Oratio 33
Libanius
Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἀλλὰ τούτῳ τοῦτ’ εἶναι νεανικὸν δοκεῖ τὸ κελεῦσαι καὶ τὸ πεπραγμένον ἰδεῖν, εἰ δὲ δίκαιον ἢ μὴ, εἰ συμφέρον ἢ τοὐναντίον, οὐδεὶς λόγος. κἂν εἰσελθών τις ὡς αὐτὸν τῶν εἶναι δοκούντων φίλων εἴπῃ τἀληθῆ περὶ τοῦ πράγματος καὶ παραινέσῃ πεπαῦσθαι, ληρεῖν ἔδοξε. καίτοι τίς ἡ περὶ τοῦτο σπουδὴ <τὸ> εἶναι τοσοῦτον ἐν καθευδούσῃ τῇ πόλει; οὐ γὰρ ἂν τοῖς καθεύδουσιν εἴη ἄν τι παρ’ αὐτοῦ τοῖς τε φύλαξιν ἀπόχρη τὸ ἀρχαῖον· κακούργους γε οὐκ ἔστιν εἰπεῖν ἥττους μὲν γεγονέναι νῦν, εἶναι δὲ πρὸ τοῦ πλείους. ἀλλ’ ἔστιν ἅπαν τοῦτο μέθης καὶ ἀσελγείας καὶ τοῦ μηδὲν φροντίζειν τῶν ἐν πενίᾳ ζώντων.