Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

21. Ἆρ’ οὖν ἐν ταῖς ἐπὶ τῶν δικαστηρίων ὕβρεσι τὴν παροινίαν ἔστησεν; ἐξεῦρε μὲν οὖν ἃ μηδεὶς ἂν ἕτερος ἐνεθυμήθη, τὸν ἐν Βεροίᾳ ταύτῃ δεῦρο καλέσας μετά τε τῶν ὑπ’ αὐτοῦ τρεφομένων θηρίων καὶ τῶν ἐπ’ αὐτὰ μεμισθωμένων ἀνδρῶν. καὶ ἧκεν ἄγων κτους τε καὶ παρδάλεις καὶ τοὺς τούτων ποτὲ μὲν [*](R II 253) ἡττημένους, | ποτὲ δὲ κεκρατηκότας καὶ ἦν μέγας τῇ βραχυτέρᾳ τὴν μείζω νικῶν πόλιν· καὶ γὰρ εἰ τί- μιον ἐν τῇ Βεροίᾳ τὸ χρῆμα τῶν λόγων, ἀλλ’ οὐκ ἴσον ἥδε κἀκείνη. ἐβούλετ’ οὖν ἐκείνην ἐνταῦθα κατὰ τῆσδε κωμάζειν καὶ τὴν βουλὴν τῆς βουλῆς εἶναι βελτίω δοκεῖν καὶ τῇ μὲν εἶναι μέγα φρονεῖν, τὴν δὲ τετα- πεινῶσθαι καὶ γεγονέναι μικρὰν καὶ ἐξεληλέγχθαι καὶ μηδὲ ἐλεύθερον ἔχειν βλέπειν.