτὸν εἰσάγει διὰ πλέθρου πολλάκις ἑνός, οὗ καὶ περὶ τὴν τιμὴν ἀδική- σας ἐν τῷ βραχεῖ τὸ πᾶν ἔχειν ἀξιοῖ πραγμάτων ἀπεί- ροις ἀνθρώποις ἐπισείων, εἰ μὴ πάντα πείθοιντο, τὰς παρ’ ἑαυτοῦ βλάβας.

12. Ἐξεῦρε τοίνυν ὁ ἀνὴρ καὶ γεωργίαν ἑτέραν ἀδικωτέραν, δικαστὰς καὶ δικαστήρια καὶ δίκας. διδοὺς γὰρ αὑτὸν τῶν δικαζομένων τοῖς οὐδὲν ὑγιὲς λέγουσι νῦν μὲν ἐν κατηγορίαις, νῦν δὲ ἐν ἀπολογίαις, εἰσπη- δῶν εἰς τὰς κρίσεις οὐχ ὅπερ ἐστὶ δίκαιον, ἀλλ’ ὅπερ αὐτῷ κερδαλέον, τοῦτ’ ἰσχυρὸν πειρᾶται ποιεῖν καὶ ἢ δεηθεὶς ἤνυσεν ἢ καὶ κατηνάγκασεν ἀπειλῶν ἐρεῖν κακῶς· πάντως δὲ εἶναι κύριος δόξης χείρονός τε καὶ βελτίονος. καὶ τούτοις οἱ μὲν καταπλαγέντες ἡττή- θησαν, οἱ δ’ ἀντισχόντες εἰς λοιδορίας ἧκον.

ταῦτα τοῦτον ἄγει πρὸς τὰ δικαστήρια, ταῦτα εἰσάγει, ταῦτα ἐξάγει. καὶ δεινὸν οὐδέν. ἢν ἑκάστης ἡμέρας δεκάκις ἐκατέρων γένηται. | ὁ δ’ οἶδε καὶ νύκτωρ ἐνοχλεῖν [*](R II 358) καὶ πολλάκις ἧκεν ἄρχοντος καθεύδοντος, ὅπως ἀκού- σὰς τι παρὰ τοῦδε πρότερον εἶτ’ ἐπὶ τὸν θρόνον ἴοι. ἀπὸ δὲ ἑκάστου τούτων ἀργύριον, χρυσίον, ἐσθὴς, ἀνδράποδον, ἵππος, ὁπόσα γαστρὶ χαρίζεται.

οὐκ ἤκουσας, Ἀντίοχε, κεκραγότων τινῶν ἀρχόντων, ὡς, εἰ μή τις ἐκκόψειε τουτονὶ τὸν ὄλεθρον, οὐκ ἔστιν ἀρχῇ [*](1 δὲ Re 6 πύθοιντο C 7 αὐτοῦ V 10 ἑαυτὸν Re 11 et 15 δ’ Re 17 οἴ V | λοιδορίας scripsi ex A sed σ e ν corr, PUIV λοιδορίαν CPa edd 19 εἰ Ι Bong ἑκα- τέρων scripsi e V ἑκάτερον reliqui libri edd | ὃ A ὅ CIV 22 τί V 26 ἀρχῇ Pa sed ἀρχὴ in marg ἀρχὴ V)

272
πᾶν τὸ δέον σῶσαι; ὃς πρὸς τοῖς ἄλλοις κακοῖς τοῖς δικασταῖς ἐπάγει τοὺς στρατηγοὺς δώροις μὲν ἐκείνους ὑφ’ ἑαυτῷ ποιούμενος, δυνάμεις δὲ μείζους ἐλάττοσιν ἐπάγων. τοῦτο αἰ ἔλαφοι, τοῦτο οἱ λαγωοί, τοῦθ’ ὁ πολὺς οἶνος, τοῦτο τὰ τῶν ὁρνίθων γένη. διὰ τοῦτο τῶν συναριστώντων τε αὐτοῖς εἶναι βούλεται καθ’ ἡμέραν καὶ ὅπως γε εἴη ποιεῖ. εἶτα τὰς κατὰ τῶν οὐ πάντα αὐτῷ πειθομένων δικαστῶν ἀναμίγνυσι διαβο- Λὰς πίνων ὁμοῦ καὶ συκοφαντῶν. διὰ τοιούτων ὁδῶν χρηματίζεται. αὗται τὸν κατάπτυστον αἰ τέχναι τῆς παλαιᾶς πενίας ἐξείλκυσαν.

