Oratio 36

Libanius

Libanius, Oratio 36, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

227

ἡ μὲν μεγίστη μοι λύπη τὰ κατὰ τῆς ἐμῆς [*](R II 307) ψυχῆς τε καὶ σώματος ἀνθρώποις γόησι μεμηχανημένα τε καὶ τετελεσμένα, οὐ μικρὸν δὲ εἰς ἀθυμίαν οὐδὲ τὸ τῆς ἐπιβουλῆς ἐγνωσμένης καὶ πάσης ὡς εἰπεῖν τῆς πόλεως δεδεγμένης τὸν περὶ τοῦ κακουργήματος λόγον συντυγχάνειν μὲν ἡμῖν τινας οὐκ ὀλίγους εἶναι δο- κοῦντας φίλους, τούτων δὲ τοὺς μὲν μηδὲ ἀξιοῦν τι περὶ τοῦ πράγματος ἢ λέγειν ἢ | ἀκούειν, τοὺς [*](R II 308) δ’ οὕτως ἀηδῶς, ὥστε ἐγγὺς ἐκείνων εἶναι.

καίτοι [*](C = codex Chisianus) [*](Α = Monacensis gr. 483 (Augustanus)) [*](Ρ = Palatinus gr. 282) [*](Ι = Marcianus append. XCI 2) [*](Β = Barberinus II 41) [*](Va = Vaticanus gr. 81) [*](V = Vindobonensis phil. gr. XCIII) [*](2 cf. t. Ι 189, 18 sq.) [*](1 λζ ante περὶ Α, τοῦ αὐτοῦ V | τῶν om V | λζ΄ post φαρ- μάκων in ras C μη΄ in marg), λόγος εἰκοστὸς ὄγδοος V rubr, λόγος λζ΄ in marg Ι rubr, μα in marg Β rubr 5 πάσης — 6 πόλεως om Bong | ὡσειπεῖν Β 7 ἐντυγχάνειν Cobet Coll. 131 at cf. Dem. p. 585, 12 | εἶναι Ρ sed ν in ras m2 μὴ δὲ ΑIBV | τί ΒV 9 τούς Ρ sed ΄ e ` corr m4, BV Bong 10 δὲ | ὥστ’ Re)

228
δίκαιόν γε ἦν αὐτούς, εἴ γε λέγειν βουλομένους ἐπεῖχον, τοῦτό γε ἀπειθεῖν μοι καὶ κεχρῆσθαι πᾶσιν οἷς περὶ τοιοῦτον ἄξιον. ἀλλ’ οὗτοι μὲν αὑτοῖς ἀκο- λουθοῦσιν, ὦ νέοι, τοιοῦτοι δεικνύμενοι, ὑμᾶς δ’ ἄν τις εἰκότως ἐπαινέσειε καὶ τῆς ὀργῆς ἣν ἐπὶ τοῖς πε- πραγμένοις ἐσχήκατε, καὶ τοῦ χαλεπαίνειν, ὅτι μὴ τὸν δεδρακότα ἴστε. δοκεῖτε γάρ μοι μηδ’ ἂν δικαστήριον ἀναμεῖναι καὶ κρίσιν, ἀλλ’ ἀντὶ γραφῆς ταῖς χερσὶν ἅπαντες χρήσασθαι.

οὐκ ἔχων δὲ ἀποσείσασθαι τὰ δεσμὰ καὶ κατὰ τοῦτο στένων καὶ τὸ τεθνάναι πρὸ τοῦ ζῆν ποιούμενος δέδοικα ἐκεῖνο μὴ τῶν ὕστερόν τινες ἐσομένων ἀνθρώπων, τῶν μὲν γὰρ νῦν οὐδένα τἀμὰ ἀγνοεῖν ὑπολαμβάνω, γόητας καὶ φάρμακα καὶ χαμαιλέοντας ἀκούοντες τιμωρουμένων ἀνθ’ ὤν ἔπαθον ὑπ’ ἐμοῦ νομίσωσι ταῦτα ἀνθρώπων εἶναι νόντων μὲν νόμους, εἰκὸς δέ τι παθόντων ὑπὲρ αὑτῶν ἀγανακτούντων. δεῖ δή με διαλεχθῆναι περὶ ἐμαυτοῦ καὶ ὅστις ἐγὼ πρὸς ἕκαστον τῶν ἐθνῶν τῶν ἐν [*](R II 309) τῇ πόλει. οὕτω γὰρ ἂν φανείην οὐ δίκην δεδω- κώς, ἀλλ’ ἠδικημένος.

