Oratio 38

Libanius

Libanius, Oratio 38, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

252
[*](R II 342)

οὐδὲν θαυμαστὸν Σιλβανὸν τὸν Γαυδεντίου κακῶς με λέγειν· καὶ γὰρ τὸν ἑαυτοῦ πατέρα τιον. ἐκεῖνον δέ γε πρὸς τῷ λέγειν καὶ ἐποίησεν. ἐμοὶ δὲ παρῄνουν μέν τινες καὶ αὐτὸς δὲ ἐμαυτῷ πολλάκις σιωπῆσαι, νομίζων δὲ σωφρονεστέρους τοὺς ἄλλους ποιήσειν τῷ περὶ τούτου λόγῳ κρεῖττον ἡγησάμην εἰ- πεῖν ἤ σιωπῆσαι. καὶ ἅμα πολλοὺς οἶμαι τῶν νῦν αὐτῷ διαλεγομένων πείσειν φεύγειν ταυτηνὶ τὴν ὁμι- λίαν ὡς ἔχουσάν τι μύσους.

[*](C = codex Chisianus)[*](Ρα = Patmius 471)[*](Α = Monacensis gr. 483 (Augustanus))[*](Ρ = Palatinus gr. 282)[*](Ι = Marcianus append. XCI 2)[*](Β = Barberinus II 41)[*](Va = Vaticanus gr. 81)[*](V = Vindobonensis phil. gr. XCIII)[*](2 cf. ep. 457. 174. 659. 332)[*](1 τοῦ αὐτοῦ κατὰ V μ α ante κατὰ A, post σιλβανοῦ C να' in marg habet λόγος τριακοστὸς πρῶτος post σιλβανοῦ V rubr, λόγος M' Pa a λόγος λα' in marg Ι, μς Β rubr 4 νον Ι sed εῖ in ras m2 6 ποιήσειν τοὺς ἄλλους Pa a 8 εἶναι V)[*](9 οὓς οἶμαι ante πείσειν inser V 3 10 μίσους IVa Bong)
253

2. Ἐγὼ γὰρ ὡς ἧκον δεῦρο καὶ ποιεῖν ἠρξάμην τοῦτ’ ἐφ’ ὅτου καὶ νῦν εἰμι, προσελθών μοι Γαυδέν- τιος, ἀνὴρ ἐπιεικής τε καὶ σώφρων κἀν τῷ παιδεύειν πολὺν διεξελθὼν χρόνον, δείξας τουτονὶ Σιλβανὸν καὶ παῖδα αὑτοῦ προσειπὼν ἐδεῖτό μου καὶ τοῦτον ἐν τοῖς φοιτῶσιν ἔχειν. μισθοῦ μεμνημένος. ἐγὼ δὲ πρὸς μὲν τὸν μισθὸν ἠγανάκτησα, τουτονὶ δὲ ἡσθεὶς ἔλαβον, ὅστις μὲν έσται περὶ τὸν διδάσκαλον, οὐκ εἰδώς, μῶν δὲ οἶς ἡδόμην τὸν πατέρα. καὶ ἦν μοι πλείων | περὶ τοῦτον ἤ τινα ἄλλον ὁ πόνος σκληρᾶς τε [*](R II 343) οὕτως ὄντα φύσεως καὶ οὐχ οἵας ὀξέως δέχεσθαι τὰ λεγόμενα, ἀλλ’ ὅμως ᾤμην δεῖν αὐτὸν καὶ οὕτως ἐπα- ναγκάζειν.

δόξας τοίνυν δύνασθαι λέγειν δίκας ἐλθὼν ὑπὲρ τὸν Εὐφράτην ἀργύριον κτησάμενος ἧκεν ἐνταῦθα ἐπ’ ἴσοις. καὶ βοηθειῶν μὲν ὧν εἰκὸς ἦν ἐν τοιούτῳ πράγματι παρ’ ἐμοῦ τυχεῖν, ἔτυχε, κακὸν δὲ ἄρα εὖ ποιῶν οὐκ ἠπιστάμην, πρὶν δὴ ἡ περὶ τὸν πόδα συμβᾶσά μοι τύχη τὸ πᾶν εἰς φῶς ἤγαγεν, ὅτε δὴ τῶν ἄλλων ἁπάντων ὀδυρομένων καὶ τοῦ λόγου [*](17 cf. t. Ι 167,7 sq.) [*](6 ἤτοι ἐν τοῖς μαθηταῖς V 2) [*](1 γὰρ] δὲ V 5 αὑτοῦ Ρ sed ’ in ras m2, Re αὐτοῦ reli- qui libri Bong 8 περὶ Ρ sed ’ add m3 | τὸν διδάσκαλον Ρ sed ν (1) add et δασκαλ in ras m3 τὸ δικαστήριον Α sed οἶμαι διδάσκαλον in marg m2, B Va 14 κτησόμενος 2 15 ἐπ’ ἴσης Ρα sed γρ ἐπ’ ἴσοις in marg | βοηθειῶν C sed ῶν eras et ϥ (= ους?) α suprascr | ἐν τοιούτῳ Β sed ἐν τοῖον ras m2 18 τὸ πᾶν C sed e τοῦτον corr m2, A sed γρ τοῦτον in marg τοῦτον πάντα Ρ sed πάντα e πᾶν πᾶν corr m3, B Va ταύτην Ρα sed γρ τὸ πᾶν in marg)

