Oratio 34
Libanius
Libanius, Oratio 34, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
Οὐ τοὺς ὑβρικότας με μᾶλλον ἄξιον νομί- [*](R II 266) σᾶι κακοὺς ἢ τοὺς ῥᾳδίως ὑμᾶς τὴν ὕβριν ταύτην, ὦ παῖδες, ἐνηνοχότας. οἱ μὲν γὰρ τὴν τοῦ δεδρακέναι, τὴν δὲ τοῦ μὴ τοῖς πραχθεῖσιν ἀλγῆσαι μέμψιν ὑμεῖς ἔχοιτ’ ἄν. καὶ γίγνεσθε τῶν ἐπαινούντων αὐτοὺς ἐν τῷ μὴ λαβεῖν τιμωρίαν. εἶτε γὰρ οὐκ εἰδέναι ταῦτα φήσετε, τοῦτ’ αὐτὸ δεινόν, εἰ τὰ τοιαῦτα οὐκ ἴστε, εἴτ εἰδόσιν οὐ δεινὰ δοκεῖ, πῶς ἂν διαφύγοιτε τὸ δοκεῖν εἶναι φαῦλοι;
εἰ μὲν οὖν κατερρᾳθυμηκότος ἐμοῦ τοιαῦτα ὁ θρασὺς οὑτοσὶ παιδαγωγὸς εἰρηκὼς ἐτύγχα- [*](C = codex Chisianus) [*](Α = Monacensis gr. 483 (Augustanus)) [*](Ρ = Palatinus gr. 282) [*](Ι = Marcianus append. XCI 2) [*](Pa = Patmius) [*](Mo = Monacensis gr. 101) [*](V = Vindobonensis phil. gr. XCIII) [*](1 λδ ante πρὸς A | πρὸς τοὺς μαθητὰς ἕνεκα τῶν ὑβρισάν- των λόγος ἴε Μacar fol. 90 2 λδ post βλασφημίας· C, λόγος εἰκοστὸς πέμπτος V rubr, λόγος λβ΄ Pa, λόγος ιζ΄ in marg I3) [*](4 ῥᾳδίους Mor sed ῥᾳδίως coni 7 γίνεσθε CV 9 ἵστα Μο ἵσα Mor 10 διαφύγητε CIMo Mor)
3. Ἐποιήσατό τις τῶν νέων ἐπίδειξιν ἀγῶνα ἐπὶ προάγωνι γεγονὼς μὲν ἔτη πεντεκαίδεκα, πλεῖστα δὲ νέων ἐν ὀρφανίᾳ πεπονηκώς, ἡδονῶν δὲ οὐ καλῶν, εἴπερ τις, κεκρατηκώς, ἔχων δέ, εἰ βούλοιτο, προγόνων ἀρετὰς λέγειν ἔν τε τάξει στρατιώτου φανείσας ἔν τε ἡγεμονίαις. μέγιστος δὲ τῷ νέῳ κόσμος ἡ σωφροσύνη καὶ τὰς τῶν πονηρῶν γλώττας διαφυγοῦσα. τούτῳ δ’ ἄν τις ἕτερος προσέθηκε τὴν περὶ τὰς ἀμοιβὰς προθυμίαν καὶ δικαιοσύνην καὶ ὡς πᾶν ὃ τελέσειε μικρὸν αὐτῷ κέκριται. [*](21 τελέσειε] ἤτοι κατέβαλε μισθὸν τῷ διδασκάλῳ τοῦτο παρὰ Πλάτωνι συχνόν V2) [*](1 τῷ scripsi e V coll. t. II 422, 4 τῶι Α τὸ Ι τὸ reliqui libri edd 3 „malim ἀντικατηγορεῖν“ Re 5 σεσυκοφαντη- μένω Μο 7 πονεῖν V sed ν (1) ex ι corr m2 | δὲ om Mor 10 τὰ Ι sed ἃ suprascr m3 | συνέβη γενέσθαι CPaMo Mor) [*](11 ἔχοιμι Mor 13 προάγωνι Α sed ~ supra ω eras 14 πε- ποιηκώς Μο Μοr 15 κεκρατηκὼς Ι sed κεκρα in ras m3 17 μέγιστος — 18 διαφυγοῦσα citat Macar fol. 90 17 δὲ om Macar 18 γλώσσας Macar 20 ὃ om Mor | κεκράτηται Μο sed κέκριται in marg)
τά τε οὖν ἄλλα τιμᾶν αὐτὸν παρῄνει τῷ μηδὲν προστεθῆναι τοῖς δεδειγμένοις λόγοις καὶ νόμος ἦν ἀρχαῖος τοῦτο οὕτως ἔχειν | ἐθέλων, ᾧ τῶν πάν- [*](R II 268) τῶν οὐδείς, οὐ νέων, οὐ παιδαγωγῶν ἐτόλμησε μέμ- ψασθαι. ἐκεῖνος μὲν οὖν εὐδοκιμῶν ἀπῆλθεν· ἔδει δὴ γενέσθαι τὰ παρ’ ἡμῶν. τοῦτο δὲ ἦν τὸ μηδὲν ἕτερον τοῖς ὑπὸ τοῦ νέου ῥηθεῖσιν ἐπεισενεγκεῖν. ἐκαθήμην οὖν ἀνδράσι διαλεγόμενος φίλοις καί πως ἐξηνέχθημεν κατὰ μικρὸν εἰς τὸν ὑπ’ ἐμοῦ κρατηθέντα ποτὲ τοῦ Φιλαγρίου θυμόν, ἡνίκα τοὺς σιτοποιοὺς ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ᾐκίζετο.