4. Ἐν τίσι δή με προσήκει ζητῆσαι τὸν τοῦτο ἐρ- γασάμενον; ἐν τοῖς πολλοῖς καὶ τῷ δήμῳ καὶ οἷς ἦν ἐν ταῖς χερσὶν ὁ βίος; ἀλλ’ οὕτω γε προσενήνεγμαι τούτοις, ὥστε τοῖς μὲν ἀμείνων πατρός, τοῖς δὲ παί- [*](14 cf. 13. 1 190, 18 sq.) [*](1 εἰ καὶ Cobet Coll. 132 εἰ ἐγὼ scribendum videtur | βουλομένων Bong 2 ἀπεῖχον Ι Bong qui postea (Animadvers. p. 254) βουλομένους ἐπεῖχον e ΡΒ coni | οὐ τοῦτό γε coni Re) [*](3 αὐτοῖς V αὐτοὺς I Bong 7 μὴ δ’ APIBV 10 κατα- τοῦτο Ι 11 γε ἐκεῖνο Β 12 μὲν om V 17 δή scripsi auctore Re δέ libri edd 21 δεῖ C 24 τοῖς (1) et 229, 1 Ρ sed ~ add m3 | τοις (2) Ι)

229
δῶν, τοῖς δὲ ἀδελφῶν γεγένημαι ἡμερότητί τε τῇ καθ’ ἑκάστην ἡμέραν καὶ βοηθείαις πολλαῖς αἳ μεγάλους αὐτοῖς κινδύνους λελύκασιν. ὅσον τε ἦν ἐν ταῖς βα- ρείαις ταύταις εἰσπράξεσι βοῇ τε καὶ ἀγανακτήσει γενέσθαι, παρ’ ἐμοῦ γεγένηται πληγαί τε ἰσχυροτέρων εἰς ἀσθενεστέρους κεκώλυνται μισθωσαμένων τε ἀγνω.- μοσύναι κατὰ τῶν αὑτοὺς μεμισθωκότων, ὥστ’ εἴ τὼ τούτων τι τοιοῦτον τετόλμηται κατὰ τῆς ἐμῆς κεφαλῆς, ἠδίκημαι.

ἠδίκημαι δὲ καὶ εἰ τῶν τις ἐν τῷ βου- λεύειν ὄντων ἐπὶ τοῦτο ἧκε. τίς γὰρ τῶν ἁπάντων οὐκ οἶδεν, οἷά μοι παρὰ πάντα τὸν χρόνον ὑπὲρ τῆσδε τῆς βουλῆς τὰ μὲν εἴρηται, τὰ δὲ πέπρακται πρὸς τοὺς τὸ ἔθνος ἄγοντας, πρὸς τοὺς πλείοσιν ἔθνεσιν ἐφεστηκότας, πρὸς ὑπάρχων δυνάμεις, πρὸς αὐτοὺς τοὺς ἁπάντων κυρίους; τὸν συνεχῆ δὲ τοῦτον πόλεμον τίς ἀγνοεῖ πρὸς τοὺς ἐν ἀρχαῖς γεγενημένους ὑπὲρ τῆς βουλῆς πολεμούμενον; οἱ τά τε ἀγαθὰ τὰ αὐτῆς σφῶν αὐτῶν ἡγοῦνται κακά, τὰ κακὰ δὲ ἀγαθὰ καὶ γενόμενοι στρατόπεδον βάλλουσιν, ἅπτονται, κακῶς νῦν μὲν λέγουσι, | νῦν δὲ ποιοῦσι. καίτοι τὰ [*](R II 310) πολλὰ τῶν ταύτης ἔχοντες, τὸ δὲ ὅπως, νῦν οὐ καιρὸς λέγειν, ὅτι μὴ πάντα, ἀγανακτοῦσιν.