254
τοῦ περὶ τῆς συμφορᾶς ἐν ἁπάσῃ πόλει πεποιηκότος δάκρυα μόνος οὗτος κατασχεῖν αὑτὸν οὐκ ἐδυνήθη οὐδὲ συγκρύψαι τὴν χαρὰν λύπῃ πεπλασμένῃ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐρόμενος ἀπιστῶν, εἰ τοσοῦτον ἀγα- θὸν αὑτῷ γεγένηται, ἐπειδὴ τοῦθ’ οὕτως ἔχειν ἔγνω καὶ οὐ ψεύδεσθαι τὸν λόγον, ἀναπηδήσας τε καὶ ἄρας ὑψηλὸν ἀπὸ τῆς γῆς ἑαυτὸν καὶ κροτήσας καὶ τἄλλα δὴ τὰ τῶν ἡδομένων ποιήσας ἐπέθηκε λαμπρᾷ τῇ φωνῇ τοῦ Δῖός εἶναι τοῦτο τὰ δίκαια ποιοῦντος.

καὶ ταῦτα ἐγὼ κατακείμενός τε καὶ ἐν ὀλίγαις ὢν σωτηρίας ἐλπίσιν ἤκουον καὶ πρὸς ἐμαυτὸν ἐλογιζόμην, εἰ τι πώποτε πέπονθεν ὑπ’ ἐμοῦ κακῶς, ὥστε καὶ | [*](R II 344) ἐπιχαίρειν. εἶτ’ εὐεργεσίας μὲν εὕρισκον, ἄδικον δὲ οὐδὲν οὐδὲ λυπηρόν. ἀχθομένου τοίνυν μου τού- 15 τοῖς λέγει τῶν τις παρακαθημένων ὀψέ <με> α θηκέναι τὸν ἄνθρωπον τόνδε ἀρξάμενον πάλαι καὶ πρὸ τοῦ πτώματος εἶναι κακὸν εἰς ἐμέ.

5. Τί ποτ’ οὖν αὐτῷ βούλεται τὸ τὸν θεὸν ἐπαι- νεῖν ἐν τῷ τοῦ ποδὸς πάθει; τὰ μετὰ τὸ δεῖπνον παρὰ τοῦ τὰ Ὀλύμπια τιθέντος διδόμενα τοῖς δαιτυ- μόσι φέρειν οἴκαδε βαρεῖάν τε καὶ οὐ φορητὴν ἐποίει τὴν λειτουργίαν καὶ ἦν κίνδυνος μὴ μένειν τὴν ἐορ- [*](4 Plat. Phil. p. a 59 E. Gorg. p. a 498 Ε. Leg. XII 20 cf. t. III 118,12 sq. R) [*](1 τοῦ om Bong | τῇ ante πόλει inser Re at cf. t. Ι 167,7 περὶ οὖ ποία πόλις οὐκ ἀκήκοε τῶν ἐν ἠπείροις ἢ νήσοις; 2 αὐτὸν Ι Bong 3 χάριν Β et in marg Va 4 καὶ (1) om Bong 5 αὑτῷ Re αὐτῷ libri Bong | ἔχον V 7 ἑαυτὸν ἀπὸ τῆς γῆς V | τἆλλα Α 8 τὰ om Bong 10 τε om I Bong) [*](12 πώποτε om IV 15 τις μοι παρακαθημένων Ρα | με inserui cum Sinteni qui με margini editionis Reiskianae ad- scripsit 19 τὸ] τὸν Β)

255
τήν. τοῦτ’ ἐγὼ παῦσαι βουλόμενος παρῄνεσα μὲν πολλοῖς, ἔπεισα δὲ ἔνα τῷ συμβούλῳ τὴν συμβουλὴν κρίναντα· μὴ γὰρ ἂν ὑπ’ ἐμοῦ τι ῥηθῆναί ποτε τῶν οὐ καλῶν. καὶ τυγχάνοι γε τοῦ Δῖός ἀντὶ τούτων εὐμενοῦς αὐτός τε καὶ ἡ τήθη. τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἐπῄνουν, οἱ δὲ οὐκ ᾐτιῶντο, εἰ δέ τις καὶ ἤχθετο, ἀλλὰ σιγῇ τοῦτό γε· μόνος δὲ οὗτος ἐκεκράγει καὶ τῷ μὴ τεθνάναι με δῆλος ἦν λυπούμενος, τῆς γὰρ αὐτῆς ἦν δήπου ψυχῆς τούτῳ τε ἥδεσθαι κἀκεῖνο βούλεσθαι, καὶ ἦν ἀδικώτερος τῶν οὐ συγγενομένων ἡμῖν ὁ πεφοιτηκὼς καὶ τῶν τι δεδωκότων ὁ μηδ’ ὁτιοῦν.

