Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

πιστὸν δὲ αὐτὸν ἀρνούμενον ταύτην ἐποίει τὴν κοινωνίαν καὶ τὸ παρὰ τῆς μείζονος ἀρχῆς προειρῆσθαι τῷδε μένειν τε αὐτοῦ καὶ μὴ κινεῖσθαι, πρὶν ἂν αὐτὸς ἀπ’ Αἰγύπτου τε καὶ τῶν Νείλου ῥευμάτων ἐπανέλθῃ. καὶ τοῦτο οὕτως ἐστὶν ἰσχυρόν, ὥστε καὶ λυθὲν σοῖς, ὦ βασιλεῦ, γράμμασι δόντος τοῖς Τισαμένῳ βοηθοῦσι τὴν χάριν ὅμως ἐτετήρητο. ὁ δὲ τοῦ μὴ καλέσαντος ὀρθῶς οὐ κεκληκότος μισεῖ μὲν ἐκεῖνον, μισεῖ δὲ τοὺς ἄλλους, λῆξαι δὲ οὐδὲ ἐν μακρῷ δεδύνηται τῷ χρόνῳ.