τῶν τοίνυν τηδείων μοι κεχωρηκότων ἐπὶ λουτρὸν παιδαγωγόν τινα κακόν, νέου τοιούτου παιδαγωγόν, δραμὼν ὁ παῖς ἔφασκε περὶ τὴν θύραν κεῖσθαι <καὶ> βοᾶν τρισὶ μησὶ τοῦ παιδὸς ἐζημιωμένου. ταυτὶ δὲ ἔλεγε κινῆσαι τὸν νόμον βουλόμενος καὶ τὸν ἐπιδεδειγμένον ἀποστερηθῆναι πάλαι νενικηκότος δικαίου, φθονῶν, ἐμοὶ δοκεῖν, τῷ τὸν λόγον εἰρηκότι τῆς δόξης. καίτοι πολὺ βέλτιον ἦν τὰ ’κείνου μιμούμενον τῶν αὐτῶν ἐκείνῳ τυχεῖν ἢ τοῦτο μὴ δυνάμενον τῷ κτησαμένῳ ζητεῖν ἐπηρεάζειν.
6. Ἀλλὰ γὰρ ὡς ἐσυκοφάντει, δεῖ με ποιῆσαι φα- νερόν. τρεῖς φησι μῆνας ἀνηλῶσθαι μάτην. | πῶς, [*](R II 269) [*](1 cf. p. 204, 5 sq. 10 cf. p. 66, 6 sq. t. Ι 175, 12 sq.) [*](1 αὑτὸν APIMo 2 δεδεγμένοις CPaMo Mor 5 ἀπ- ῆλθεν Ι sed ν add m3 6 τὸ inserui e V om reliqui libri edd 7 ἕτερον ἢ Mor 9 καταμικρὸν PIV | ἐμοῦ Ι sed ἐμοῦ ex ε ut videtur corr m3 10 τοῦ om Ι 14 ἔφασκεν Ι | ἐπὶ Ι sed περὶ suprascr m3 | καὶ inserui cum Sinteni | ὡς] ἐν Pa 15 μησὶ om Mor | ταῦτα Mor | δ’ Re 19 τὰ ’ κείνου scripsi ex AV τἀκείνου reliqui libri edd 20 ταὐτὸ Pa)
καὶ μὴν οὐδ’ αὐτόν γε τὸν τῆς φυγῆς χρόνον δι’ ἐμὲ καὶ τὴν ἐμὴν ἀπολώλεκας ῥᾳθυμίαν, ἀλλ’ ἔστιν αὕτη ἡ ζημία τῆς ὑμετέρας κακίας. ἢ δεῖξον παρελθών, ὅτι ταράξαι δυναμένους ἐγὼ διῆλθον λό- γους φάλαγγας ἐπισείοντας καὶ χρημάτων ἁρπαγὴν καὶ φόνον καὶ σίδηρον καὶ ὅτι νοῦν ἐχόντων ἐστὶν ἀνθρώπων σφᾶς αὐτοὺς διασώζειν φυγῇ. εἰ δὲ ἐμὸς μὲν οὐδὲ εἷς τοιοῦτος λόγος, ὑμεῖς δὲ ὑμῖν αὐτοῖς ταῦτα συμβεβουλεύκατε, πῶς οὐχ ὑμῖν αὐτοῖς ἐγκα- λοῖτ’ ἂν δικαίως; ἢ κἂν εἰ κακούργων ἐπιθεμένων ὑμῖν ἢ ἔτι πορευομένοις ἢ καὶ τὸν ἀγρὸν ἤδη κατει- ληφόσιν, οἶα πολλὰ πέπρακται τῶν ἄνευ λογισμοῦ [*](1 Il. α 225 cf. t. 1 278, 7 3 cf. p. 147 not. 1 et 188 not. 1) [*](21 ἢ — 22 ὑμῖν] εἶτα προιὼν μετέλαβε τὸν λόγον ἐπ’ ἄλλο σχῆμα λέγων· εἰ οὖν ὑπὸ τῶν πολλοὺς ἀπεκτονότων ἔκει- σθον πληγέντε. καὶ πολλὰ τούτου τὰ τοιαῦτα θαυμαστὰ πάντα V2) [*](1 Μο Mor qui ὦ coni 6 ἔργῳ Mor 10 δὲ Re 17 καὶ φόνον om Mor)
ὥσπερ οὖν ἐκεῖνος εἰ τοῦτ’ ἐποίει, μαίνεσθαι τοῖς σωφρονοῦσιν ἔδοξεν ἄν, οὕτως ὑμεῖς πρὸς ἐμὲ περὶ μηνῶν λέγοντες. καὶ γὰρ οὐδ’ ἐκεῖνό | γ’ ἂν εἴποι τις, ὡς ἀπελθεῖν [*](R II 270) μὲν οὐ παρῄνεσα, ἀπελθόντας δὲ ἐπῄνεσα. ἀλλὰ ποίᾳ μὲν οὐκ ἐχρησάμην ὀργῇ; ποίας δὲ οὐκ ἀφῆκα φωνάς; τίνας δὲ οὐκ ἐφθεγξάμην λόγους θανατώντων εἶναι λέγων καὶ παραπαιόντων τὴν μετανάστασιν καὶ τὰ μὲν οὐ δεινὰ δεδοικότων, τὰ δὲ δεινὰ θαρρούντων; ἃ καὶ τούτους, ὥσπερ ἑτέρους πολλούς, εἰκὸς ἦν ἀκη- κοέναι, ἀλλ’ ὅμως αὑτοὺς ἡγοῦντο βεβουλεῦσθαι βέλ- τίον.