6. Τῷ δὲ καὶ παῖς ἦν ἐν τοῖς παιδευομένοις ἀμι- σθὶ καὶ οὗτος, ὥσπερ ὁ πατήρ, τὴν ἐμὴν ταλαιπωρίαν καρπούμενος. βουλόμενος δή με καὶ διὰ τοῦ παιδὸς ἀδικεῖν ἀποσπάσας τῶν ἐμῶν | θυρῶν φέρων θα- [*](R II 345) τέρα φωνῇ δίδωσιν οὐκ ἐκείνης ἐπιθυμῶν, ἀλλὰ ταύ- την ὑβρίζων, μᾶλλον δὲ ἐμὲ τοῖς δευτέροις. καὶ αγγέλλει τῷ παιδὶ τῷ ταῖς πολλαῖς σαρξὶν ἀγαλλομένῳ τοῖς θεοῖς ἴσον ἄγειν τὸν Λίβυν τὸν καταγέλαστον φείδεσθαί τε ἐν τοῖς ἐκείνῳ λυσιτελοῦσι μηδενός, μὴ ῥήματος, μὴ ἔργου, μὴ χειρός, μὴ ποδός, μὴ πολέμου, μὴ μάχης, μὴ τραυμάτων μηδ’ εἰ μέλλοι τοῖς ἐμοῖς συμπλέκεσθαι.

καὶ διετέλει δὴ θορυβῶν, ἀπειλῶν, [*](16 t. Ι 193,6. t. III 261,6 sq. R. cf. t. Ι 144,11) [*](4: τε Va 5 ἡττήθη C sed in ἡ τήθη corr m2, Pa a ἡ τήθη in marg 9 δὲ Re 11 τι APIB V | μὴ δ’ ὅτι οὖν A μὴ δ’ ὁτιοῦν reliqui libri Bong μηδοτιοῦν Re 13 ἄμι- σθος Pa a 15 δέ Pa a 16 ἀδικεῖν ἀδικεῖν om I Bong qui simile excidisse coni 23 μὴ δ’ ΙΒ 24 διετέλεις V)

256
[ποιῶν], παροινῶν. καὶ ὁπότε τις αὐτὸν αἰτιάσαιτο τὸν πάππον λέγων, οὐ γὰρ δὴ τὸν πατέρα γε, ἐπὶ τὸ τῷ διδασκάλῳ βοηθεῖν κατέφυγε. καὶ σχῆμα τοῦτο τοῖς ἀδικήμασιν ἦν τούτου διδάξαντος ἐκεῖνον τὴν καλὴν ταύτην ἀπολογίαν κέρδος αὐτοῦ ποιουμένου τὰς περὶ τοὺς νέους ταραχάς.

8. Καὶ τοῦτο τοσοῦτον ὂν ἦττόν ἐστι τοῦ ῥηθη- σομένου. δοὺς γὰρ αὑτὸν τοῖς τῶν καλῶν ἐρασταῖς | [*](R II 346) ὑπηρέτην καὶ τοῖς μὲν ἔξω, τοῖς δ’ εἴσω συνὼν καὶ πολλοῖς διαύλοις τὰ παρ’ ἐκατέρων εἰς τοὺς ρους φέρων μερίτης γινόμενος τῶν ἐρωτικῶν δώρων πολλοὺς οἴκους ἀθλίους ἐποίησε νύκτας τε καὶ ἡμέρας τῆς αὑτοῦ κακίας ἀναπλήσας, ὁπότε μὴ δύναιτο ἕτερον ἀγαγεῖν, παρέχων αὑτόν, πόρνος ὁ αὐτὸς καὶ προαγω- γός.