οὗτοι τί τῶν πάντων οὐκ ἐκίνησαν τῶν μὲν ἀποστῆσαί με βουλό- [*](6 Xen. Anab. II 5, 6) [*](1 τε om V 2 ἡμέρα C 7 κατὰ] καὶ τὰ I Bong | αὑ- τοὺς scripsi αὐτοὺς V αὐτοῖς reliqui libri edd 8 τούτων τι scripsi auctore Sinteni τι τούτων libri edd | τί Β | τοιοῦτο V 12 τὰ (bis) Ρ sed ` add m3 22 δὴ C μὴ Α sed δ δὴ μηδὲ Bon δὴ in marg, μὴ Ρ μὴ g 23 των Ρ sed ~ add m3, I)

230
μένοι, ποιῆσαι δὲ τῆς ἑαυτῶν μερίδος ἔξαρχον καὶ ἡγεμόνα καὶ πάντα τὰ τοιαῦτα ἔσεσθαι λέγοντες. καὶ ὃ δὴ πολλάκις εἰρήκασιν, οὐ σιωπήσομαι. προσετίθε- σαν γάρ, ὅτι δὴ καὶ προσκυνήσουσιν. οὐ μὴν ἐμέ γε ταῦτα λιπεῖν τὴν τάξιν ἀνέπεισεν, ἀλλ’ αἰδούμενος τοὺς ἐμαυτοῦ προγόνους μένειν δεῖν ἐπὶ τῶν αὐτῶν ᾠήθην τηρῶν μὲν τοῖς ἄρξασι τὰ παρὰ τοῦ νόμου καὶ τῶν δικαίων τιμῶν οὐκ ἀποστερῶν, εἶναι δὲ δίκαιος περὶ τὴν βουλὴν ἀξιῶν, ὥστε τί μοι τοιοῦτον ἐγκα- λεῖν οὐδ’ οὗτοι δύναιντ’ ἄν.

οἶμαι δὲ οὐδ’ ἂν τῶν συνδίκων οὐδένα μοι μέμψασθαί τι τοιοῦτον, δι’ ὅ δικαίως ἂν ἐπὶ ταύτην ἦλθε τὴν δίκην. πρός τε γὰρ τοὺς ἄρχοντας ἀεὶ τὰ βελτίω περὶ αὐτῶν εἰρηκὼς φα- νήσομαι καὶ ὅστις λέγοι κακῶς, ἐμαχεσάμην. γλώττῃ δὲ οὐδενὸς] οὐδενὶ πώποτε ἐνεκάλεσα μὴ τηρεῖν τὸν νόμον τοῖς τε συνδίκων δεομένοις οὐδεπώποτε παρ- ῄνεσα τοὺς μὲν φυγεῖν, τοὺς δὲ αὑτῶν προβαλέσθαι, τοὺς μὲν οὐδὲν εἶναι λέγων, τοὺς δὲ πάντα δύνασθαι. [*](R II 311) | ἐν δὲ ταῖς προσρήσεσιν εἴ μέ τις φθάσειεν, 20 ἀδικεῖν ἡγούμην ἔν τε ταῖς ἀσθενείαις τὰ μὲν αὐτὸς ὡς αὐτοὺς ᾔειν, τὰ δ’ ἔπεμπον τοὺς εἰσομένους, οὗ τύχης αὐτοῖς εἴη τὰ σώματα.

