Oratio 32

Libanius

Libanius, Oratio 32, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

πεπεῖσθαι δὲ εἰπόν- τες τῇ συμβουλῇ μετὰ τοῦ δακρύειν, λέγειν δὲ καὶ τὸν σύμβουλον μετὰ δακρύων ὡς ὄντος τοῦ φοβοῦντος μεγάλου, ταῦτ’ οὖν ὑπειπόντες προσέθεσαν, ὡς αὐτοὶ μὲν εἶεν πρέσβεις ὁμολογίᾳ τῇ σφῶν αὐτῶν, δέοιντο δὲ τετάρτου, δεδόχθαι γὰρ δὴ πέμπειν τοσούτους, καί, ἔτυχε γὰρ πλησίον καθήμενος Εὐσέβιος ὁ σοφιστής, ᾔτουν παρ’ ἐμοῦ τὸν ἄνθρωπον, ἐγὼ δὲ τοῦτον αὐτῶν ἐπ’ ἐκεῖνον μετέφερον τὸν λόγον, ὡς βέλτιον <ὂν> ἐμὲ κελεύειν, ἀλλὰ πείθειν ἐκεῖνον. ἤκουσε ταῦτα. ὑπήκουσεν, οὐ γὰρ ἦν καλὸν ἀπειθεῖν.