καὶ μηδεὶς εἴπῃ· καὶ τί ταῦτα πρὸς τὸν πατέρα; εἰ μὲν γὰρ ἠγνόει τὰς ἐργασίας ταύτας, ἦν μὲν ἂν οὐδ’ οὕτω συγγνώμη. μηδεὶς γὰρ πατὴρ ἀγνο- είτω τὸν αὑτοῦ μηδὲ τῶν ἐλαττόνων φροντίζων, οἷον οἰκετῶν καὶ χρημάτων καὶ ἵππων καὶ ὄνων, τῶν οὕτω μεγάλων ὀλιγωρείτω. τί γὰρ πατρὶ παιδὸς τιμιώτερον; ὅμως δ’ οὖν δοκείτω τι λέγειν λέγων ἄγνοιαν. νῦν δ’ οὐδὲ τοῦτ’ ἔστιν αὐτῷ πολλάκις ἀκηκοότι καὶ παρὰ πολλῶν ἀνθρώπων· Σιλβανέ, κακοῦ παιδὸς ὢν [*](11 cf. t. III 31,18. IV 754,19 R. Dem. p. a 889,7 12 t. II 404,3 R) [*](1 ποιῶν ut e sequenti παροινῶν corruptum cancellavi πτοιῶν coni Re Anim | τίς Ι 2 τὸ Ρ sed ὁ in ras m3 5 αὑτοῦ Re 8 αὐτὸν V 9 τοῖς (1) Ρ sed ~ add m3, Ι 11 μέχρι Ρα sed μερίτης in marg | γενόμενος CI Re 13 τῆς om Bong | αὐτοῦ CIV 14 ἄγειν Ι Bong | ὁ om Bong 15 εἴποι Ι Bong 18 μὴ δὲ APIB V 20 παιδὶ πατρὸς Β) [*](21 τί Ι)

257
πατὴρ πρᾴως φέρεις τοῖς βουλομένοις μὲν ἐκ- δόντος τὴν ἑαυτοῦ νεότητα, λήξαντος δὲ οὐδὲ νῦν, ἑτέρων δὲ παῖδας εἰς ταὐτὰ καταποντί- σαντος, ἐκ δὲ ἀμφοτέρων τούτων ἀργύριον εἰς τὴν σὴν οἰκίαν εἰσηκότος; οὐκ ἐκβαλεῖς; οὐ μετὰ πληγῶν; οὐ μετὰ τραυμάτων καί, νὴ Δία γε, δικαστηρίου;

οὗτος δὲ ταῦτα ἀκούων ἐπι- σχήσειν μὲν ἔφασκεν αὐτόν, εἴα δὲ εἶναι τὸν αὐτὸν καὶ ζῆν ἐν ἴσοις καὶ λαμβάνειν ὅμοια καὶ βλάπτειν ἃ πρότερον, τὸ πλέον εἰδὼς τῆς ἀδοξίας ἐπ’ ἐμὲ βαδιού- μένον διὰ τὸ δοκεῖν ἐμὴν εἶναι τὴν ἀρχὴν, εἰ καὶ τἀ- ληθὲς ἑτέρως ἔχοι. τοῦ δὲ τὰ τοῦ παιδὸς εἰδέναι τε τὸν πατέρα καὶ ἐπαινεῖν εἰδότα μέγιστον ἐκεῖνο τεκ- μήριον.

προσῆλθε πρῴην τινὶ τῶν καλῶν καὶ ἐπειρᾶτο πείθειν, ὁ δὲ ἀπεπήδησεν. οὗτος δὲ ἐπελθὼν εἷλκέ τε λαβόμενος καὶ ἐπάταξε. τῶν δὴ τῷ νέῳ συγγενῶν πυθομένων τὴν τόλμαν καὶ ὄντων ἰσχυρῶν τε καὶ οὐκ ὀλίγων περιστάντων τε καὶ ταῖς χερσὶν | ἐπ’ αὐτὸν χρησαμένων μαθὼν ὁ χρηστὸς πατὴρ [*](R II 347) οὔτε τούτων κατεβόησεν ὡς ἀδικούντων οὔτε ἐκεῖνον ἐκόλασεν ὡς ἐπὶ πονηροῖς ἔργοις. καίτοι χρῆν ἢ των κατηγορεῖν ὡς ἐπὶ πληγαῖς οὐ δικαίαις ἢ προστι- θέναι τῇ παρὰ τούτων δίκῃ τὴν παρὰ τοῦ πατρός.

νῦν δὲ τοῖς μὲν οὐδὲν ἐμέμψατο, τὸν δὲ παρε- μυθήσατο τὸν ἐν αὐταῖς ταῖς πληγαῖς κατ’ ἐμοῦ πολ- Λὰς βλασφημίας ἀφέντα τοῦ μηδὲν τῶν πραττομένων [*](1 πράως ΡΙΒ 3 ταὐτὰ Re ταῦτα libri Bong ἐγκα- λεῖς Ι Bong 8 αὑτὸν (1) Ρα 12 ἔχει CV 14 πρώην ΡΙΒ) [*](16 τοῦ νέου Ρα at cf. t. II 451,17 R 19 καλὸς Bong 21 ἐκόλα σεν cum ras 3 litt V 23 παρὰ (1) om CPa V) [*](24 τὸν Ρ sed add m3)