καὶ τοῦ γε μήποτ’ ἂν εἰπεῖν με χρῆναι [*](3 Il. ο 117) [*](4 εἰσπραττόμενον] ἤτοι ἀπαιτούμενον· τὸ γὰρ εἰσπραττό- μενον ἀντὶ τοῦ ἀπαιτοῦντα ἅπαξ ἐδείχθη ἀδόκιμον· ἀντὶ δὲ τούτου πραττόμενον ἢ ἀπαιτοῦντα V2 cf. schol. ad p. 13,11. II 78,2; 526,10) [*](1 αὐτῶν V | λῃστῶν ΙΜο 3 ἔκεισθον pro ἐκείσθην Liba- nium barbare scripsisse perperam dixit Cobetus Mnem. III 248 (Coll. 130) 4 signum interrogationis post εἶναι et εἴσπραξιν posuit Re 9 et 10 δ’ Re 10 φωνάς Pa Re τιμάς reliqui libri Mor qui ποίους — τόνους coni cf. t. II p. 319,10 R 11 δ’ Re 12 μετάστασιν Re quod correxit Cobetus Mnem. Ν. S. III 142 13 οὐ δεινὰ δεδοικότων scripsi ut coni Re Anim οὐ δεινὰ δεδιότων V δεδοικότων οὐ δεινὰ Pa δεδοικότων δεινὰ reliqui libri sed ordinem litteris β et α suprascriptis invertit I3, Mor δεδοικότων οὐ δεινὰ Re ἀδεᾶ δεδοικότων Cobet Coll. 130 | δὲ οὐ δεινὰ CAPIMo Mor οὐ del Re 14 πολλοὺς inser I3 16 μήτ’ ἂν A sed γρ μήποτ’ ἂν in marg μὴ πο τἂν Ι sed πο in ras m3)
10. Τοῦ μὴ συνεῖναι τοίνυν αὑτοῖς αἴτιοι κατα- στάντες τὸν ὅτι τῶν παρ’ ἡμῶν αὑτοὺς ἀπεστέρησαν ἀχθόμενον τολμῶσιν αἰτιᾶσθαι τῶν αὑτοῖς δεδογμένων, ὥσπερ ἂν εἴ τις ἑκὼν ἐλθὼν εἰς χωρίον ἄνυδρον εἶτ ἐπὶ κρήνην ἐλθὼν ἦς αὑτὸν ἡμέρας τινὰς ἐξέβαλεν, ἐγκαλοῖ τοῖς κρουνοῖς λέγων ὅσας οὐκ ἔπιεν ἡμέρας. οἱ δ’ ἂν εἴποιεν πρὸς αὐτόν· ἀλλὰ δι’ ἡμῶν γε τὸ ὕδωρ ἐφέρετο καὶ βουλόμενον πιεῖν οὐκ ἂν ἀπηλαύνομεν.
πρὸς Δῖός, εἰ δ’ ἀφείς τις τὴν τῆς ἀκτῖνος μετέχουσαν γῆν ἥκων εἰς τὸ Κιμμερίων | [*](R II 271) σκότος μῆνάς τινας ἐκεῖ διατρίψας ἐλθὼν ἐπὶ τὰ πρόσθεν ὧν ἑκὼν ἠτύχησεν, ᾐτιᾶτο τὸν δεῖνα πόρρω τῆς αἰτίας ἄνθρωπον, οὐκ ἂν ἦν συκοφάντης; σὺ σαυτῷ τοῦ φωτὸς ἐφθόνησας· σαυτῷ τοίνυν λάγχανε τὴν δίκην.