8. εἶεν. ἀλλ’ ὑμῶν τινι τοῦτο ἠσεβήθη τῶν νέων; εἰσὶ μέν τινες, οἷς ἀσελγῶς οὐκ ὀλίγα πέπρακται πρὸς [*](6 cf. t. I 81,9 sq.) [*](2 καὶ (2) om V 3 δὲ V | εἰρήκασι Ι 4 δὴ οm B τι om Re | δι’ Ρ sed ’ (??) in ras m3 διὸ CAIV 12 καὶ καίως V 14 λέγει CV Bong 15 δὲ scripsi τε libri Bong δ’ Re | οὐδενὸς cancellavi ut lectionem variam ad sequens οὐδενὶ | οὐδενὶ] „leg. procul dubio οὐδὲν“ Re 16 οὐδὲ πώ- ποτε AV 17 et 18 τοὺς P sed ` add m3 17 αὑτῶν Re αὐτῶν reliqui libri Bong | προβάλλεσθαι V 20 τὰ Ρ sed ` add m3, I 21 εἴην ΒVa | τά PBV | δὲ Re)

231
ἐμὲ τὰ δεύτερα τῇ φύσει πρότερα ποιεῖν ἀξιοῦσιν. οὐ μὴν ἐζήτησά γε τούτου δίκην οὐδ’ ἔλαβον λαβὼν ἂν ῥᾳδίως, εἴπερ ἐβουλόμην, ἀλλ’ ἀφεὶς αὐτοὺς μαίνεσθαι τῆς μανίας ἠνειχόμην οὔτε αἰτιώμενος οὐκ εἰσιόντας οὔθ’ ὁπότε δόξειεν εἰσελθεῖν ἀπωθῶν, ὃ εἴτε εὐήθειαν εἴτε ἀναισθησίαν εἴτε φιλανθρωπίαν βούλεταί τις κα- λεῖν, οὐ διοίσομαι. οὐ τοίνυν οὔτε νοσοῦντας περιεῖ- δον οὔτε εἰς ταραχὴν ἐμπεσόντας ὑπὸ τῶν ἡδέως τοῖς τηλικούτοις ἐπηρεαζόντων, οἷς ἡ τοῦ στρατιώτου ηγορία μέγα πρὸς ὕβριν ἐφόδιον. ἐν τοίνυν τούτοις ἐφρόντισα, προὐθυμήθην, ἤμυνα, ἐπήρκεσα, χειρὸς βαρείας ἐξειλόμην.

τά γε μὴν περὶ μισθοῦ τίς τῶν ἁπάντων οὐκ ἐθαύμασε πλὴν τῶν διδασκάλων οἷς οὑμὸς νόμος ἐγένετο ζημία ταὐτὰ καὶ παρ’ ἐκείνοις τῶν νέων ἀξιούντων ἔχειν; τὰ δέ ἐστι τί; βουληθείς τις ἔδωκεν, οὐκ ἐθελήσας οὐκ ἔδωκε. καὶ πολλοστὸν δὴ μέρος οἱ βουλόμενοι, τὸ δ’ οὐκ ἐθέλον πολύ. ποιεῖ δὲ τὴν ἀτέλειαν τῷ πένητι μὲν ἡ πενία, τῷ πλου- τοῦντι δὲ ὁ πλοῦτος. ὅτῳ γὰρ ἔνι πολλά, φοιτῶν ἡγεῖται χαρίζεσθαι. | οὐδ’ ἂν εἷς ἐφίκοιτο τῆς ἐμῆς [*](R II 312) εἰς ὑμᾶς κηδεμονίας καὶ δικαιοσύνης. ὥστ’ εἰ τοῦτο τὸ νῦν παρ’ ὑμῶν τισιν εὑρίσκεται, σαφέστατα θρώπων ἠδίκημαι χρηστοῖς οὐ χρηστὰ κεκομισμένος.