258
εἰδότος. ἀντὶ γὰρ τοῦ μισεῖν αὐτὸν ὄντα τοιοῦτον, ἢ οἷόν τ’ οὐ χαλεπῆναί τινας ὑπὲρ τοιούτων; ἐπ’ ἐμὲ τὴν ὀργὴν ἦγεν. ἦν δ’ αἴτιος οὔτ’ ἐγὼ τῶν πληγῶν οὔθ’ οἱ πλήττοντες, ἀλλ’ ὁ γενέσθαι τὰς πληγὰς ἀναγ- κάσας. ἦν δ’ οὗτος ὁ τὴν εἰς τὰ τοιαῦτα δεδωκὼς ἐξουσίαν πατήρ. ἔδωκε δέ, ὅπως πράττοιμι χεῖρον τῇ διὰ τῶν τοῦ ’κείνου παιδὸς τολμημάτων αἰσχύνῃ.

13. Οὕτω με δι’ ἀμφοῖν, αὑτοῦ τε καὶ τοῦ παιδός, ἠδίκει πεπαιδευμένος ἐν τῷ γεγεννηκότι λῆρον καὶ φλυαρίαν ἡγεῖσθαι τὴν τοῦ δικαίου τάξιν. ἔστι γὰρ ἡμῖν ὁ γενναῖος Σιλβανὸς πατραλοίας, ὡς μέν φασί τινες, καὶ τῇ δεξιᾷ κατὰ τοῦ μεταφρένου χρησάμενος, [*](R II 348) ὡς δ’ ἅπαντες ὁμολογοῦσι, λύπαις πολλαῖς | πιέ- σας, ἄκυρον μὲν τῶν ἔνδον καταστήσας, εἰς γῆν δὲ βλέπειν ἀπειλαῖς ἀναγκάσας οὐκ ἐῶν ἀναπνεῦσαι κα- θαρῶς οὐδὲ τοῦ πάντως τι λήψεσθαι κακὸν ἔξω γενέσθαι φόβου.

ὁ μὲν ἀπηλλάττετο τῶν συνου- σιῶν καμὼν πρεσβύτης ἐπὶ τὴν ἀπὸ τῆς τροφῆς ἐπι- κουρίαν, ὁ δ’ αὖ κλείσας τὰς θύρας τὴν κλεῖν ἔχων αὐτὸς ἐν ἄλλοις διέτριβεν, ὁ δ’ ἐκάθητο περὶ τὴν μακα δακρύειν μὲν οὐ τολμῶν ὡς οὐκ ὄν ἀσφαλές, εἰ [*](9 ἐν τῷ γεγεννηκότι] ἰσοδύναμον διὰ τοῦ γεγεννηκότος. νῦν δὲ καὶ τὰ ἐν τοῖς θείοις ἀπαντᾷ· ἱσχύω ἐν τῷ ἐνδυναμοῦντι θεῷ (= Paul. ep. ad Philipp. 4,13) ἤτοι διὰ τοῦ ἐνδυναμοῦν- τος V2) [*](2 ἢ οἷόν τ’ οὐ scripsi οἷον τοῦ CPa A sed in hoc γρ υἱὸν in marg, Ι edd υἱὸν τοῦ Ρ sed ἐν [ἄλλῳ?] α οἷο[ν] το[ῦ] m3, B Va οἷον V οὐδὲ γὰρ οἷόν τ’ οὐ Re Anim 4 οἱ inser P 3 5 ἢν Ι 7 τῶν om V | κείνου Ρ sed ’ eras 8 αὑτοῦ Ρ sed ’ in ras m3 αὐτοῦ IB Va 11 πατραλλοίας ΡαΙΒ 12 καὶ om Pa a 19 et 20 ὃ Α ὅ PaP sed in add m3, ΙΒ Bong 19 αὖ scripsi e Pa ἂν reliqui libri edd) [*](20 δ’ in ras Ρ2 | παρὰ Cobet Coll. 132, at cf. t. II 425,5 R)

259
Σιλβανὸς πύθοιτο, στένων δὲ ἀδακρυτί, τοῖς θεοῖς εὐχόμενος ἐλθεῖν ποτε τὸν ἐπιτρέψοντα ἄρτου καὶ οἴνου θιγεῖν. τῷ δὲ πικρὰ καὶ ταῦτα ἦν οὔτ’ ἐρωτω- μἐνῳ τι παρὰ τοῦ παιδὸς εἶτέ τι πύθοιτο, μάτην τοῦτο ποιοῦντι. οὐ γὰρ ἦν ὅ τι ἂν ἤκουεν. ἠπείγετό τε ἡ τράπεζα τῇ μετὰ σιγῆς ὀργῇ καὶ βλέμματι χαλεπῷ καὶ νεύμασι πρὸς τοὺς διακόνους ἀγρίοις. δῆλός τε ἦν ἅπασιν οἷς ἔπραττε τῆς τοῦ γέροντος τελευτῆς ἐπι- θυμῶν.