[*](16 cf. t. II 149, 20)[*](20 ἤτοι σαυτῷ ἐγκάλει V2)[*](3 ἀπιόντες Ρ sed ντ in ras m4 5 ἐχόντων Ρ sed τω in ras m4 7 αὐτοῖς CPMoV Mor | μεταστάντες Mor 8 τῶν CPaMo om Mor | παρημῶν V 9 αὐτοῖς V 11 αὑτὸς Μο Mor | τινὰς Ι sed ς add m3 12 ἐγκαλῇ CMo ἐγκαλῶν Mor | num Κρουνοῖς? χρόνοις Mor qui ἐγχωρίοις coni 12 ἡμέ- ρας — 13 τὸ in marg Mo2 13 οἳ ΑΡ sed in hoc in οἵ corr m4, Μο ἵ V Mor | ὑμῶν CPaMo Mor | γε inser I3 15 εἰ δὴ ? 16 κιμμερίων Ρ sed ων in ras ut videtur ex οσ corr m3 et ΄ supra ε eras, I sed Κιμμέριον suprascr m3 18 ὡς Μο Mor 19 συκοφάντης· Pa)12. Ὡς τοίνυν ἐπιθυμίᾳ μὲν ἀργίας ἧκον ἐκεῖσε, προσποιοῦνται δὲ τῶν ἡδέως ἐργαζομένων εἶναι, δῆ- λον μὲν κἀκ τοῦ τῶν εἰς μνήμην παλαιῶν λόγων ρόντων ἠμεληκέναι, δῆλον δὲ κἀκ τοῦ πίονά τε καὶ μετὰ πλειόνων σαρκῶν ἐπανήκειν τὸν νέον. πίστις δὲ τοῦδε μείζων τὸ μετὰ πάνυ πολλοὺς πεποιῆσθαι τὴν ἐπάνοδον. ὁ δὲ τὸ μὲν ὀξέως, τὸ δὲ βραδέως πεποιηκὼς οὐ καὶ σιωπῶν ὁμολογεῖ τῷ μὲν ἥδεσθαι, τὸ δὲ δυσχεραίνειν;
ὑμῖν δὲ εἴ τις ἦν λόγων γος, ἐβλέπετ’ ἂν εἰς ἐμὲ τὸν μεμενηκότα. καὶ ταῦτα καὶ παρ’ ὑμῶν ἐγίγνετ’ ἂν νομιζόντων μᾶλλον ὑμῶν ἐμὲ τὸ δέον ἑωρακέναι καὶ εἰ διὰ μηδὲν ἕτερον, κατά γε τὸ πλῆθος τῶν ἐτῶν, ἴσμεν δέ, ὁπόσον τούτῳ δί- δωσιν ὁ τῶν ποιητῶν κορυφαῖος. νῦν δ’ ἐμοῦ μὲν καταγνόντες ἐπιθυμεῖν θανάτου, εὐβούλους δὲ ὑμᾶς αὐτοὺς ἡγησάμενοι ταῖς ἐν ἀγρῷ τέρψεσι τὰ Μουσῶν | ἐβλάψατε. ἐπειδὴ τοίνυν ποθ’ ὑμῖν ἐπανελθεῖν [*](R II 272) ἔδοξε, τί δύναισθ’ ἂν ἡμῶν ἐνταῦθα κατηγορεῖν, ὡς ὑμεῖς μὲν ἐπεθυμεῖτε τῶν παρ’ ἡμῶν, ἡμεῖς δὲ οὐ μετεδίδομεν;
ἀλλὰ τοῦτό γε καὶ πρὸ τῆς τῶν πραγ- μάτων ἐπὶ τὰ κρείττω μεταβολῆς εἰσφέροντες οὐκ ἐλή- [*](14 Ιl. α 259. β 370 cf. ep. 666 20 cf. p. 188 not. 1) [*](1 ἐπιθυμίαν ΜοΜοr 2 ἡδέως <ἂν> Cobet Mnem. III (Coll. 130) 4 πλείονά V 5 μετὰ om Mor 6 τοῦτον CPaMo Mor τοῦδ’ ἔτι coni Re 8 τω ΡΙ sed ~ add P3I3) [*](9 τὸ ΡΙ sed ` add P3I3 τῷ V | signum interrogationis re- posui e PIV, Colon reliqui libri edd | ἡμῖν Mor qui ὑμῖν coni | τι Mor 10 ἔβλεπε τ’ Μο | ταὐτὰ Re 11 ἐγίγνετ’ reposui e libris ἐγίνετ’ Mor ἐγένετ’ Re 14 δὲ edd 17 ἐβλέψατε ΡαΜο Mor | ποθ’ Re πόθ’ libri Mor 18 τίς Mor | δύνασθ’ Μο δύναιτ’ Mor | κατηγορεῖν ἐνταῦθα C 19 ἐπιθυμεῖτε ΡαΜΟ Mor)
15. Ναί, φησίν, ἐν γὰρ ἁμίλλαις ταῖς πρὸς Ὅμηρον καὶ Δημοσθένη συχνὰς διετρίψαμεν ἡμέρας. τούτου δὲ τὴν αἰτίαν ἐν τοῖς πράγμασιν εὕροι τις ἄν, οὐκ ἐμοί. τὰ μὲν γὰρ ὑμῖν εἰς τέλος ἀφῖκται καὶ σιωπῶ τὸ τάχος, τὰ τελεώτερα δὲ γράφειν εὐθὺς οὐκ ἐνῆν, ἀλλ’ ἔδει πρότερον ἐλθεῖν διὰ βιβλίου τινὸς καὶ ἐλθεῖν γε οὐχ ἕνα, ἀλλὰ σὺν ἑτέροις ἐννέα νέοις ἢ πλείοσιν ἢ οὐ πολύ γε ἐλάττοσιν. οἱ δὲ οὐκ ἐφαίνοντο.
