Oratio 33
Libanius
Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
νόμιζε δὲ καὶ τὰς ἄλλας ἀπὸ τῶν αὐτῶν διασώσειν, [*](R II 255) αἷς χείρω τὰ πράγματα διὰ | τὴν τοῦδε κακίαν· ἐπεὶ καὶ αὐτὴν ταύτην ᾗ κεχαρίσθαι φησίν, ἐν αὐτοῖς τούτοις κατέβλαψε μετενεγκὼν εἰς τὴν ἡμετέραν δα- πάνην ἐκείνοις ὀφειλομένην, ὥστ’ ἢ πένητα αὐτῇ ποι- ἥσει τὸν πολιτευόμενον τῇ κατ’ ἄμφω δαπάνῃ ἢ τῇ παρ’ ἡμῖν ἐκείνην ὧν εἶχεν ἂν ἀποστερήσει.