τῆς αὐτῆς δέ, Οἶμαι, τέχνης ἢ καὶ ἔτ’ αἰσχίονος ὁ τοῦ δεῖνος κλῆρος. ὧν γὰρ ἐν σκότῳ μετ’ ἀλλήλων ἔπραξαν πάντα ἀλλήλοις καὶ διδόντες καὶ λαμβάνοντες, τούτων καρπὸς ὁ κλῆ- ρος. καὶ ἐκληρονόμει μητρὸς οὔσης, ἀδελφῆς οὔσης, παίδων ἐκείνης. ὧν ὅτε τὴν ἀδελφὴν ἐγάμει, τεῖχος | [*](R II 359) μὲν ὑπισχνεῖτο τοῦ κηδεστοῦ τοῖς υἱέσιν ἔσεσθαι, γέγονε δὲ πάντων μηχανημάτων δεινότερος κατασείων καὶ καταφέρων καί, τὸ δὴ δεινότατον, δι’ ἀλλήλων τοῦτον μὲν πρὸς ἐκεῖνον λέγων κακῶς, ἐκεῖνον δὲ πρὸς τοῦτον καὶ νῦν μὲν τοῦτον ἐπ’ ἐκεῖνον ἀκονῶν, νῦν δὲ ἐκεῖνον ἐπὶ τοῦτον, φιλῶν μὲν οὐδέτερον, θα- τἐρῳ δὲ αὑτὸν ἀεὶ προστιθείς, ἰσχυροτέραν τὴν αὑτοῦ [*](3 Dem. cor. ρ. 239,19) [*](1 πρὸ C 3 ὑφ’ scripsi e V cum Cobeto Coll. 133 ἐφ’ reliqui libri edd | δυνάμει I Bong 4 λαγωιοί Α 5 δια- τοῦτο AIV 6 αὑτοῖς Re | βούλεται scripsi e PaAPIV βούλονται reliqui libri edd | καθημέραν V 7 ποιεῖν CV 12 ὧν — 14 κλῆρος om Bong 16 ἐκείνοις Ι Bong qui ἐκείνης coni 20 ἐκείνων Ι | λέγει Pa 23 αὐτοῦ V)

273
ποιῶν πανουργίαν τῶν τῆς φύσεως ἀναγκαίων. καὶ νῦν ὅσοι λυποῦνται τῷ τῶν ἀδελφῶν πολέμῳ, Μιξι- δήμῳ καταρῶνται τῷ πολεμοποιοῦντι λέγοντες μηδέποτ ἂν ἄνδρε καλώ τε κἀγαθὼ καὶ πεπαιδευμένω πρὸς τοσοῦτον προβῆναι φιλονεικίας, εἴ τις ἦν θεῶν προεκ- κόψας ἐκεῖνον.

16. Τί οὖν ἐβούλου φίλον ἔχειν τὸν τοιοῦτον, Ἀντίοχε,. καὶ συλλήπτορα; καὶ τί μεῖζον ἄν τις εἶπε περὶ σοῦ κακὸν ἢ ὅτι Ἀντίοχος ἐκεῖνος ἐν Μιξι- δήμου τῷ τρόπῳ τὰς ὑπὲρ τῶν αὑτοῦ πραγμά- τῶν ἐλπίδας ἔχει; οὐκοῦν εἰκότως ἂν τοῖς θεοῖς ἔχοις χάριν μισῶν τε καὶ μισούμενος καὶ κέρδος ἡγοῖο τὰς βλάβας ταύτας δὴ τὰς περὶ τοὺς μαθητάς; ὑπὸ γὰρ δὴ τῶν κακῶν κακῶς ἀκούειν ἄμεινον ἢ ναντίον.