καινὸν δὲ γενέσθαι νόμον δι’ ἔνα τινὰ μαινόμενον τῶν ἀτοπωτάτων ἦν καὶ διέβαλλεν ἂν τὸν παρελθόντα χρόνον. διὰ τοῦθ’ ἕτερος ἀντ [*](13 cf. ep. 407. 187) [*](4 ἢ πρότερον om Mo Mor | ποιοῦντες in marg add Μο2 5 οἷοιπερ V Re οἵπερ reliqui libri sed ι post ι suprascr Α2, Mor 7 τίς V 11 post χρόνου cancellis inclusa τὰ τῶν ἐπιτηδευμάτων ἆθλα add Mor p. 641 frinem indicans orationis, quae sequuntur p. 675 80[. praebens | ἡμετέρας Mor 16 τίς APMo | ἐν ante ἐμοί edd delevi | τὰ Ρ sed ` add 17 σιωπῶν Pa 20 οὐ πολύ γε inser I3 22 διέβαλεν V 23 τῶν Μο et γρ Mor | διατοῦθ’ PIMoV | ἑτέρου Pa)
17. Εἰ δέ μοι τὴν τῶν ἄρθρων λέγεις νόσον, τῆς Τύχης, οὐκ ἐμοῦ κατηγορεῖς· οὐ γὰρ δὴ ἐκεῖνό γε ἐρεῖς, ὡς εὐχόμην νοσεῖν καὶ εἶναι ἐν βοαῖς νύκτα καὶ ἡμέραν ὑπὸ τῶν ἀλγημάτων καὶ μᾶλλον ἰατροῖς ἢ βιβλίοις συνεῖναι. οὐδ’ ἦν μοι τὸ διδάσκειν τῶν πὰρ ἐκείνων βαρύτερον τῶν λυπηρῶν τε καὶ ἀναγκαίων, ἃ τῆς ὀδύνης ἣν ἐπειρᾶτο παύειν ἦν ὀδυνηρότερα. ἐμοὶ μὲν οὖν πολλὰ διηρεύνηται τοῖς ἄρθροις βοηθοῦντι, τὰ δ’ ἠλέγχετο πλὴν ἐλπίδος ἔχοντα οὐδέν.
ἀφεὶς οὖν συνάχθεσθαί μοι ῥᾳθυμίαν ἐγκαλεῖς; καὶ ὁ μὲν μων ἀνεύθυνος, ἐμὰ δὲ τὰ οὐκ ἐμά; ὥσπερ Ι ἂν [*](R II 275) εἴ τις καὶ τὸν τεθνεῶτα μέμφοιτο, ὅτι τῷ μηκέτι ζῆν καὶ τοῦ δύνασθαί τι ποιεῖν πέπαυται. ἀλλ’ εἶπεν ἄν τις ὑπὲρ τοῦ νεκροῦ τὰς Μοίρας καὶ τὰ ’κείνων καὶ ὡς ἔδει μὲν κατὰ ταῦτα τεθνάναι, παρὰ δὲ τῶν [*](1 „forte leg. ἂν ἔγνω“ Re Anim 3 μὲν μέμψασθαι Re οὐδαμοῦ Pa 6 μηδενὸς Re ἡμῖν libri Mor 7 οὐκοῦν Μοr μηδὲν Μοr sed γρ μηδενός μὴ δὲ V 9 λέγεις scripsi ex IV λέγοις reliqui libri edd 11 ἐρεῖς A sed γρ φῆίς in marg ηυ φὴς Ρ | εὐχόμην V 14 ἀλγεινῶν? 15 ἦν inser I3 16 τοῖς ἄρθροις om Mor 17 τά Ρ sed ΄ in ras m3, IV 18 συν- έχεσθαι Μο Mor 19 τὰ om Mor 20 ὅτι Ι sed τι add m3 | τὸ Μο Mor 21 δύνασθαι τί AP 22 τἀκείνων ΡΙ)
ἀλλὰ στρα- τιώτης μὲν ἐπιθυμῶν συμπλοκῆς καὶ μάχης νόσῳ πε- δηθεὶς ἐξαίφνης λυπούμενον ὁρᾷ τὸν στρατηγόν, ἀλλ’ οὐκ αἰτιώμενον, οὐδ’ ἔστιν οὐδεὶς οὕτως ἀνθρώπων ἄτοπος, ὃς ἂν ἀστρατείας διώξαι τὸν τοιοῦτον· ἐγὼ δὲ ἀπὸ τῆς αὐτῆς ἀνάγκης ἐκλιπών τι τῶν εἰωθότων ἔχω τὸν γραφόμενον; καὶ τίς νοσήσας κακὸς ἔδοξεν, ὅτι νενόσηκεν; οὐδείς, πλὴν