καὶ τοῦτο ἐδείχθη σαφέστερον ἔν τε τῷ τρόπῳ τῆς τελευτῆς καὶ ἐπειδὴ ᾤχετο. προσπεσόντος γὰρ αὐτῷ κώματός τινος ἐξαίφνης ποιοῦντι πρὸς τοὺς μαθητὰς ἀπὸ τοῦ θρόνου τὰ εἰωθότα, ὥστ’ ἀγγνοῆσαι μὲν αὐτὸν ἐκεῖνον καὶ ὅπου ποτὲ εἴη, κομισθῆναι δὲ οἴκαδε δι’ ἀγνοίας ἁπάντων καὶ μειζόνων καὶ ἐλαττό- νων καὶ εἶναι θέαμα δεινὸν καὶ ἐλεεινὸν πληττομένων τὰς ψυχὰς τῶν ὅστις ὁ φερόμενος εἴη πυνθανομένων, καὶ γὰρ ἐκίνει τὴν δεξιὰν ὁ χρηστὸς ἐκεῖνος καὶ πάντα ἀγαθός, | ὡς τότε ἔτυχεν αὐτῇ συνεργῷ πρὸς τὴν [*](R II 349) διδασκαλίαν χρώμενος, καὶ ᾔδει μὲν οὐδὲ τοῦτο, ἐκίνει δὲ ὅμως, καὶ ᾤετο δή τι πρὸς τοὺς ἑταίρους λέγειν λέγων οὐδέν, ἐφ’ ᾧ δὴ πλεῖστα ἔρρει δάκρυα καὶ τῶν ὁρώντων καὶ τῶν ἀκουόντων καὶ οἱ μὲν οὐδὲ ἐδείπνη- σαν, οἱ δὲ οὐκ ἄνευ θρήνου, τότε τοίνυν ὁ παῖς ὁ κληρονόμος ὁ πολλοὺς μὲν εἰς ἑαυτὸν ἐκείνου πόνους ἀνηλωκώς, πολλοὺς δὲ πολλῶν ἄλλων δι’ ἐκεῖνον, ὁ [*](3 θιγεῖν libri edd cf. t. Ι 127,18 | τῷδ’ Ρ sed ~ m3 et δ’ in ras m2 4 τί (1) IV 6 βλέμματι] νεύματι Β 8 ἢν om V) [*](11 κώματός Re κύματος libri Bong 12 ἀπὸ τοῦ θρόνου om Bong 17 ἐκεῖνος Ρ sed εκ in ras m2 19 ἴδει V | τοῦτ’ ΑΡ τότ’ Β 20 ἑτέρους B Va 25 ἐκεῖνον ex ἐκείνων corr P4)

260
τῆς τοῦ πατρὸς πρᾳότητος εἰς τὴν αὐτοῦ γε ἐκείνου παροινίαν ἀπολελαυκὼς εἰπόντος ὧν ἔπασχεν οὐδὲν πρὸς οὐδένα ἀνθρώπων, οὗτος οὖν παρὼν καὶ ὁρῶν ἐγγύθεν ἀκριβῶς τὴν συμφορὰν οὐκ ἐστέναξεν, οὐκ ᾤμωξεν, οὐδὲν ὧν ἐν τοιούτοις δρᾶσαι προσῆκεν ἐποί- ησεν ἄνθρωπος ἐν μέσῳ τοσούτων δακρύων, οὐδεὶς γὰρ ἦν ὃς οὐ τοῦτο ἔπασχε τήν τε ἀρετὴν ἐννοῶν τοῦ κειμένου καὶ τὸ τὸν τοιοῦτον οὕτως ἀπιέναι, καὶ μά- λιστα δὴ τὸν θρῆνον ἐγειρούσης τῆς χειρός.

ὁ δὲ οὐδὲ ἐμιμήσατο, τοσοῦτον ἀπέσχε τοῦ πρὸς ὁδυρ- μὸν ἑτέρους παρακαλέσαι, ἀλλά μοι δοκεῖν, καὶ τοὺς ἀθυμοῦντας ἐμίσει καὶ τοὺς οὐ καταβαίνοντας ἐνο- χλεῖν ἐνόμιζε καὶ τῆς ψυχῆς, ὡς εἰκός γε, κατεγίνωσκε βραδυτῆτα. εἶθ’ ὁ μὲν ἐτέθαπτο, ὁ δὲ ἐνεφορεῖτο τῆς τελευτῆς καὶ ἦν φαιδρὸς ἀηδοῦς ὄψεως ἀπηλλαγμένος τῆς τοῦ πατρὸς καὶ διδασκάλου.

