Oratio 33
Libanius
Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
11. Ἔτι τοίνυν, ὦ βασιλεῦ, παραλαβὼν τὸν δῆμον ἑαυτὸν ἐγνωκότα εἰς τὸ μὴ γιγνώσκειν ἑαυτὸν γαγε διδάξας αὐτόν, ὡς μέγα τι τῷ ἄρχοντι τὸ λε- χθῆναί τι παρ’ ἐκείνων εἰς αὐτὸν εὔφημον. δῆμος δὲ πεισθείς, ὡς ἄρχει τοῦ ἄρχοντος καὶ ὑφ’ ᾧ τέτακται τῷ νόμῳ, τοῦτον | ἐξ ὕβρεως ὑφ’ αὑτῷ πεποίηται, [*](R II 246) πολλὰ κινῶν τῶν καθεστηκότων ἄρχεται.