Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

τῶν δὴ τοιούτων λεγόντων τὴν ἀπορίαν, ὀμνύντων, ἃ ὀφεί- λοιεν ἀριθμούντων, δεομένων, ἱκετευόντων μὴ σφᾶς ἐμβάλλειν εἰς αἰσχύνην τὴν ἐκ τοῦ τῆς ἀπορίας ἐλέγ- [*](R ΙΙ 250) χοῦ μηδέ γε εἰς κινδύνους | τοὺς ἀπὸ τῶν θεω- μένων οὐδὲν Τισάμενός ἐγίνετο βελτίων, ἀλλὰ τῶν αὐτῶν εἴχετο ῥημάτων οὐκ ἐῶν μεμνῆσθαι τοῦ νόμου. καίτοι τούτου τίνα οὐκ ἂν δικαίως δοίη δίκην; ἢ εἰ μὲν εἰκόνος σῆς ἀντειλημμένους ἀπέσπα, δεινὸν ἂν ἦν, καταπεφευγότας δὲ ἐπὶ τὸν σὸν νόμον ἀφέλκων οὐκ ἴσον τι ποιεῖν εἰκότως ἂν δοκοίη; ἀντὶ γὰρ τοῦ χαλκοῦ τὰ γράμματα ἦν αὐτοῖς.