εἰ τὸ νόσημα αὐτὸς ἐφύ- τευσεν αὑτῷ. πολλαχόθεν δ’ ἂν τοῦτ’ ἀνθρώπῳ συμ- βαίη. κἀν τοῖς γυμνικοῖς ἀγῶσι πολλάκις ἑωράκαμεν ἠσθενηκότας ἀθλητὰς οὐδ’ ἀποδῦναι δυνηθέντας, οἶς παρὰ πάντων τῶν θεατῶν ἔλεος, οὐ μέμψις, ἀλλ’ οὐδ’ ἐπανελθοῦσιν οἴκαδε παρὰ τῶν οἰκείων, ἀλλ’ ἠτυχη- [*](1 δὲ Re 2 ἂν Re | ἐδέθη Mor | λῃστῶν ΙΜο | ἑλόντων om Pa | ἠτιῶ Μοr, γρ αἰτῶ in marg 3 με Ι sed ε in ras m3) [*](4 ἀγχόμενον Pa 5 ἐπιλελῆσθαι CMo Mor εἴη Mor 11 ὃ Μο ετ γρ in marg Mor ὡς Mor | ἂν inserui e V om reliqui libri edd | ἀστρατίας V 12 ὑπὸ Cobet Coll. 130 | ἐκλιπὼν τί ΡΜο 13 τῶν γραφομένων Ι sed in τὸν γραφό- μενον corr m3 | κακῶς Ι | ἔδειξεν Ι 16 αὐτῶ Μο Mor 16 ἑώρακα μὲν Μοr 17 ἀποδύναι ΙΜο 18 παρὰ πάντων τῶν θεατῶν Ρ sed τῶν inser m3, Re παρὰ πάντων A sed γρ παρὰ πάντων θεατῶν in marg, CMo sed γρ παρὰ πάντων τῶν θεατῶν παρὰ πάντων θεατῶν PaIV περὶ πάντων τῶν θεῶν τῶν Mor, quod correxit Koenius ad Greg. Cor. p. 139 ed. Lips. 1811 : θεατῶν scribere malim pro θεῶν τῶν, quod in θεωρούν- των mutabat sensu egregie perspecto piersonus Veris. ΙΙ 10 [LB. 1762] p. 258“ ad quem locum Bastius 1. 1. adnotavit: Codices Parisini confirmant“ de quo cf. p. 188 sq. | οὐδὲ C)
οὐ μὴν οὐδ’ ἐλάνθανον τὴν τῶνδε πόλιν βεβλημένος τῇ τοιαύτῃ νόσῳ, δι’ ἣν ἀνάγκη μοι κεῖ- σθαι καθ’ ἕκαστον ἔτος ἡμέρας τινὰς ἄφωνον· ἐγγύς τε γὰρ τῆς ἡμετέρας ἐκείνη καὶ πολὺ τὸ παρ’ ἑκατέρας εἰς τὴν ἑτέραν ἐρχόμενον. διὰ τί οὖν μὴ παρ’ ρους ἤλθετε σοφιστὰς οὐ νοσοῦντας; εἰ δ’ ὡς οἴσοντ·ες καὶ τοῦτο ἥκετε, τί μὴ φέρετε, ἐπειδήπερ ἥκετε, λῶν μὲν πρὸ ὑμῶν τοῦτο ἐνηνοχότων, πολλῶν δὲ νῦν, μᾶλλον δὲ πλὴν ὑμῶν ἁπάντων; ἢ σὺ μόνος συνου- σιῶν ἐραστής, ἐν δὲ τοῖς ἄλλοις τοσούτοις οὖσιν ρων ἐπιθυμία;
ἀλλ’ οὐκ ἐρεῖς μὲν τοῦτο τῇ γλώττῃ, τοῖς δ’ ἔργοις ὁμολογεῖς. θαυμάζω δέ, τί ἂν ἐποίεις ἐφ’ ὅσας οὐκ ὀλιγάκις | ἡμέρας ἐκταθέντος μοι [*](R II 277) τοῦ κακοῦ, ὁπότ ’ ἐν ἀπαλλαγῇ ταχείᾳ· ἀντὶ γὰρ ἡμε- ρῶν ὀκτωκαίδεκα τὸ τρίτον μέρος τῆς κλίνης δεδέημαι βοηθείᾳ τῶν θεῶν. τί ἂν οὖν ἐποίεις ἐν τῷ προτέρῳ μέτρῳ τοιαῦτα ποιῶν ἐν οὕτω βραχυτέρῳ;
