Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

11. Ἔτι τοίνυν, ὦ βασιλεῦ, παραλαβὼν τὸν δῆμον ἑαυτὸν ἐγνωκότα εἰς τὸ μὴ γιγνώσκειν ἑαυτὸν γαγε διδάξας αὐτόν, ὡς μέγα τι τῷ ἄρχοντι τὸ λε- χθῆναί τι παρ’ ἐκείνων εἰς αὐτὸν εὔφημον. δῆμος δὲ πεισθείς, ὡς ἄρχει τοῦ ἄρχοντος καὶ ὑφ’ ᾧ τέτακται τῷ νόμῳ, τοῦτον | ἐξ ὕβρεως ὑφ’ αὑτῷ πεποίηται, [*](R II 246) πολλὰ κινῶν τῶν καθεστηκότων ἄρχεται.

12. Ὡς δὲ τοῦτο τοιοῦτόν ἐστι, μάθοις ἄν, ὦ βα- σιλεῦ, ῥᾳδίως. ἐν τῷ θεάτρῳ ποτὲ συμβὰν οἶμαί τι τὸν δῆμον ἄφωνον ἐκάθισε. τοῦθ’ οὗτος ἡγήσατο συμφορὰν ἄλλοις τε πολλοῖς τοῦτο δηλῶν καὶ τῇ χρόᾳ. ἔδει δὲ αὐτόν, ὡς ἔοικεν, ὁμολογῆσαι καὶ τῇ φωνῇ τὸ πάθος, καί, προὔπεμπον γὰρ αὐτόν τινες οὐ πλείους ἀνθρώπων εἴκοσιν, ἐφ’ ὅσοις ἄν τις ᾐσχύνθη, λεγόν- των οὖν τινα τῶν εἰωθότων, ἃ τῶν ἀρχόντων οἱ βελ- τίους ἔπαυον, καταβαίνων ὁ θαυμάσιος ἀπὸ τοῦ γους Τισάμενός, τίς ὑμῖν, ἔφη, τὰς γλώττας ἀπέδωκεν; ὡς οὐκ ἦσάν γε ὑμῖν ἐν τῷ θεάτρῳ. τοιούτοις αὑτὸν ῥήμασιν ἐποίησε ταπεινὸν μηνύσας, ὡς τὸ μὲν ζημίαν, τὸ δὲ ἡγοῖτο κέρδος.

[*](1 ὥστε Va edd 4 γινώσκειν CIV 6 αὐτὸν scripsi e V ἑαυτὸν reliqui libri edd 6 δῆμος — 9 ἄρχεται prae- missis verbris Τοῦ πρὸς βασιλέα κατὰ Τισαμένου λόγ. ῑθ citat Macar fol. 90 | δὲ om Macar 7 ἄρχει scripsi e V cum Sin- teni ἄρχοι reliqui libri Macar edd 8 νόμω] ἄρχοντι Macar | ἐφ’ Macar | ἑαυτῷ Re 9 καὶ ante πολλὰ inser Monnerius | ἄρχεται scripsi cum Sinteni et Cobeto Coll 130. Misc 141 ἔρ- χεται libri Macar edd „aut κινήσων leg. est aut in ἔρχεται est vitium“ Re 13 χροιᾷ V χώρᾳ Μοr quod correxit Greg. Cor. p. 221 ed. Schaefer 14 ὁμολογῆσαι in marg inser A)[*](18 ἀπὸ om Mor 20 ἡμῖν Va Mor 21 αὑτοῦ V | καὶ μη- νύσας Ι 22 ἡγεῖτο V)
172

13. Ἀλλὰ τὰ πρὸς τὴν βουλὴν αὐτῷ καλά τε καὶ τὸν ἄρχοντα δεικνύοντα; ἀλλ’ ἔπραττε μὲν οὐδὲ πρότερον εὖ, προσκατεπόντισε δὲ αὐτὴν ὁ κακὸς ἄνθρωπος οὗτος ἃ παρῶπτο τοῖς ὑπάρχοις δι’ ἀσθέ- νειαν τῆς βουλῆς, αὐτὸς ἀναζητῶν, διερευνώμενος, οὐκ ἐῶν κεῖσθαι, μέχρι δραχμῆς καὶ ὀβολοῦ καὶ τῶν οὕτω μικρῶν ἀκριβολογούμενος, ἄλλοις μὲν ἐγκαλῶν, ἑτέρους δὲ εἰσπράττων. ἑτέρους δὲ ὅταν εἴπω, τοὺς βουλεύ- [*](R II 247) ὄντας λέγω τοὺς ἐκ πολλῶν | ὀλίγους τεθνεώτων μὲν τῶν ὀφειλόντων, προσαιτούντων δὲ τῶν ἐκείνων υἱέων οὐ διὰ κακίαν τῶν πατέρων, ἀλλὰ διὰ τοὺς τὰ τοιαῦτα ἀξιοῦντας ἐσθίειν, τοὺς δεινοὺς ὑπηρέτας, οἵ καὶ λαμβάνουσι καὶ σιγῶνται τῷ παρ’ ἑαυτῶν φόβῳ.