17. Ὡς δὲ κακὸς ὁ Μιξίδημος, μάθοις ἂν κἀκεῖθεν, εἰ μὴ ἄρα προεπίστασαι. ἦν τις ἐκ Κύπρου τῇδε νέος λευκὸς καὶ καλός, οἰκίας εὐδαίμονος, παρὰ τούτῳ τισὶν οἰκήμασι χρώμενος διὰ δεήσεων, τῶν τούτου πρὸς τὸν ἐκείνου πάππον καὶ ἅμα ὑποσχέσεων λέγοντος ἀντὶ τῆς πατρῴας οἰκίας αὐτῷ τὴν αὑτοῦ γενήσεσθαι καὶ ζητήσειν οὐδὲν | ὅ μὴ σχήσειν εὐθέως. ταῦτα δὲ [*](R II 360) ἐποίει τὴν τε νῆσον τρυγᾶν βουλόμενος καί τι καὶ ἕτερον. ὃ τὸν νέον ἐντεῦθεν ἀνέστησεν οὐκ ἀνασχό- μενον τῆς τοῦδε πείρας τῆς μὲν ἐν τῷ βαλανείῳ τῷ μικρῷ, τῆς δὲ πολλαχοῦ τῆς οἰκίας. ἔχων γὰρ αὐτὸν [*](7 τὸν τοιοῦτον om Bong 8 εἶπεν AI Bong 9 Μιξι- δήμου Bong μιξιδήμῳ libri 10 τῷ τρόπῳ eras Pa om V | αὐτοῦ AUI Bong 11 ἐλπίδας om V 12 γε IV Bong τι U 13 ὑπὸ — 14 τοὐναντίον citat omisso γὰρ Macar fol. 90v) [*](16 ὁ om Bong 17 τῇδε CUI 21 αὐτοῦ IV Bong)

274
ἐγγὺς συνεχὴς ἦν. ἐκεῖνον μὲν οὖν ἐξέβαλεν οἷς ἔφην, καὶ νῦν Βηρυτὸς ἔχει τὸν νέον, οὐ σωφρονοῦσα μὲν πόλις, ἐδόκει δὲ ὁ νέος ὅμως ἐν μετριωτέροις ἔσεσθαι· μὴ γὰρ ἔσεσθαί τινα αὐτόθι Μιξίδημον ἕτερον.

18. Ταῦτα λογιζόμενος, Ἀντίοχε, προσκύνει τὴν Τύχην ἀντὶ τῆς τοῦδε δυσμενείας. οὐδὲ γὰρ ταῦτα ἔστι μόνα, ἀλλ’ ἔνι μοι διελθεῖν ἕτερα νεανικώτερα τῶν εἰρημένων. τὸν γὰρ αὖ περὶ τοῦ Φρύνωνος λό- γον οὐκ ἐᾷ Μιξίδημος ἀπιστεῖσθαι λαβὼν ἐπὶ τῷ παιδὶ νῦν, ὥσπερ ἐκεῖνος πάλαι, καὶ τὴν ἐπὶ τῷ πε- πραγμένῳ πεπλασμένην ὀργὴν σπονδαῖς τοιαύταις καταπαύσας, ὡς ἀμφοτέρους χαίρειν ἔχειν, τὸν μὲν τῷ τὸν κίνδυνον διαφυγεῖν, τὸν δὲ τῷ μισθῷ.

