Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

διὰ τοῦτο ὅταν τις μέγα ἐργάσηται κακὸν καὶ φόβοι παρὰ τῶν νόμων ὦσι, γελᾷ· δρόμον γὰρ αὑτῷ μὲν ἔσεσθαι παρὰ τὸν κηδεστὴν μετὰ χρημάτων, ἐκείνῳ δὲ παρὰ τὸν πατέρα τῆς γυναικός, ἐκ δὲ τῶν καλῶν τούτων εἰσόδων καὶ λόγων οἰχήσεσθαι τὸ δίκαιον κα- ταπατηθέν. οὗτος μὲν οὖν οὐκ ἔσχε πόρον τοιοῦτον, ἑτέροις δὲ παρέσχε, καὶ τὰ αὑτοῦ μὲν ἐντεῦθεν οὐκ ηὔξησεν, οἶκον δὲ ἀνθρώπου πονηροῦ.