17. Ἔδει μὲν οὖν τοὺς ἐκείνῳ τε καὶ ἐμοὶ φίλους μάλιστα μὲν καὶ δίκας ζητεῖν τῶν ἠσεβημένων εἰς ἀμφοτέρους ἡμᾶς, εἰ δὲ μή, μήτοι γε εὖ ποιεῖν. οἱ δὲ καλοῦσιν ἀπόντα, δέχονται προσιόντα, κλητόν τε καὶ ἄκλητον ἑστιῶσιν, ἡδέως ὁρῶσιν, ἡδέως ὁμιλοῦσιν. | [*](R II 350) ὁ μὲν καὶ χρήμασιν εὖ ποιεῖ τὸν θεοῖς ἐχθρόν, ὁ δὲ τοὺς ἐχθροὺς ἐκείνου καὶ ἑαυτοῦ νομίζει. τὸν γὰρ διδάσκαλον, φασίν, ἐν τούτοις τιμῶμεν. [*](12 Od ψ 252. Soph. Ant. 822. Eur. Suppl. 797) [*](1 πραότητος IB 1 ἐκεῖνον — 3 οὐδένα praemisso κεί- μενον in marg P3 5 οὐδὲ Pa a | τοῖς τοιούτοις Ι Bong | σαι Ι 6 τοσοῦτον Ι 7 τοῦτ’ V 8 τὸν τὸ Ι Bong 13 γε inserui e V om reliqui libri edd 14 ἐθάπτετο Re 17 μὲν om Β 19 μήτι Pa V 24 φασίν Re φησὶν libri Bong)

261

τιμᾶν μὲν οὖν ἀξιοῦντας τὸν διδάσκαλον ἐπαινῶ καί φημι τοὺς οὐ τοιούτους ὄντας εἰς τοὺς πεπαιδευ- κότας ἀδικεῖν, ἔδει μέντοι τιμᾶν ἐκεῖνον ἐν τῷ μὴ τοῦτον· τουτὶ γὰρ ἦν ἀκολουθούντων τοῖς πράγμασιν. εἰ μὲν γὰρ καὶ τὰ παιδὸς καὶ τὰ μαθητοῦ πρὸς ἐκεῖ- νον οὗτος ἐπεπληρώκει, τῶν νῦν τούτων παρ’ ὑμῶν ἐτύγχανεν ἂν εἰκότως· εἰ δ’ ἠγνόησε μὲν τὴν φύσιν, τὰ δὲ ἐκείνης συνέχεε δίκαια, λυπῶν δὲ καὶ ἐλαύνων τὸν φύσαντα διετέλεσε καὶ συνεξέτεινεν οὕτω μακρῷ βίῳ τὸν ἄσπονδον τοῦτον πόλεμον πρὸς τῇ φύσει τὸν διδάσκαλον ἀδικῶν, ὁ μὲν Σιλβανῷ πολεμῶν Γαυδεντίῳ φίλος, ὁ δὲ τοῦτον εὖ ποιῶν ἐχθρὸς ἐκείνῳ. οὐδὲ γὰρ υἱὸν εὖ ποιεῖ τοῦτον εὖ ποιῶν τὸν διὰ παντὸς τοῦ χρόνου τὸν πατέρα κακῶς πεποιηκότα τούς τε μισθοὺς τοὺς ἀπὸ τοῦ διδάσκειν ἐκείνῳ γιγνομένους ἀφαιρούμενον καὶ τῇ τοῦ πρεσβύτου πείνῃ καὶ δίψῃ μείζω ποιοῦντα τὴν οὐσίαν.

ὅστις οὖν οἶδε γων εἵνεκα Γαυδεντίῳ χάριν, καὶ μισείτω Σιλβανὸν καὶ φαινομένου φευγέτω καὶ νομιζέτω ταὐτὸν εἶναι μύσος ἀνδροφόνῳ τε ὁμωρόφιον εἶναι καὶ τούτῳ χρῆ- σθαι. πρὸς γὰρ τῇ καταπεφρονημένῃ φύσει καὶ τοῖς ταύτης οὐ πεφυλαγμένοις νόμοις εἰκότως ἂν δόξαι καὶ τὴν ἀφορμὴν ὁ τοιοῦτος θάνατος ἐκ τῆς διὰ τὸν παῖδα λύπης λαβεῖν.