καὶ [*](R II 361) περὶ ταύτης | τῆς πράσεως τοῦ λόγου μεστὴ μὲν ἡ γῆ, μεστὴ δὲ ἡ θάλαττα, καί τινες ἥκοντες ἐξ Ὠκε- ανοῦ καὶ τῶν ἐκεῖ Γαλατῶν εἰδότες ταῦτα ἧκον. ἔναγ- χος δέ μοι τῶν ἐν Ἰταλίᾳ τις γενομένων καὶ διατρι- ψάντων ἐν τῇ βασιλευούσῃ πόλει Ῥωμαίων οὐδένα ἀγνοεῖν ἀπήγγελλεν, ἀλλ’ ἀπὸ τῆς μεγάλης βουλῆς ἀρξαμένους μέχρι τῶν ἐν τῷ ποταμῷ τῷ Θύμβριδι ζώντων ἐξεπίστασθαι τὸν δόντα, τὸν λαβόντα, τὸ δοθὲν καὶ ὑπὲρ ὅτου.

καὶ ταῦτα οἶδεν οὗτος αὐτὸς καὶ [*](9 cf. p. a 275,21. t. III 114,4. IV 1002,1 R. Dem. de leg. p. a 412,24 et 413,22 sq. Suid. s. ν. Φρύνων) [*](8 νεανικώτερα] ἰσχυρότερα V) [*](1 κεῖνον CAI 3 μετριωτέρα C 16 θάλασσα Pa 18 τίς IV 22 λαβόντα Ρ sed βον in ras m2 23 καὶ (1) inserui e V om reliqui libri edd)

275
τοῦτό ἐστιν ἐν οὐκ ὀλίγοις αὐτῷ χαλινός. εἰ δὲ μὴ τούτοις κατείχετο, πῶς τις ἂν ἤνεγκε τὴν τόλμαν, τὸ θράσος, τὴν ἀσέλγειαν, τὴν ὑπερηφανίαν; νῦν δὲ νεῖται μὲν πολλάκις τῇ φύσει πρὸς παροινίαν, ἀνείρ- γεται δὲ ὧν ἀκούσεται τῷ φόβῳ, καὶ σιγᾷ πολλάκις ὑπὲρ τῆς ἑτέρων σιγῆς.

ὁ δὲ καὶ τρισὶ γυναιξὶν ὁ γενναῖος συνοικεῖ, ᾗ τε ἔλαβε κατὰ τοὺς νόμους αἷς τε τοῖν υἱέοιν εἰσήγαγε. καὶ τὴν περὶ τὸ πρᾶγμα ῥᾳστώνην ὁ κηδεστὴς ποιεῖ, πολλὴ γὰρ ἐξουσία καὶ συνεῖναι καὶ λαλεῖν καὶ ἅπτεσθαι, κἀν τῷ συγκαθῆ- σθαι παρὰ τῶν ποδῶν οὐκ ὀλίγα. ὁ μὲν οὖν νεώτερος | ἥδιστ’ ἂν ἀπελθών ποι πρόφασιν οὐκ ἔχων μέ- [*](R II 362) νεῖ, τῷ πρεσβυτέρῳ δὲ ἡ μεγάλη πόλις ἔδωκεν ἀφορ- μὴν εἰς φυγήν. τῇ μητρὶ δὲ αὐτοῖν πολλὰ ἀποφράττει τὸ στόμα.

22. Ἄξιον δή σοι στένειν οὐκ ἔχοντι τὴν παρὰ τοῦ τοιοῦδε ῥοπὴν, ὃς τοιαῦτα ὄντα ἃ διῆλθον ἀπέκρυψε τῷ ῥηθησομένῳ καινῷ τε ὄντι καὶ οὐκ ἔχοντι δειγμα. τὰ μὲν γὰρ ἄλλα ἴσως μετ’ ἄλλους ἠδίκηκε καὶ ἠκολούθησεν, οὐκ ἦρξεν, ὥσπερ ἐν ἐκείνῳ τῷ Φρύνωνι, τούτου δὲ αὐτὸς ἡγεμών, εἴπερ ἄρα ἕξει τὸν ἑψόμενον, ὡς ἔγωγε οὐκ οἶμαι. ὃ γὰρ αὖ Φίλιππος ἦν τῷ παιδὶ τοῦ Φρύνωνος, τοῦτο οὗτος τῷ αὑτοῦ καὶ ταῦτα τοῦ τῆς γυναικὸς ἀδελφοῦ βοῶντος, τῆς [*](21 cf. p. 274,9) [*](4 τῇ φύσει πολλάκις Pa a 6 γυναίοις V 11 coni Bong 12 που Ι sed υ ex ι corr, Bong 14 ἀποφράτ- τει scripsi coll. p. a 288,23; Cephal. decl. Herm. IX 55,24; t. 259,6 ἀπορράπτει libri edd 16 δή scripsi e V οὖν Pa δὲ reliqui libri edd 19 ἄλλους] ἄλλων Re 20 ἐν inser Re om libri Bong 22 αὖ del et I. 23 post οὖτος inser Re)