22. Αἰτιᾶται δὲ καὶ τὸ φυλάττεσθαι τὰς τιμὰς παρ’ ἡμῶν τοῖς ἀπιοῦσι, τοῖς μὲν οὖσιν ἡμῖν φίλοις, τοῖς δὲ ἐνδόξοις, τοῖς δὲ καὶ ἀμφότερα, τοῖς δὲ τερα μέν, ἔχουσι δὲ ἄλλως τι δίκαιον διὰ συγγενῶν. καὶ οὐκ αἰσχύνεται πόλεμον αἰρόμενος πρὸς τοὺς [*](1 οὐδὲ] οὐ Μο Μοr 2 οὐδὲ CPaMo edd 4 καθέ- καστον Μο | τινὸς Μο Mor 5 τε om Pa | γὰρ] γὰρ καὶ Pa καὶ Μο Mor | τὸ om CPaMo Mor 6 διατί ΡΙ sed in hoc in ras m3, Mo V 7 δὲ Re | οἴσοντες Μο sed ες in ras m2) [*](8 καὶ — ἐπειδήπερ ἥκετε in marg Mo2 | φέρεται Mor qui φέ- ρετε coni 13 δὲ Re 15 ὁπότε Ι ὁ τότ’ ἐν ἀπαλλαγῇ ταχείᾳ τοσαῦτα βοῶν coni Re Anim | ταχείᾳ e ταχεῖα corr P5 17 τε τῶν V 20 et 21 τοῖς e τοις corr P3 21 ἀμφοτἐ- ροις Mor 23 αἱρούμενος Mo sed υ eras αἱρούμενος V)
καὶ οὐδεὶς οὕτως ἄφρων οὐδὲ ἄθλιος ὃς ἂν ἐπιτι- μήσαι τῇ τιμῇ, ἀλλ’ οἱ μὲν τῶν διδασκάλων καὶ συνεξ- ἔφερον ἀνέχοντες ταῖς χερσὶ τοὺς ὑπὸ τῆς συμφορᾶς καθελκομένους, οἷς δ’ οὐκ ἦν καὶ τοῦτο δρᾶν, τῷ γε τοὺς λόγους συνεργάζεσθαι τοῖς νέοις ἐτίμων τὰς φορὰς τοῦτο μέγιστον ἡγούμενοι τὸ τοὺς μαθητὰς ἃ δεῖ ποιεῖν πρὸς τοὺς οἰχομένους διδάσκειν.
ἀλλ’ οὗτος ἐπιλαμβάνεται μὲν τοσούτου χρόνου, κατηγορεῖ δὲ τοῦ μὴ παραβαίνοντος νόμον οὕτως ἀρχαῖον, λεὺει δὲ μηδὲν ἀτιμότερον ἄγειν νεκροῦ. καίτοι τίνος ἀξιώσαις ἂν τὸν σαυτοῦ πατέρα τυχεῖν, εἰ σοῦ φοι- τῶντος ἔτι τεθναίη; εἰ μὲν γὰρ τῶν τιμὴν ἐχόντων, | [*](R II 279) τί τούτων τοὺς ἄλλους ἀποστερεῖς; εἰ δὲ τῶν ἑτέρων, τί παθὼν τὴν προσήκουσαν εἴης ἂν δεδωκὼς [*](1 οὐκ ἔτι Α post οὐκέτι comma inser Re | οὐδένα scripsi auctore Re Anim οὐ ACI sed in hoc eras, PaMo om PV cancellavit Mor οὐδὲν Cobet Coll. 131 | λήξεως I sed η ex ε corr m3 2 ἐτιμησάμην ἂν erasis litteris suprascriptis β et α Ρ) [*](4 τετιμηκόσιν scripsi coll. 203, 5 νενικηκόσιν libri edd τεθνηκόσιν? Sintenis 6 τελευτὰς Ρ sed ελ in ras m4 7 οὐδὲ οἱ Ι 8 οὐδ’ Re | ὃς ἂν ἐπιτιμήσαι scripsi ὅστις ἐπι- τιμήσαι V ὡς ἐπιτιμῆσαι reliqui libri edd 10 ἀνέχοντες Ι sed ἐς in ras m2 11 δ’] οὐδ’ CMo om Mor sed γρ οὐδ’ in marg | γε scripsi auctore Sinteni μὴ libri edd sed abesse maluit Re 12 συμφορὰς 1 sed ἐκ suprascr m3 13 ἡγού- μενοι Ι sed ἡγ in ras m2 18 εἰ σοῦ reposui e libris εἴ σου edd 20 τούτων] „legendum aut τούτου aut ταύτης aut deni- que τί τούτῳ καταλείπων τοὺς ἄλλους ποστερεῖς“ Re)