[*](10 Dem. cor. p. a 314,16 20 Antiph. de caed. Her. § ρ. 130,32. Dem. cor. ρ. 321,14. Mid. p. 553,5)[*](1 οὖν om CPa del P3 2 οὐ τοιούτους] ἐν τοιούτοις CPa 8 δ’ Re 9 διετέλεσεν Α 15 ἐκείνῳ om Re 16 δίψα Pa 20 μύσος scripsi e Ρ sed ’ in ras m3, Va μύσος reliqui libri Re μῖσος Bong | ὁμορόφιον B Va ὁμορρόφιον Pa a 21 τοῖς sed οι in ras m2)
262

20. Οὑτοι μὲν οὖν σωφρονήσουσί ποτε καὶ τί ποι- οῦντες Γαυδεντίῳ χαριοῦνται, γνώσονται, δίκαια δ’ ἂν ἐγκαλέσαιμι καὶ τῇ βουλῇ τὸν ἀλάστορα τοῦτον ἀτε- λείας ἠξιωκυίᾳ. ὃν εἰς μὲν ἐκείνης κατάλογον ἐνέγρα- [*](R II 351) ψεν ἡ μεγίστη τῶν ἀρχῶν, τρυφᾶν | δὲ ἀφεῖσαν οἱ λαβόντες. καὶ βουλευτὰς μὲν ἀπαιτούντων τῶν πραγμάτων οὐκ εἶναί φασιν, ἀλλ’ ὀδύρονται τοὺς ἐκ πολλῶν ὀλίγους, ὥσπερ οἱ κατενεχθέντες εἰς μικρὸν ἀργύριον ἐκ μεγάλων χρημάτων τῶν οἴκων, τούτῳ δὲ δεδώκασιν ἄχρηστον αὐτῇ κεκτῆσθαι τὴν οὐσίαν οὔθ’ αὑτοῖς βοηθοῦντες οὔτε τῆς ἐνεγκούσης κηδόμενοι τήν τε τοῦ δικάσαντος ψῆφον μάταιον εἶναι ποιοῦντες.

21. Ἀλλ᾿ οὐ περὶ <τοῦτον> α μόνον φασίν, ἐστί. τοῦτο δέ ἐστιν οὐχὶ μηδὲν ἀδικεῖν, ἀλλὰ διὰ πολλῶν ἀδικεῖν. τῆς γὰρ οὕτω πεπραγυίας βουλῆς ἦν δήπου τὸ τὰ τοιαῦτα ἁρπάζειν, ἀλλὰ μὴ προίεσθαι. ἅπαντας μὲν οὖν ἐχρῆν ὑπὸ τὰς λειτουργίας ἄγειν καὶ μηδενὶ διὰ μηδένα τὴν ἄδικον ταύτην παρέχειν ἐλευθερίαν.

ἔστι δὲ πολλῷ τοῦτο ἐκείνων δεινό- τερον καὶ τοσούτῳ γε, ὅσῳπερ οὐκ ἴσα τὰ βεβιωμένα Σιλβανῷ τε καὶ ἐκείνων ἑκάστῳ. τί γὰρ ἄν τις εἴποι περί γε ἐκείνων τοιοῦτον; οὐδέν. ἀλλ’ ἔχουσι μίαν [*](R II 352) ταύτην αἰτίαν | τὴν τοῦ μὴ βούλεσθαι λειτουρ- [*](3 Dem. p. a 324,21. 438,28 7 cf. p. 58,15sq.) [*](1 οὖν om Va 4 ἠξιωκυῖα P sed ~ in ’ corr m2, | ἔγραψεν Ι Bong 5 δ’ Re 9 χρημάτων Ρ sed τ in ras m2 | τῶν οἴκων αυ οῖς om Pa a 10 ἀυτὴ Re 11 ἀύτης Pa a 13 τοῦτον tore Re „addendum videtur aut ἐμὲ aut τοῦτον“) 14 φασίν scripsi φησίν libri edd 16 τὰ om Ι Bong 20 ὅσον Pa a ἶσα Β 21 σιλβανῶ Ρ sed ω in ras m2 | εἴπῃ B Va) [*](23 λειτουργεῖν Ρ sed ει in ras m2)

263
γεῖν, πατέρας δὲ οὐ κατεδουλώσαντο οὐδὲ φόβοις καὶ λιμῷ παρέδωκαν οὐδ’ ἀποθανόντων ἐγέλασαν οὐδὲ τοὺς διδασκάλους ἐχθροὺς ἐνόμισαν οὐδ’ ὅσα ἐνῆν κατέβλαψαν.

23. Ἐχέσθω τοίνυν ἡ βουλὴ τοῦ κακίστου καὶ ἐπειδὴ τὰς ἄλλας διαπέφευγε δίκας, ταῖς γε περὶ τοῦτο δαπάναις ταπεινωθήτω καὶ τὸ τῶν ὀφθαλμῶν ἀποθέ- μενος θράσος γενέσθω πως μετριώτερος.

[*](8 cf. p. 160,10)[*](3 οὐδὲ Re 5 κακίσθαι Pa a sed κακίστου in 8 πῶς ΑΙΒ | τιμιώτερος Pa a μέτριος V τέλος τοῦ κατὰ σιλβανοῦ subscr Α, κατὰ σιλβανοῦ Ρ)