Oratio 32

Libanius

Libanius, Oratio 32, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ἀπ- εἰπὼν οὖν καθήμενος καὶ καταγελώμενος πολλάκις ὁρμήσας ἐπὶ τοὺς νέους καὶ τὰ ’μαυτοῦ κωλυθεὶς ὑπό του τῶν φίλων ὡς ἀδικήσων τὸν στρατηγόν, εἰ οὕτως ἀπέλθοιμι, χωρῶ τε παρ’ αὐτὸν καὶ εἰπὼν οὐδὲν δε- δυνῆσθαι τῆς ἐκείνου ῥώμης ἔφην δεῖσθαι τὸ πρᾶγμα. | καὶ οὐκ ἐψευδόμην· ὑποδείξας γὰρ ὀργῆς τι [*](R II 226) πάντας εἶχε δεχομένους τὴν ὁδόν, ἐρομένων δέ, ὅστις τοῖς ἐκείνων ἀντ’ ἐκείνων ἀρκέσει, τῷ μὲν τὸν κηδε- στὴν εἶπε, τῷ δὲ τὸν ἀδελφόν, Θρασυδαίῳ δὲ αὑτόν. [*](3 Plat. Theaet. p. 168 A. Xen. Mem. II 8, 6. IV 4, 24. cf. p. 160, 4) [*](1 „malim διεωσάμην“ Re 2 ἂν τὸν] αὐτὸν Bong qui αὐτῶν coni 7 γινομένων V 11 αὐτῷ Ρ sed ’ in ‘ corr m5, IV 12 καὶ V 13 προσεῖχεν I sed v add m3 14 ὥστ’ ἐμὲ scripsi ὤσιε με libri edd 17 τἀμαυτοῦ edd 21 τι Ρ sed ι in ras m3 24 εἶπεν A | αὐτὸν V)

152
καὶ ὃς προσεκύνησεν, οὐχ ὡς ἄν τις ἐξομνύμενος, ἀλλ’ ὡς ἄν τις ἔχων τοιοῦτον ὑπὲρ τοιούτων ἐγγυητήν. εἰπόντος δέ τινος Μενέδημον καὶ ὡς τὰ μέγιστα ἂν ὀνήσαι καὶ φρονήσει καὶ γλώττῃ καὶ δάκρυσιν, οὗ τού- των καιρός, ὁ στρατηγὸς οὐκ ἐδέξατο, πρὸς τί μὲν βλέπων, οὐκ οἶδα, καὶ γὰρ οὐδ’ ἐφθέγξατο, οὐ μήν, ὅπερ ἔφην, ἐδέξατο.