10. Ἔτι τοίνυν προσήκει με φανῆναι καὶ περὶ τοὺς [*](7 Dem. c. Phil. III p 112, 29) [*](16 πολλοστὸν] ἤτοι ὀλίγον V2 cf. t. I 450,19; II 176,13; 358, 12) [*](1 ἀξιοῦσι I Bong 3 αὐτοὺς ἀφεὶς V 7 οὔτε Re οὐδὲν C οὐδὲ reliqui libri Bong 11 ἀπήρκεσα Ι Bong 14 ἐγίνετο Va | παρεκείνοις Ι 21 ἡμᾶς V 23 χρηστὸς Bong | κεκοσμημένος I Bong)

232
διδασκάλους βέλτιστον γεγενημένον. οὐκοῦν ὁ μὲν Ἀσκαλωνίτης ἐκεῖνος ἥρπαζεν ἀεί τινα τούτων καὶ τοὺς μὲν εἰς φόβον καθίστη πληγῶν, τοὺς δὲ καὶ ἔπαιε. καὶ φανέντος εὐθὺς ἅπαντας ἔδει τῶν θρόνων ἀναπηδήσαντας δρόμῳ τε συρρεῖν ὡς αὐτὸν καὶ παρα- πέμπειν, καὶ τὴν ἐπὶ τοὺς θρόνους αὖθις ὁδὸν ἀπὸ τῶν ἐκείνου νευμάτων ἐλάμβανον, ἀντιβλέπειν δὲ οὐκ ἐξῆν, ἀλλὰ κύπτειν τε ἔδει καὶ τὴν ὑπεροχὴν εἰδέναι. ὥστ’ οὐδεὶς ἂν τηνικαῦτα ἑτέρῳ παρεκάθητο, ἀλλ᾿ ἔδει πάντα τοῦτον εἶναι τὸν χρόνον ἐκείνου τε καὶ τῶν παρ’ ἐκείνου. καὶ παραλείπω καινόν τινα φόρον νέων καὶ ὡς ὁ παῖς ᾦ πρὸς τοὺς ὁμιλητὰς ἐχρῆτο, τοῦτον εἰσέπραττε τὸν φόρον καὶ ὡς ἐν ταῖς ἐκδείαις ταύταις [*](R II 313) ἔτρεμον οἱ διδάσκαλοι.

ὁ τοίνυν ἐκείνου | τε- θνεῶτος ἐκδεξάμενος τὴν ἡγεμονίαν ἦν μὲν ἐκ λαιστίνης καὶ αὐτός, παρὸν δὲ τῶν αὐτῶν ἀπολαύειν οὐκ ἴσχε τῆς φύσεως, οἶμαι, τῶν ἴσων οὐκ ἐφικνου- μἐνης. ὁ δὲ καὶ μέχρι τῶν ὀνομάτων ἠγνόει τοὺς πλείονας καὶ τῶν ἄλλων ἀπαρτήσας αὑτὸν ἐν γωνίαις [*](2 Aedesius? cf. t. I 289, 15 sq. et 84, 1 sq. 14 Zenobius Elusanus (ep. 100)? cf. t. I 130,15. 132,9. 289,16) [*](13 ἔκδεια μέν ἐστιν ἑκούσιος στέρησις χρημάτων ὀφειλο- μένων ὧν μέρος δηλονότι κατέβαλλεν, ἔνδεια δὲ τὸ μηδὲν ὅλως καταβαλεῖν διὰ τὸ μὴ ἔχειν P4 cf. Suid. s. ν. ἔκδεια. Thuc. | 99 c. schol. Dem. p. a 890,14. Harpocr. s. ν. ἔκδεια) [*](3 τοὺς (bis) Ρ sed add m3, I 7 δὲ scripsi τὲ IBV τε reliqui libri edd 10 τῶν] τὸν C τῆς Β 11 ἐκείνου Re ἐκεῖνον libri Bong 13 ἐν om I Bong | ἐκδείαις Ρ sed κ e ν corr m4 ἐνδείαις B Va V 16 τὸν αὁτὸν C 17 „post ἐφικνουμένης videtur aliquid de Ascalonita desiderari contra- rium ei quod statim subjicit de eius successore“ a Re 19 τὸν C)

233
ἄλλοτε ἄλλαις συνῆν.