οὐ τοίνυν, ὦ παῖδες, οὐδ’ ἐκεῖνο τολμήσειεν ἂν εἰπεῖν, ὡς οὐ πολλοὺς δεινοὺς λέγειν τουτὶ τὸ χωρίον ἔδειξεν. ὧν οἱ μὲν ἐν δίκαις ἐξέλαμψαν, οἱ δὲ ἐν τῷ δικάζειν, οἱ δὲ ἐν τῷ ταῖς πατρίσι βοηθεῖν. ὧν ἕκαστος μετὰ τιμῆς τοῦ νόμου τοῦδε ταύτην ἔλαβε τὴν δύναμιν. εἰ δ’ ἔστι κἀν τῷ φυλάττειν τὸν νόμον εὐδοκιμεῖν κἀν μηδενὶ βλάπτεσθαι περὶ τοὺς λόγους καὶ συνιέναι ταῦτα ἀμφότερα δύναται, τίς δικαία πρό- φασις τῇ κατὰ τῶν ἀποθνησκόντων ὕβρει;
26. Ἐφ’ ᾧ ἄν ἄν τις μάλιστα ἀποπνιγείη, ὅτι καὶ τὰς ἡμέρας αἳ τὰς τῶν σοφιστῶν ἐπιδείξεις ἔχουσι, μετὰ τῶν τηνάλλως | ἀναλισκομένων ἀριθμοῦσι. [*](R II 280) πῶς, ὦ μιαρὸν θηρίον, πῶς λόγοι λόγοις βλάβη; καὶ πῶς ὁ λέγων ἃ χρὴ μιμεῖσθαι, περὶ λόγους ζημιοῖ; ἐγὼ γὰρ τὴν μὲν τῶν διδασκάλων σιωπὴν κατὰ τῶν μανθανόντων εἶναί φημι, τὸ ῥεῦμα δὲ τῶν παρ’ ἐκεί- νων λόγων ἐπὶ τὸ ταὐτὰ δύνασθαι ποιεῖν προάγειν. ἑωράκαμεν δέ που καὶ παιδοτρίβας, ὡς ἐν ταῖς πα- λαίστραις καὶ διὰ τῶν ἑαυτῶν σωμάτων παιδεύουσι παλαίειν, καὶ πρὸς τούτοις τοξότας ἐπὶ διδαχῇ τῶν μαθητῶν ἀφιέντας βέλη καὶ τόν γε Ἀπόλλω πολλοὺς τοξότας οὕτως ἀπειργασμένον <ἴσμεν>.
[*](10 Dem. de fals. leg. p. 403, 16 21 cf. t. IV p. 855 β΄ 5)[*](1 οὐδ’ ἐκεῖνο in οὐδὲ ’κεῖνο corr Ι2 3 ἔδοξεν Mor qui ἔδειξεν coni 4 δ’ (1)18) Re 6 τοὺς νόμους Pa 7 κἀν scripsi καὶ libri edd | μηδὲν Re 11 ἀποδείξεις Ι 12 τη- νάλως CI 13 λόγοις λόγοι CIPaMo Mor 15 γὰρ om V | μὲν τὴν V 16 μανθανόντων — παρ’ om Mor 17 ταῦτα Μο sed in ταὐτὰ corr, Mor | προάγω Mor sed γρ προάγει in marg 18 δέ Ρ sed ε in ras m5 22 οὕτως P sed ουτ in ras m2 | ἴσμεν inserui auctore Re | οὐκ V sed post κ lacuna 4—5 litt)
μηδὲ ἐκείνου λήξαντος χωρείτω τις ἐπὶ τὸν διδάσκαλον ὡς ἐπὶ μηδενὶ πεπραγμένῳ· πέπρακται γάρ τι τῶν συμφερόντων τῶν μὲν ὅσοι βελτίους, εἰς κρί- σιν ἐπιδόντων, τῶν δὲ ὅσοι μὴ χείρους, εἰς πόνον, τῶν δὲ ἔν τῳ λειπομένων ἴσων γενέσθαι βουλομένων. οἱ δὲ λυθέντος τοῦ συλλόγου περιιστάμενοί τε τοὺς δι- δασκάλους καὶ καθίζοντες ἄκοντας ἐπὶ τοὺς θρόνους καὶ μηδὲ ἀναπνεῖν ἐῶντες ὑβρισταί τέ εἰσι καὶ μικρὸν ποιοῦσι τὸν εἰρηκότα βοῶντες οἶς ποιοῦσι τὸν], ὡς ἠνώχληκεν. [*](R II 282)