276
γυναικὸς παρούσης καὶ ἀκουούσης οὔτε ἀντέβλεψεν οὔτε ἀντεῖπεν, ἄφωνος δὲ εἰς γῆν βλέπων ἱδρῶτι τὴν ὁμολογίαν τῆς μίξεως ἐποιήσατο. δεινὸν τὸ τοῦ Θυέ- στου, τὸ δὲ νῦν τοῦτο δεινότερον, ὅσῳ γε δεινότερον ἐν υἱεῖ γενέσθαι τοιοῦτον ἤ θυγατρί.

23. Ἐγὼ μὲν τοίνυν ἔδεισα πολλάκις περὶ τῇδε τῇ πόλει μὴ πᾶσα δῷ δίκην τῆς Μιξιδήμου κακίας, καὶ τοῦ γε μὴ ἤδη δεδωκέναι χάριν ἔσχον τοῖς θεοῖς. ἐν [*](R II 363) ᾗ γὰρ τοιαῦτα τετόλμηται, | χαλεπὸν μὴ πεσεῖν ἄλλως θ’ ὅτε λανθάνει μὲν οὐδένα τῶν οἰκούντων αὐτὴν τὸ ἔργον, ἐκβάλλει δὲ οὐδεὶς οὐδ’ ἀγανακτεῖ ζῶντος ἐν ᾗ τοιαῦτα ᾔσθη.

24. Σὲ δὲ προσήκει τὴν μὲν παρ’ ἐκείνων μὴ ζη- τεῖν βοήθειαν ὄντων γε τοιούτων, σαυτῷ δὲ ἀμύνειν. ἔστι δέ σοι δύναμις. ἔστι γὰρ δὴ καὶ γλῶττα καὶ δόσις παρὰ Μουσῶν οἵα ἂν παρὰ Μουσῶν γένοιτο. [*](†) ὁ δ’ οὖν ἐπιγραμμάτων μείζων ἢ Ἀντίοχε. ἢν οὖν ταῦτα τείνῃς τὰ τόξα, σαυτόν τε παραμυθήσῃ καὶ διδάξεις ἐκεῖνον, ὅτι ἄρα οἶσθα τὸν Ἀρχίλοχον.

[*](3 Hygin. fab. 88. Schol. ad Eur. Or. 14 20 Aristid. or. pro IV viris t. II p. a 380,21 sq. D Proverb Ἀρχίλοχον apud Suid. s. ν. Ἀρχίλοχος)[*](1 et 2 οὔτ' Re 2 ἄφωνος δὲ scripsi cum Sinteni ἄφωνός τε libri edd 12 ἥσθη Ι ἥσθη CPa V Bong 17 post ὁ δ’ οὖν lacuna 12 fere litt C, 6 ΑΡ, 8 U, 7 Ι, 17 V fortasse explenda: ὁ δ’ οὐ δῆτα οὐδαμῆ) | γραμμάτων CPaIV Bong | post ἢ lacuna 7 vel 8 litt C, 13 V, π cum lacuna 6 litt AP, 8 U, 9 Ι, fortasse explenda: ἐπῳδῶν (vel ἰάμβων))