ἐγὼ δὲ οὐδέτερον, ἀλλ’ ἔφυγον μὲν τὸ ζητεῖν, ὥσπερ ὁ πρότερος, κρατεῖν, ἦν δὲ οὐδὲν ἐοικὼς τῷ δευτέρῳ κατὰ τὴν φύσιν, ἀλλ’ ἀναμίγνυμαι μὲν ἅπασιν ἐν οὐδενὶ πλεονεκτεῖν οὐδενὸς ἀξιῶν, ἀλλ’ ἀπ᾿ ἴσου τοῦ σχήματος συνδιατρίβων. γελᾶν δὲ ἔξεστι καὶ σκώπτειν καὶ παίζειν. καὶ τἀμὰ νῦν μὲν ἡγεῖται τῶν παρ' ἐκείνων, νῦν δ’ ἕπεται. νέους δὲ παρ᾿ αὑτοῖς ἀκούων γύναια τρέφειν οὐκ ἐποίησα τὸ τῶν ἠδικημένων, ἀλλ’ ἴσον ἀπέσχον τοῦ τε ἀγανακτῆσαι καὶ τοῦ προσαιτῆσαι. τὴν | δὲ τῶν πατρῴων πρᾶ- [*](R II 314) σιν οὐ θεραπεύσας ἑτέρᾳ κτήσει, πλουσίους δὲ ἐκ πενήτων τινὰς ἐκείνων ὁρῶν τοῖς μὲν συνήσθην τῆς τύχης, ἐμαυτῷ δὲ οὐ συνηχθέσθην.

ἀλλ’ οὐδὲ θρα- συνομένων τινῶν καὶ τῇ τῶν ἀρχόντων φιλίᾳ πρὸς ὑπεροψίαν χρωμένων θυμοῦ τε ἐνεπλήσθην καὶ τιμω- ρίαν ἐζήτησα, ἀλλ’ ὡς μὲν οὐ δίκαια ταῦτα, ἠπιστάμην, φέρειν δὲ ὅμως ἠξίουν. ἄλλων δὲ ἄλλοις προστι- θεμένων παρ’ ἡμέραν νόμον κείμενον παραβαινόντων ᾔδειν μὲν τὴν ἀπὸ τοῦ πλήθους λύπην, ὡς δ’ ἂν ἄλυ- πος εἴην, ἡσύχαζον πρός τε καινότητα ἑτέραν ὥσπερ τις σιδηροῦς ἐκαρτέρησα. καὶ πλείοσι μὲν ἔχω λόγοις κἀνταῦθα δεικνύειν ἐμαυτόν, ἀρκεῖν δὲ ἡγοῦμαι καὶ ταῦτα. οὕτω καὶ εἴ τις τούτων οἶδεν, ὅπως δεῦρο [*](10 cf. t. I 81,7; 143,4. t. II 390,5 R 21 cf. Od. μ 280) κατὰ – 4 ἀξιῶν om V 6 τὰ ᾿μὰ A 7 δὲ Re [*](3 αὑτοῖς scripsi auctore Cobeto Coll. 132 αὐτοῖς libri sed ι in ras Ρ2, ex ὺ corr I2, edd | γύναια scripsi auctore Cobeto I. I. γένεια libri edd 9 ἶσον Ρ sed ~ in ' corr m3, Β 10 πα- τρώων Β 11 πρᾶσιν Ρ sed ' in ~ corr m3, Β | ἐτέρᾳ reposui e libris (ὑτέρα I) ὑστέρᾳ edd | τὲ Β 12 τοῖς Ρ sed ~ add m3) [*](14 τῇ om Bong 17 δ’ (1) Re 18 παρημέραν V 19 ἂν εἰ? 21 ἐκαρτέρησα Ρ sed αρ et ε in ras m4)

234
εἰσῆλθεν ἐκεῖνα τὰ φάρμακα, τήν γε τοῦ δίκην βάνοντος οὐκ ἂν ἔχοι τάξιν.

