Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ὁ δ’ ἐν τῷ δεῦρο τὸν ἐκ Βεροίας ἐφ’ οἷσπερ ἤγαγεν ἄγειν ἐβόα πρὸς τας, ὅτι τήνδε τὴν πόλιν ὑπ’ ἐκείνῃ κεῖσθαι δεῖ καὶ τοῦ τῆς μητροπόλεως ὀνόματος ἀποστατέον αὐτῇ καὶ τῇ βουλῇ τὴν βουλὴν ὑπεικτέον καὶ ἄνδρα ἀνδρὶ καὶ γνωστέον τοὺς ἀμείνονας. γνοίης | δ’ ἄν, ὅτι [*](R II 254) ταῦθ’ ὕβρις ἦν, ἔκ τε ἡδονῆς καὶ λύπης, ὧν ἡ μὲν ἦν τῶν πρὸς ἡμᾶς εὐνοικῶς ἐχόντων, ἡ δὲ ἡδονὴ τῶν οὐχ οὕτως. ὑβρίζεσθαι δὲ οὐκ ἂν βούλοιο τὰς πόλεις. ἀλλ’ οὗτος ὑβρίζειν βούλοιτ’ ἄν. πῶς ἂν οὖν ὁ οῦτος εἰκότως ἄρχοι;

24. Ἀλλὰ σὺ μὲν ὁ τῶν ὅλων κύριος καὶ παρ’ ὅτου καὶ παθεῖν τι τοιοῦτον οὐ λίαν ἀφόρητον, τιμᾷς ἡμῖν τὴν πόλιν ἐν τοῖς εἰς τοὺς πρέσβεις καὶ πραττο- μένοις καὶ λεγομένοις, καὶ γίγνεται καθ’ ἑκάστην πρε- σβείαν ἡ πόλις ἡμῖν λαμπροτέρα, Τισάμενός δὲ κάθη- τᾶι σκοπῶν καὶ ζητῶν, ἐξ ὅτου γένοιτ’ ἂν ἀδοξοτέρα. εἶτα πονηροὺς μὲν ποιμένας ἀπελαύνουσι τῶν ποιμνίων οἱ τούτων κύριοι καὶ παύσαντες ἐκείνους ἑτέροις παρ- [*](12 Dem. p. 197,4; 1228,14; 1490,19) [*](2 ἐν B 5 ὃ A ὅ PIBV δὲ Re 6 βερροίας ἄγειν V Βοά εἰ in ω corr m2 8 ὀνόματος Β sed ος in ras m2 9 γρ ὑπακτέον in marg Mor 10 δ’ ἄν] δὲ Va Mor 12 τῶν (1) om Mor sed inserendum coni 13 δ’ Re 17 ἡμᾶς Mor) [*](18 γρ τήνδε in marg Mor 19 λεγομένοις καὶ πραττομένοις V | γίνεται Va edd | πρεσβείαν om Va Mor 20 δὲ om Ι) [*](21 ἀδοξότερος Mor sed ἀδοξοτέρα coni)

178
ἔδωκαν τοῖς λυσιτελεστέροις, σὺ δ’ ἐκείνους ἐπὶ πό- λεως τοιαύτης οὐ μιμήσῃ; ᾗ τοιαῦτα μὲν τἀρχαῖα, αῦτα δὲ τὰ μετ’ ἐκεῖνα, τοιαῦτα δὲ τὰ νῦν, ᾗ πλὴν δυοῖν πόλεων ἔνι τι πρὸς ἁπάσας εἰπεῖν περὶ αὑτῆς.

νόμιζε δὲ καὶ τὰς ἄλλας ἀπὸ τῶν αὐτῶν διασώσειν, [*](R II 255) αἷς χείρω τὰ πράγματα διὰ | τὴν τοῦδε κακίαν· ἐπεὶ καὶ αὐτὴν ταύτην ᾗ κεχαρίσθαι φησίν, ἐν αὐτοῖς τούτοις κατέβλαψε μετενεγκὼν εἰς τὴν ἡμετέραν δα- πάνην ἐκείνοις ὀφειλομένην, ὥστ’ ἢ πένητα αὐτῇ ποι- ἥσει τὸν πολιτευόμενον τῇ κατ’ ἄμφω δαπάνῃ ἢ τῇ παρ’ ἡμῖν ἐκείνην ὧν εἶχεν ἂν ἀποστερήσει.