Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ὁ δ’ ἀφορ- μὴν ὀδυρμῶν παρασχὼν τῇ πόλει πῶς ἂν εἴη καλλίω τήνδε πεποιηκὼς | τὴν πόλιν; ἐγὼ μὲν γὰρ τὸ [*](R II 262) τοὺς ἀπόρους εὐπορωτέρους ποιεῖν ὥραν ἡγοῦμαι πόλεως, ὁδὶ δ’ αὖ τῶν ἐναντίων αἴτιος ἡμῖν οἷς τε εἶπον τούτοις τοῖς περιττοῖς καὶ οἷς ἐρῶ. τοὺς γὰρ αὐτοὺς δὴ τούτους τοὺς ἐν τοῖς ἐργαστηρίοις κελεύει τριπλάσιον ἐν τῇ νυκτὶ παρέχειν τὸ πῦρ. πόθεν οὖν ἔλαιον τοσοῦτον πρίωμαι τὸ διὰ τὸ πολὺ πῦρ τοῦτο πλείονος ἢ πρόσθεν πωλούμενον; πόσον μοι τὸ παρὰ τῶν χειρῶν ἀργύριον; πόσα δι’ αὐτοῦ μοι γένηται; τί πρὸς ἐρεῖ Τισα- μενός;