14. Ἐγὼ μὲν δὴ τοιοῦτος εἰς ἅπαντας, ᾤμην δὲ τούτων πεφηνότων κινήσεσθαι τὴν πόλιν κατὰ τὰ Ὁμήρου κύματα παρακαλούντων ἀλλήλους ἐπὶ ζήτησιν τοῦ πράγματος. καὶ γὰρ εἰ μὴ ῥᾴδιον εὑρεῖν, ἀλλὰ τό γε τῶν βουλομένων ἔδει γενέσθαι. νῦν δὲ τοσοῦ- τον ἀπέσχον τῆς τοιαύτης ὀργῆς καὶ τοῦ τὰ προσή- [*](R II 315) κοντα ἀποδοῦναι τοσούτῳ κακῷ, ὥστε μικρὸν | τῶν καθευδόντων διήνεγκαν. οὐκοῦν οὐδὲ εἷς ἐξ ἁπάντων οὔτ’ ἐβόησεν οὔτε τὸν μηρὸν ἔπληξεν οὔτε τὴν χεῖρα ἦρεν εἰς οὐρανόν. καίτοι καλῶς γ’ ἂν εἶχεν αὐτοῖς καὶ ἁμαρτεῖν ἐνταῦθά τι καὶ τὰς χεῖρας ἐπὶ τοὺς πα- ραπίπτοντας ἀφεῖναι, κἂν εἰ πλεῖστον ἀπεῖχον τῆς αἰτίας.

νῦν δ’ ἡνιόχου μὲν καὶ ἵππου δοξάντων τοῦτον ἐμπεποδίσθαι τὸν τρόπον πάντα κινεῖται κα- θάπερ ἀπολωλυίας τῆς πόλεως, νωθείᾳ δὲ αὐτὸς τῇ περὶ ταῦτα τετίμημαι. καὶ ταχέως ὁ λόγος ὁ περὶ ὧν ἔπαθον πέπαυται τῶν μὲν οὐδὲν δεινὸν ἡγουμένων, εἴ τίς με κατήνεγκε, τῶν δὲ καὶ λίαν τοῦτ’ ἀγαθὸν μὴ εἶναί μοι τὴν ψυχὴν οἶαπερ ἦν, μηδὲ ἐρᾶν λόγων [*](3 cf. t. I 190,23 sq. 5 II. δ 422 sq. 11 II. μ 162. ο 397. Od. v 198 II.o 113. π 125. Xen. Cyr. VII 3,6 13 cf. t. ΙΙ 444,10) [*](8 ἀπέσχον] ἤτοι πόρρω ἐγένοντο, ἀπεσχόμην δὲ τοῦ δεῖνος τὼ χεῖρε V2) [*](4 τοῦτον Β 10 οἰκοῦν Ρ sed ex οὐκοῦν corr m3, B Va Re | οὐδὲ εἷς scripsi auctore Re οὐδεεῖς V οὔτε εἷς reliqui libri edd 13 τι inser P3 14 ἀφεῖναι Ρ sed φ in ras m4 num ἐφεῖναι? cf. ad t. I 295,12 | χάν Β 15 δὲ Re 16 ἐμ- πεπεδίσθαι Va 17 δ’ Re | „malim αὐτοῖς“ Re 18 τετίμη- ται Bong 19 et 20 των Ρ sed ~ add m3 21 et 235,1 μὴ δὲ APIBV)

235
μηδὲ ἐπιδείξεων μηδ’ ὧνπερ τὸν ἔμπροσθεν χρόνον, ἀλλὰ θανάτου καὶ ἐκφορᾶς καὶ τάφου καὶ νειν μέν, μέν, εἴ τις βαλανείου μνησθείη, δυσχεραίνειν δέ, εἴ τις ἐπὶ σιτία καλοίη. τοιοῦτοί μοι παρὰ τῶν νῦν τὴν πόλιν οἰκούντων οἱ μισθοί.

[*](2 cf. t. I 189,21 3 sq. cf. t. I 189,23 sq.)[*](1 μὴ δ’ APIBV μηδὲ Re | ὧν περὶ Ι 2 τάφων Β 4 τοιοῦτοί Ρ sed ι (2) in ras m4 | μοι om Ι 5 τέλος τοῦ περὶ τῶν φαρμάκων subscr A, περὶ τῶν φαρμάκων Ρ)